Scaife ATLAS

CTS Library / De placitis Hippocratis et Platonis

De placitis Hippocratis et Platonis (5.2)

urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.2
Refs {'start': {'reference': '5.2', 'human_reference': 'Book 5 Chapter 2'}}
Ancestors [{'reference': '5'}]
Children []
prev
plain textXML
next

Περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν, ὡς οὐκ
ἔστι τῆς λογικῆς δυνάμεως, ἤδη μέν μοι καὶ τὸ πρὸ
τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἀκούων ὁμολογεῖ,
πληρωθήσεται δ οὐδὲν ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε
ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα
παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ
καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς κίνησις αὕτη
ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ
ἀμφοῖν. ὁποία δέ τίς ἐστιν τῶν φαύλων ψυχὴ κατά τε
τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ ὁμοίως ἐξηγοῦνται.
Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι
τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν, διαῤῥοίας,
τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει.
καὶ μέμφεταί γε Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα·
χρῆναι γάρ φησιν οὐ τούτοις, ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι
σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ
μεγάλοις αἰτίοις, εἴτ ἐπὶ μικροῖς πυρέττοιεν, οὐδὲν διαφέρειν
ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ

157
καὶ εἰς πάθος
433
ἄγεσθαι καθ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι,
τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων. οὔκουν ὀρθῶς εἰκάζεσθαί
φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς
ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως
εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ
μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα
δ οὐδὲν ὑπάρχειν ἀπαθὲς, ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν
τὰς τῶν φαύλων ψυχὰς ἤτοι τῇ σωματικῇ ὑγιείᾳ
ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον, (οὕτω γὰρ ὠνόμασεν
Ποσειδώνιος,) αὐτῇ τῇ νόσῳ, εἶναι γὰρ μᾶλλον νοσώδη
286
τινὰ ἕξιν, ἤδη νοσοῦσαν. συμφέρεται μέντοι τῷ
Χρυσίππῳ καὶ αὐτὸς, ὡς νοσεῖν τε καὶ λέγειν τὴν ψυχὴν
ἅπαντας τοὺς φαύλους, ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς
εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ᾧδε κατὰ
λέξιν· διὸ καὶ νόσος τῆς ψυχῆς ἔοικεν, οὐχ, ὡς Χρύσιππος
ὑπείληφε, τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ ἣν
ὑποφέρεται ῥομβώδεσιν, οὐχὶ περιοδικοῖς, οἷς τ ἐμπίπτε ἰπυρετοῖς,
ἀλλὰ μᾶλλον ἔοικεν ψυχικὴ νόσος ἤτοι σωματικῇ
434
ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον, αὐτῇ τῇ
νόσῳ. ἔστι γὰρ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα,
δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον
ἔοικεν εἰς πυρετούς. ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ
μὲν, ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς
τῶν φαύλων ψυχὰς, ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ
ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν.
ἐχρῆν γὰρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς
ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ οὗν
ἐστιν, εἴτ οὐκ ἔστι τινὰ τοιαῦτα, (περιττὸν γὰρ ὡς πρὸς
τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο,) τὰς δὲ τῶν
προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν
τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ
φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν
ὀργιζομένων, θυμουμένων, ὅλως ἐν πάθει τινὶ
καθεστώτων τοῖς ἤδη νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί
μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ.
435
τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς
ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ ὑγιαινόντων σωμάτων,
τῶν τ ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις, ἀλλὰ μόνοις
τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας
ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα, τὴν νόσον τῆς
ψυχῆς, δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγιείᾳ τε ἅμα
καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον
ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ καὶ τῇ τῆς
ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ
παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια.
Χρύσιππος δ ἀτοπώτερος ἔτι, μηδ ἐν ταῖς περιοδικαῖς τισι
νόσοις καθεστώσαις, οἱονεὶ τριταίων τεταρταίων πυρετῶν,
ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γράφει γοῦν
ᾧδε· ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην
εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ ἣν
οὐ περιοδικῶς, ἀλλ ἀτάκτως πυρετοὶ καὶ φρίκαι γίνονται,
καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως, καὶ μικρῶν ἐπιγινομένων αἰτίων.
οὐκ οἶδα, τί ποτε δόξαν αὐτῷ, τοὺς μὲν ἑτοίμως
436
ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησὶ, τοὺς δ ἤδη
νοσοῦντας οὐδ ὅλως νοσεῖν. οἱ γὰρ ἐν τεταρταίαις καὶ
τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν,
ἐν πάθει καθεστήκασι, κινουμένης δ αὐτῶν
τῆς νοσώδους κατασκευῆς, ἐπειδὰν μηδὲν τούτων πάσχωσιν,
ἀλλ ἐν τοῖς καλουμένοις διαλείμμασιν ὦσιν,
158
ἔξω τῶν
παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοιτό τις
ἂν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν, ἐρῶσιν, φθονοῦσιν,
τι τοιοῦτον ἕτερον πάσχουσιν. καὶ γὰρ οὗτοι, καθ ὃν
μὲν ἂν χρόνον ὑπνώττωσιν, πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν
ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ ὀλίγον δὲ
ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν
ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. ὅσοις μέντοι
μήτε πένθος ἐνέστηκε, μήτ ἐπιθυμία τις ὑπόγυιος, θυμὸς,
οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν.
ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι
δ οὒ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις, οἱ
δ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν
437
τὰς ψυχὰς, εἴπερ μηδ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία
φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ
τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά
τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. τί ποτ
οὖν, βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτοὺς, εἰκάζετε
τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς
πάθη; τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει
ταυτί; οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη, ἣν
προσαγορεύομεν ἰατρικὴν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν
ψυχήν ἐστί τις τέχνη, οὔτ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ
θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνοις. διὸ καὶ, καθάπερ
τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων
αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ
τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ
ἐπιβάλλει ἀμφοτέρων τούτων ἐντὸς εἶναι, ὡς ἔνι ἄριστα.
καὶ ὅτι οὕτως ἔχει, μάθοι ἄν τις τῆς πρὸς ταῦτα ἀναλογίας
παρατεθείσης ἀπ ἀρχῆς. γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα
οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν
438
τῶν θεραπειῶν ὁμοιότητα, καὶ ἔτι τὴν ἀμφοτέρων τῶν
ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν. ὅτι μὲν οὖν ἀναλογίαν
τινὲς βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα,
δῆλον οἶμαι γεγονέναι, καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης
ῥήσεως, ἀλλὰ καὶ δι ὧν ἐφεξῆς γράφει τόνδε τὸν
τρόπον ἐχόντων· καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται
ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία καὶ τόνος,
πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, εὐεξία τε καὶ
καχεξία, καὶ τἄλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ
ἀῤῥωστήματα καὶ νοσήματα, κατὰ τὸν αὐτὸν, φησὶ, τρόπον
ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε
καὶ ὀνομάζεται. εἶθ ἑξῆς ἐπιφέρων φησὶν, ὡς οἴομαι, ἀπὸ
τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς
συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας
λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν, καὶ εὐτόνους καὶ ἀτόνους εἶναι,
καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ
τοῦ κατ αὐτὴν ἀῤῥωστήματος λεγομένου, καὶ τῶν τούτοις παραπλησίων.
ἐναργῶς γὰρ ἐν τούτοις Χρύσιππος ἀναλογίαν
439
τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα,
καὶ παθῶν πρὸς πάθη, καὶ ἀῤῥωστημάτων πρὸς ἀῤῥωστήματα,
καὶ νοσημάτων πρὸς νοσήματα, καὶ ὑγιείας πρὸς
ὑγίειαν, καὶ εὐεξίας πρὸς εὐεξίαν, καὶ ἰσχύος πρὸς ἰσχὺν,
καὶ ἀσθενείας πρὸς ἀσθένειαν, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων
τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα,
καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν, εἴ γε δὴ συνώνυμά
φησιν ὑπάρχειν αὐτά. ὥστε, ὅπως ἄν τις ὁρίζηται καθόλου
τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ, καὶ τὴν
ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν
πρόκειται τῷ Χρυσίππῳ ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε
καὶ φυλάττειν, ἐκ τούτων δῆλον.
159
εἰ δὲ ἐπιχειρήσας
αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον
ἐστὶ τῆς ὁμοιότητος, ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον,
ὡς οὐκ ἀληθεῖ. τοῦτο δ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν
ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν
ἠθικῷ. γράφει γοῦν ᾧδε· διὸ καὶ κατὰ τρόπον προῆκται
Ζήνωνι λόγος.
287
δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ
440
τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος
νόσος ἀσυμμετρία τῶν ἐν αὐτῷ θερμοῦ, καὶ ψυχροῦ, καὶ
ξηροῦ, καὶ ὑγροῦ. καὶ μετ ὀλίγα· δ ἐν τῷ σώματι
ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διῃρημένων. καὶ
πάλιν ἐφεξῆς· οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην
τῶν ῥηθέντων εὐκρασίαν. καὶ πάλιν ἐφεξῆς· λέγεται
δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἐν
θερμοῖς, καὶ ψυχροῖς, καὶ ὑγροῖς, καὶ ξηροῖς γενομένη
συμμετρία ἀσυμμετρία ἐστὶν ὑγίεια νόσος, δὲ ἐν νεύροις
συμμετρία ἀσυμμετρία ἰσχὺς ἀσθένεια, καὶ εὐτονία
ἀτονία, δ ἐν τοῖς μέλεσι συμμετρία ἀσυμμετρία
κάλλος αἶσχος. ἀλλὰ ταῦτα μὲν, γενναιότατε Χρύσιππε,
καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ ἡμῖν, ὡς ἐπηγγείλω,
τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς
ὠνομασμένων, ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ νόσου.
ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν συμμετρία τῶν ἁπλουστάτων
αὐτοῦ μορίων, δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ
441
θερμοῦ λέγω, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, κατὰ τὸν
αὐτὸν τρόπον εἴη ἂν, οἶμαι, καὶ τῆς ψυχῆς ὑγίεια συμμετρία
τις τῶν ἁπλῶν αὐτῆς μορίων· τίνα ποτ ἐστὶ, καὶ
ὁπόσα, καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον
ἔσται σοι, μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω.
καὶ δὴ καὶ νόσος τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις
ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων,
ὧν συμμετρία τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα
κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι, καὶ τὸ λογιστικὸν,
ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικὸν, ὥστε σώζεσθαι
τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν
ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ
ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν
τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα
τὴν νόσον. ἔστι γὰρ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον.
ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς
τὴν ἔννοιαν· τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς
διαφορά· οὕτω γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο.
442
ὅτι δ ἀνωτάτω τ ἐστὶν ἀπόδειξις ἥδε, καὶ πάσας τὰς
κατὰ μέρος νόσους ἀκριβῶς περιλαμβάνει, τάς τε τῆς ψυχῆς
ἡμῶν, καὶ τὰς τοῦ σώματος, καὶ τὰς ἐν τοῖς ἄλλοις
ζώοις τε καὶ φυτοῖς, ἤδη δὲ κᾀν ταῖς πόλεσιν ὅλαις, οὐ
χαλεπὸν καταμαθεῖν. οὕτω γὰρ, οἶμαι, καὶ τὰς στασιαζούσας
πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς
ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν.
αὕτη μὲν γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ
ἁπλουστάτων μορίων πρὸς ἄλληλα στάσις ἧττον ταύτης
ἐστὶ γενικὴ, καὶ ταύτης ἔθ ἧττον, ἐπειδὰν θερμῶν,
καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν ἀμετρία τις εἶναι
λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν
ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ τοῦ λογιστικοῦ στάσις
οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος. δὲ Χρύσιππος
ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν·
πρῶτον μὲν, ὅτι διαφέρεται πρὸς αὑτὸν, ἐν μὲν τῷ περὶ
παθῶν ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ
νόσον τῇ κατὰ τὸ σῶμα,
160
διὰ δὲ τοῦ πρώτου τῶν
443
λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ·
ἔπειθ ὅτι μηδ’, ὅπερ ἀληθῶς ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν
καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον, ἠδυνήθη δεῖξαι.
τί δ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα
συμμετρία, καθ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν. πάντα
γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ ἓν ὑποθέμενος
γίγνεσθαι· τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι,
τίνων μέν ἐστι μορίων τῆς ψυχῆς ὑγίεια συμμετρία.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος
γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως
ἀπορεῖ δεικνύναι, ποίων μὲν τῆς ψυχῆς μερῶν συμμετρία
κάλλος ἐστὶ, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει
γ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων
ὡδί· διὸ καὶ καλὴ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται
κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων
μερῶν. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν
τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς καλὴν, αἰσχρὰν
444
αὐτὴν εἶναι λεκτέον ἐστὶ, καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς
εἴρηται τῷ Χρυσίππῳ. τίνα δ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς
μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ
καὶ τὴν ὑγίειαν αὐτῆς, καὶ τὴν νόσον, καὶ τὸ κάλλος,
καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε
τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν.
ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· ἔστι δὲ τῆς ψυχῆς
μέρη, δι ὧν ἐν αὐτῇ λόγος συνέστηκε, καὶ ἐν
αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ αἰσχρὰ ψυχὴ κατὰ τὸ
ἡγεμονικὸν μόριον ἔχον οὕτως οὕτως κατὰ τοὺς οἰκείους
μερισμούς. ποίους οἰκείους μερισμοὺς, Χρύσιππε, προσγράψας
ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων; ἀλλ οὔτ ἐνταῦθα
προσέγραψας, οὔτ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων,
ἀλλ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον
τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρήσεις τε παραχρῆμα
τῆς διδασκαλίας αὐτοῦ, καὶ μηκυνεῖς τὸν λόγον ἐν
τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ
ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ
445
παρέδραμες εἴθ ἑκὼν εἴτ ἄκων τὸν λόγον, (οὐ γὰρ ἔχω
συμβαλεῖν,) ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος
ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς
ἀληθείας αὐτοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως
ποιησάμενος ἐχούσης ᾧδε.

Tokens

Περὶ 1 w 4
δὲ 1 w 6
τῶν 1 w 9
τῆς 1 w 12
ψυχῆς 1 w 17
παθῶν 1 w 22
ὡς 1 w 25
οὐκ 1 w 28
ἔστι 1 w 32
τῆς 2 w 35
λογικῆς 1 w 42
δυνάμεως 1 w 50
ἤδη 1 w 54
μέν 1 w 57
μοι 1 w 60
καὶ 1 w 63
τὸ 1 w 65
πρὸ 1 w 68
τούτου 1 w 74
πεπλήρωται 1 w 84
βιβλίον 1 w 91
ὧν 1 w 93
αὐτὸς 1 w 98
ἀκούων 1 w 104
ὁμολογεῖ 1 w 112
πληρωθήσεται 1 w 125
δ 4 w 126
οὐδὲν 1 w 132
ἧττον 1 w 137
καὶ 2 w 140
τοῦτο 1 w 145
τὴν 1 w 148
ἀρχὴν 1 w 153
ἐνθένδε 1 w 160
ποιησαμένῳ 1 w 170
τὸ 3 w 173
πάθος 1 w 178
τῆς 3 w 181
ψυχῆς 2 w 186
κίνησίν 1 w 193
τινα 1 w 197
παρὰ 1 w 201
φύσιν 1 w 206
ἄλογον 1 w 212
ὑπάρχειν 1 w 220
οὐχ 1 w 224
οἱ 1 w 226
παλαιοὶ 1 w 233
μόνον 1 w 238
ἀλλὰ 1 w 243
καὶ 3 w 246
Χρύσιππος 1 w 255
ὁμολογεῖ 2 w 263
καὶ 4 w 267
μὲν 1 w 270
δὴ 1 w 272
ὡς 2 w 274
1 w 275
κίνησις 1 w 282
αὕτη 1 w 286
ταῖς 1 w 290
τῶν 2 w 293
ἀστείων 1 w 300
οὐκ 2 w 303
ἐγγίνεται 1 w 312
ψυχαῖς 1 w 318
ὡμολόγηται 1 w 329
παρ 2 w 332
ἀμφοῖν 1 w 339
ὁποία 1 w 345
δέ 1 w 347
τίς 1 w 350
ἐστιν 1 w 355
2 w 356
τῶν 3 w 359
φαύλων 1 w 365
ψυχὴ 1 w 369
κατά 1 w 373
τε 2 w 375
τὰ 1 w 377
πάθη 1 w 381
καὶ 5 w 384
πρὸ 2 w 387
τῶν 4 w 390
παθῶν 2 w 395
οὐκ 3 w 399
ἔθ 1 w 401
ὁμοίως 1 w 408
ἐξηγοῦνται 1 w 418
Χρύσιππος 2 w 428
μὲν 2 w 431
γὰρ 1 w 434
ἀνάλογον 1 w 442
ἔχειν 1 w 447
αὐτήν 1 w 452
φησι 1 w 456
τοῖς 1 w 460
ἐπιτηδείοις 1 w 471
σώμασιν 1 w 478
εἰς 1 w 481
πυρετοὺς 1 w 489
ἐμπίπτειν 1 w 498
1 w 500
διαῤῥοίας 1 w 509
2 w 511
τι 4 w 513
τοιοῦτον 1 w 521
ἕτερον 1 w 527
ἐπὶ 1 w 530
μικρᾷ 1 w 535
καὶ 6 w 538
τυχούσῃ 1 w 545
προφάσει 1 w 553
καὶ 7 w 557
μέμφεταί 1 w 565
γε 3 w 567
5 w 568
Ποσειδώνιος 1 w 579
αὐτοῦ 1 w 584
τὴν 2 w 587
εἰκόνα 1 w 593
χρῆναι 1 w 600
γάρ 1 w 603
φησιν 1 w 608
οὐ 6 w 610
τούτοις 1 w 617
ἀλλὰ 2 w 622
τοῖς 2 w 626
ἁπλῶς 1 w 631
ὑγιαίνουσι 1 w 641
σώμασιν 2 w 648
εἰκάσαι 1 w 655
τὴν 3 w 658
τῶν 5 w 661
φαύλων 2 w 667
ψυχήν 1 w 672
εἴτε 1 w 677
γὰρ 2 w 680
ἐπὶ 2 w 683
μεγάλοις 1 w 691
αἰτίοις 1 w 698
εἴτ 2 w 702
ἐπὶ 3 w 706
μικροῖς 1 w 713
πυρέττοιεν 1 w 723
οὐδὲν 2 w 729
διαφέρειν 1 w 738
ὡς 3 w 740
πρὸς 1 w 744
τὸ 4 w 746
πάσχειν 1 w 753
τε 6 w 755
αὐτὰ 1 w 759
καὶ 8 w 762
εἰς 2 w 765
πάθος 2 w 770
ἄγεσθαι 1 w 777
καθ 1 w 780
ὁτιοῦν 1 w 787
ἀλλὰ 3 w 792
τῷ 1 w 794
τὰ 3 w 796
μὲν 3 w 799
εὐέμπτωτα 1 w 808
εἶναι 1 w 813
τὰ 4 w 816
δὲ 4 w 818
δύσπτωτα 1 w 826
διαφέρειν 2 w 835
ἀλλήλων 1 w 842
οὔκουν 1 w 849
ὀρθῶς 1 w 854
εἰκάζεσθαί 1 w 864
φησιν 2 w 869
ὑπὸ 1 w 872
τοῦ 3 w 875
Χρυσίππου 1 w 884
τὴν 4 w 887
μὲν 4 w 890
ὑγίειαν 1 w 897
τῆς 4 w 900
ψυχῆς 3 w 905
τῇ 1 w 907
τοῦ 4 w 910
σώματος 1 w 917
ὑγιείᾳ 1 w 923
τὴν 5 w 927
δὲ 5 w 929
νόσον 1 w 934
τῇ 2 w 936
ῥᾳδίως 1 w 942
εἰς 3 w 945
νόσημα 1 w 951
ἐμπιπτούσῃ 1 w 961
καταστάσει 1 w 971
τοῦ 5 w 974
σώματος 2 w 981
ἀπαθῆ 1 w 987
μὲν 5 w 990
γὰρ 3 w 993
γίγνεσθαι 1 w 1002
ψυχὴν 1 w 1007
τὴν 6 w 1010
τοῦ 6 w 1013
σοφοῦ 1 w 1018
δηλονότι 1 w 1026
σῶμα 1 w 1031
δ 20 w 1032
οὐδὲν 3 w 1038
ὑπάρχειν 2 w 1046
ἀπαθὲς 1 w 1052
ἀλλὰ 4 w 1057
δικαιότερον 1 w 1068
εἶναι 2 w 1073
προσεικάζειν 1 w 1085
τὰς 1 w 1088
τῶν 6 w 1091
φαύλων 3 w 1097
ψυχὰς 1 w 1102
ἤτοι 1 w 1106
τῇ 3 w 1108
σωματικῇ 1 w 1116
ὑγιείᾳ 2 w 1122
ἐχούσῃ 1 w 1128
τὸ 5 w 1130
εὐέμπτωτον 1 w 1140
εἰς 4 w 1143
νόσον 2 w 1148
οὕτω 1 w 1154
γὰρ 4 w 1157
ὠνόμασεν 1 w 1165
7 w 1166
Ποσειδώνιος 2 w 1177
2 w 1180
αὐτῇ 1 w 1184
τῇ 5 w 1186
νόσῳ 1 w 1190
εἶναι 3 w 1196
γὰρ 5 w 1199
μᾶλλον 1 w 1205
νοσώδη 1 w 1211
τινὰ 1 w 1215
ἕξιν 1 w 1219
3 w 1221
ἤδη 2 w 1224
νοσοῦσαν 1 w 1232
συμφέρεται 1 w 1243
μέντοι 1 w 1249
τῷ 2 w 1251
Χρυσίππῳ 1 w 1259
καὶ 9 w 1262
αὐτὸς 2 w 1267
ὡς 4 w 1270
νοσεῖν 1 w 1276
τε 8 w 1278
καὶ 10 w 1281
λέγειν 1 w 1287
τὴν 7 w 1290
ψυχὴν 2 w 1295
ἅπαντας 1 w 1302
τοὺς 2 w 1306
φαύλους 1 w 1313
ἐοικέναι 1 w 1322
τε 9 w 1324
τὴν 8 w 1327
νόσον 3 w 1332
αὐτῶν 1 w 1337
ταῖς 2 w 1341
εἰρημέναις 1 w 1351
τοῦ 7 w 1354
σώματος 3 w 1361
καταστάσεσι 1 w 1372
λέγει 2 w 1378
γοῦν 2 w 1382
ᾧδε 1 w 1385
κατὰ 1 w 1389
λέξιν 1 w 1394
διὸ 1 w 1398
καὶ 11 w 1401
3 w 1402
νόσος 1 w 1407
τῆς 5 w 1410
ψυχῆς 4 w 1415
ἔοικεν 1 w 1421
οὐχ 2 w 1425
ὡς 5 w 1428
8 w 1429
Χρύσιππος 3 w 1438
ὑπείληφε 1 w 1446
τῇ 6 w 1449
νοσώδει 1 w 1456
καχεξίᾳ 1 w 1463
τοῦ 8 w 1466
σώματος 4 w 1473
καθ 2 w 1477
ἣν 1 w 1480
ὑποφέρεται 1 w 1490
ῥομβώδεσιν 1 w 1500
οὐχὶ 1 w 1505
περιοδικοῖς 1 w 1516
οἷς 1 w 1520
τ 118 w 1521
ἐμπίπτε 2 w 1529
ἰπυρετοῖς 1 w 1538
ἀλλὰ 5 w 1543
μᾶλλον 2 w 1549
ἔοικεν 2 w 1555
4 w 1556
ψυχικὴ 1 w 1562
νόσος 2 w 1567
ἤτοι 2 w 1571
σωματικῇ 2 w 1579
ὑγιείᾳ 3 w 1585
ἐχούσῃ 2 w 1591
τὸ 7 w 1593
εὐέμπτωτον 2 w 1603
εἰς 5 w 1606
τὴν 9 w 1609
νόσον 4 w 1614
4 w 1616
αὐτῇ 2 w 1620
τῇ 8 w 1622
νόσῳ 2 w 1626
ἔστι 2 w 1631
γὰρ 6 w 1634
5 w 1635
μὲν 6 w 1638
σωματικὴ 1 w 1646
νόσος 3 w 1651
ἕξις 1 w 1655
ἤδη 3 w 1658
νοσοῦσα 2 w 1665
6 w 1667
δὲ 7 w 1669
ὑπὸ 2 w 1672
τοῦ 9 w 1675
Χρυσίππου 2 w 1684
λεγομένη 1 w 1692
νόσος 4 w 1697
εὐεμπτωσίᾳ 1 w 1707
μᾶλλον 3 w 1713
ἔοικεν 3 w 1719
εἰς 6 w 1722
πυρετούς 1 w 1730
ἐν 2 w 1733
τούτοις 2 w 1740
τὸν 1 w 1743
Ποσειδώνιον 1 w 1754
ἐπαινῶ 1 w 1760
μὲν 7 w 1763
ὅτι 1 w 1767
τοῖς 4 w 1771
ὑγιαίνουσι 2 w 1781
σώμασιν 3 w 1788
ὁμοίως 2 w 1794
ἔχειν 2 w 1799
φησὶ 1 w 1803
τὰς 2 w 1806
τῶν 8 w 1809
φαύλων 4 w 1815
ψυχὰς 2 w 1820
ὅταν 1 w 1825
ἔξω 1 w 1828
παθῶν 3 w 1833
καθεστήκωσιν 1 w 1845
οὐκ 4 w 1849
ἐπαινῶ 2 w 1855
δὲ 8 w 1857
νόσον 5 w 1862
ὀνομάζοντα 1 w 1872
τὴν 10 w 1875
τοιαύτην 1 w 1883
κατάστασιν 1 w 1893
ἐχρῆν 1 w 1899
γὰρ 7 w 1902
εἴπερ 1 w 1908
ὀρθῶς 2 w 1913
εἴκαζε 1 w 1919
τὰς 3 w 1923
μὲν 8 w 1926
τῶν 9 w 1929
σπουδαίων 1 w 1938
ψυχὰς 3 w 1943
ὁμοίως 3 w 1949
ἔχειν 3 w 1954
φάναι 1 w 1959
τοῖς 5 w 1963
ἀπαθέσι 1 w 1970
σώμασιν 4 w 1977
εἴτ 3 w 1981
οὗν 1 w 1985
ἐστιν 2 w 1990
εἴτ 4 w 1994
οὐκ 5 w 1998
ἔστι 3 w 2002
τινὰ 2 w 2006
τοιαῦτα 1 w 2013
περιττὸν 1 w 2023
γὰρ 8 w 2026
ὡς 6 w 2028
πρὸς 2 w 2032
τὴν 11 w 2035
προκειμένην 1 w 2046
εἰκόνα 2 w 2052
διασκέπτεσθαι 1 w 2065
τοῦτο 2 w 2070
τὰς 4 w 2075
δὲ 9 w 2077
τῶν 10 w 2080
προκοπτόντων 1 w 2092
τοῖς 6 w 2096
εὐεκτικοῖς 1 w 2106
τὰς 5 w 2110
δὲ 10 w 2112
τῶν 11 w 2115
μετρίων 1 w 2122
ἀνδρῶν 1 w 2128
τοῖς 7 w 2132
ὑγιαίνουσι 3 w 2142
χωρὶς 1 w 2147
εὐεξίας 1 w 2154
τὰς 6 w 2158
δὲ 11 w 2160
τῶν 12 w 2163
πολλῶν 1 w 2169
τε 12 w 2171
καὶ 12 w 2174
φαύλων 5 w 2180
τοῖς 8 w 2184
ἐπὶ 4 w 2187
σμικρᾷ 1 w 2193
προφάσει 2 w 2201
νοσοῦσι 1 w 2208
τὰς 7 w 2212
δὲ 12 w 2214
τῶν 13 w 2217
ὀργιζομένων 1 w 2228
5 w 2230
θυμουμένων 1 w 2240
6 w 2242
ὅλως 1 w 2246
ἐν 3 w 2248
πάθει 1 w 2253
τινὶ 1 w 2257
καθεστώτων 1 w 2267
τοῖς 9 w 2271
ἤδη 4 w 2274
νοσοῦσιν 1 w 2282
ἀλλὰ 6 w 2287
γὰρ 9 w 2290
εὐλαβηθῆναί 1 w 2301
μοι 2 w 2304
δοκεῖ 1 w 2309
διαφερόμενος 1 w 2321
ἐν 4 w 2323
ἅπασι 1 w 2328
φωραθῆναι 1 w 2337
Χρυσίππῳ 2 w 2345
τίνα 1 w 2350
γὰρ 10 w 2353
ἄν 1 w 2355
τις 1 w 2358
ἄλλην 1 w 2363
αἰτίαν 1 w 2369
εἴποι 1 w 2374
τοῦ 11 w 2377
τὴν 12 w 2380
νόσον 6 w 2385
τῆς 6 w 2388
ψυχῆς 5 w 2393
ὁμοιοῦν 1 w 2400
αὐτὸν 1 w 2405
τῇ 9 w 2407
καταστάσει 2 w 2417
τῶν 14 w 2420
θ 27 w 2421
ὑγιαινόντων 1 w 2433
σωμάτων 1 w 2440
τῶν 15 w 2444
τ 199 w 2445
ἤδη 5 w 2449
νοσούντων 1 w 2458
οὐ 13 w 2461
γὰρ 11 w 2464
ἀμφοτέροις 1 w 2474
ἀλλὰ 7 w 2479
μόνοις 1 w 2485
τοῖς 10 w 2489
νοσοῦσι 3 w 2496
δικαιότερον 2 w 2507
ἦν 1 w 2509
παραβεβλῆσθαι 1 w 2522
τὰς 8 w 2525
νοσούσας 1 w 2533
ψυχάς 1 w 2538
ἀδύνατον 1 w 2547
γὰρ 12 w 2550
ἓν 1 w 2552
πρᾶγμα 1 w 2558
τὴν 13 w 2562
νόσον 7 w 2567
τῆς 7 w 2570
ψυχῆς 6 w 2575
δυσὶν 1 w 2581
ἐναντίοις 1 w 2590
ὡμοιῶσθαι 1 w 2599
πράγμασιν 1 w 2608
ὑγιείᾳ 4 w 2615
τε 14 w 2617
ἅμα 1 w 2620
καὶ 13 w 2623
νόσῳ 3 w 2627
εἰ 12 w 2630
γὰρ 13 w 2633
δὴ 2 w 2635
τοῦτο 3 w 2640
καὶ 14 w 2644
τὴν 14 w 2647
ὑγίειαν 2 w 2654
ἀναγκαῖον 1 w 2663
ἔσται 1 w 2668
τῇ 10 w 2670
νόσῳ 4 w 2674
παραπλησίαν 1 w 2685
ὑπάρχειν 3 w 2693
εἴ 8 w 2696
γε 7 w 2698
δὴ 3 w 2700
καὶ 15 w 2703
τῇ 11 w 2705
τῆς 8 w 2708
ψυχῆς 7 w 2713
νόσῳ 5 w 2717
προσέοικεν 1 w 2727
ἑκάτερον 1 w 2735
αὐτῶν 2 w 2740
τὰ 14 w 2743
γὰρ 14 w 2746
τῷ 3 w 2748
αὐτῷ 1 w 2752
παραπλήσια 1 w 2762
πάντως 1 w 2768
που 4 w 2771
καὶ 16 w 2774
ἀλλήλοις 1 w 2782
ἐστὶ 1 w 2786
παραπλήσια 2 w 2796
Χρύσιππος 4 w 2806
δ 51 w 2807
ἀτοπώτερος 1 w 2818
ἔτι 1 w 2821
μηδ 1 w 2825
ἐν 6 w 2828
ταῖς 3 w 2832
περιοδικαῖς 1 w 2843
τισι 1 w 2847
νόσοις 1 w 2853
καθεστώσαις 1 w 2864
οἱονεὶ 1 w 2871
τριταίων 1 w 2879
7 w 2880
τεταρταίων 1 w 2890
πυρετῶν 1 w 2897
ὡμοιῶσθαι 2 w 2907
συγχωρῶν 1 w 2915
τὴν 15 w 2918
νόσον 8 w 2923
τῆς 9 w 2926
ψυχῆς 8 w 2931
γράφει 1 w 2938
γοῦν 3 w 2942
ᾧδε 2 w 2945
ὑπονοητέον 1 w 2956
τοίνυν 1 w 2962
τὴν 16 w 2966
μὲν 9 w 2969
τῆς 10 w 2972
ψυχῆς 9 w 2977
νόσον 9 w 2982
ὁμοιοτάτην 1 w 2992
εἶναι 4 w 2997
τῇ 12 w 2999
τοῦ 13 w 3002
σώματος 5 w 3009
πυρετώδει 1 w 3018
καταστάσει 3 w 3028
καθ 6 w 3032
ἣν 2 w 3035
οὐ 14 w 3037
περιοδικῶς 1 w 3047
ἀλλ 10 w 3051
ἀτάκτως 1 w 3059
πυρετοὶ 1 w 3066
καὶ 17 w 3069
φρίκαι 1 w 3075
γίνονται 1 w 3083
καὶ 18 w 3087
ἄλλως 1 w 3092
ἀπὸ 1 w 3095
τῆς 11 w 3098
διαθέσεως 1 w 3107
καὶ 19 w 3111
μικρῶν 1 w 3117
ἐπιγινομένων 1 w 3129
αἰτίων 1 w 3135
οὐκ 6 w 3139
οἶδα 1 w 3143
τί 7 w 3146
ποτε 1 w 3150
δόξαν 1 w 3155
αὐτῷ 2 w 3159
τοὺς 3 w 3164
μὲν 10 w 3167
ἑτοίμως 1 w 3174
ἔχοντας 1 w 3181
πρὸς 3 w 3185
τὸ 11 w 3187
νοσῆσαι 1 w 3194
νοσεῖν 2 w 3200
ἤδη 6 w 3203
φησὶ 2 w 3207
τοὺς 4 w 3212
δ 61 w 3213
ἤδη 7 w 3217
νοσοῦντας 1 w 3226
οὐδ 4 w 3229
ὅλως 2 w 3234
νοσεῖν 3 w 3240
οἱ 3 w 3243
γὰρ 15 w 3246
ἐν 7 w 3248
τεταρταίαις 1 w 3259
καὶ 20 w 3262
τριταίαις 1 w 3271
περιόδοις 1 w 3280
ὄντες 1 w 3285
ἐπειδὰν 1 w 3293
μὲν 11 w 3296
ῥιγῶσί 1 w 3302
τε 21 w 3304
καὶ 21 w 3307
πυρέττωσιν 1 w 3317
ἐν 8 w 3320
πάθει 2 w 3325
καθεστήκασι 1 w 3336
κινουμένης 1 w 3347
δ 66 w 3348
αὐτῶν 3 w 3354
τῆς 12 w 3357
νοσώδους 1 w 3365
κατασκευῆς 1 w 3375
ἐπειδὰν 2 w 3383
μηδὲν 1 w 3388
τούτων 1 w 3394
πάσχωσιν 1 w 3402
ἀλλ 11 w 3406
ἐν 9 w 3409
τοῖς 11 w 3413
καλουμένοις 1 w 3424
διαλείμμασιν 1 w 3436
ὦσιν 1 w 3440
ἔξω 2 w 3444
τῶν 19 w 3447
παθῶν 4 w 3452
εἰσι 1 w 3456
τὴν 17 w 3460
μέντοι 2 w 3466
νοσώδη 2 w 3472
κατάστασιν 2 w 3482
εἰκάζοιτό 1 w 3491
τις 2 w 3494
ἂν 1 w 3496
οἶμαι 1 w 3502
τοῖς 12 w 3507
ἤτοι 3 w 3511
πενθοῦσιν 1 w 3520
8 w 3522
ἐρῶσιν 1 w 3528
9 w 3530
φθονοῦσιν 1 w 3539
12 w 3541
τι 22 w 3543
τοιοῦτον 2 w 3551
ἕτερον 2 w 3557
πάσχουσιν 1 w 3566
καὶ 22 w 3570
γὰρ 16 w 3573
οὗτοι 1 w 3578
καθ 8 w 3582
ὃν 1 w 3585
μὲν 12 w 3588
ἂν 2 w 3590
χρόνον 1 w 3596
10 w 3597
ὑπνώττωσιν 1 w 3607
11 w 3609
πρὸς 4 w 3613
ἄλλῳ 1 w 3617
τινὶ 2 w 3621
τὴν 18 w 3624
διάνοιαν 1 w 3632
ἔχωσιν 1 w 3638
ἔξω 3 w 3642
τῶν 20 w 3645
παθῶν 5 w 3650
γίνονται 2 w 3658
μετ 2 w 3662
ὀλίγον 1 w 3669
δὲ 14 w 3671
ἀναμνησθέντες 1 w 3684
αὐτῶν 4 w 3689
εἰς 7 w 3692
παραπλησίαν 2 w 3703
τινὰ 3 w 3707
κατάστασιν 3 w 3717
ἀφικνοῦνται 1 w 3728
ταῖς 4 w 3732
καταβολαῖς 1 w 3742
τῶν 22 w 3745
πυρετῶν 2 w 3752
ὅσοις 1 w 3758
μέντοι 3 w 3764
μήτε 1 w 3768
πένθος 1 w 3774
ἐνέστηκε 1 w 3782
μήτ 2 w 3786
ἐπιθυμία 1 w 3795
τις 3 w 3798
ὑπόγυιος 1 w 3806
12 w 3808
θυμὸς 1 w 3813
οὗτοι 2 w 3819
τοῖς 13 w 3823
ὑγιαίνουσι 4 w 3833
τὰ 15 w 3835
σώματα 1 w 3841
παραπλησίως 1 w 3852
ἔχουσιν 1 w 3859
ἐπεὶ 1 w 3864
δὲ 15 w 3866
καὶ 23 w 3869
τούτων 2 w 3875
αὐτῶν 5 w 3880
ἔνιοι 1 w 3885
μέν 14 w 3888
εἰσιν 1 w 3893
εὐάλωτοι 1 w 3901
νόσοις 2 w 3907
ἔνιοι 2 w 3913
δ 75 w 3914
οὒ 1 w 3917
καὶ 24 w 3921
τῶν 25 w 3924
τὰς 9 w 3927
ψυχὰς 4 w 3932
ὑγιαινόντων 2 w 3943
οἱ 4 w 3945
μὲν 13 w 3948
τούτοις 3 w 3955
οἱ 5 w 3958
δ 76 w 3959
ἐκείνοις 1 w 3968
ὁμοίως 4 w 3974
ἕξουσιν 1 w 3981
οὐ 17 w 3984
μὴν 1 w 3987
λεχθήσονταί 1 w 3998
γε 8 w 4000
νοσεῖν 4 w 4006
τὰς 10 w 4009
ψυχὰς 5 w 4014
εἴπερ 2 w 4020
μηδ 3 w 4023
ἐκεῖνοι 1 w 4031
τὰ 18 w 4033
σώματα 2 w 4039
ἀλλὰ 8 w 4044
νὴ 1 w 4046
Δία 1 w 4049
φήσει 1 w 4054
τις 4 w 4057
ἴσως 1 w 4061
τῶν 26 w 4064
Στωϊκῶν 1 w 4071
ὥσπερ 1 w 4077
οὖν 1 w 4080
καὶ 25 w 4083
λέγουσιν 1 w 4091
οὐ 18 w 4094
τὴν 19 w 4097
αὐτὴν 1 w 4102
ἀναλογίαν 1 w 4111
εἶναι 5 w 4116
τῇ 13 w 4118
ψυχῇ 1 w 4122
πρὸς 5 w 4126
τὸ 12 w 4128
σῶμα 2 w 4132
κατά 5 w 4136
τε 25 w 4138
τὰ 19 w 4140
πάθη 2 w 4144
καὶ 26 w 4147
τὰ 20 w 4149
νοσήματα 1 w 4157
καὶ 27 w 4160
τὴν 21 w 4163
ὑγίειαν 3 w 4170
τί 8 w 4173
ποτ 2 w 4176
οὖν 2 w 4180
2 w 4182
βέλτιστοι 1 w 4191
φαίημεν 1 w 4199
ἂν 3 w 4201
ἡμεῖς 1 w 4206
πρὸς 6 w 4210
αὐτοὺς 1 w 4216
εἰκάζετε 1 w 4225
τοῖς 14 w 4229
κατὰ 2 w 4233
τὸ 13 w 4235
σῶμα 3 w 4239
πάθεσί 1 w 4245
τε 27 w 4247
καὶ 28 w 4250
νοσήμασι 1 w 4258
τὰ 22 w 4260
τῆς 13 w 4263
ψυχῆς 10 w 4268
πάθη 3 w 4272
τί 9 w 4275
δὲ 16 w 4277
Χρύσιππος 5 w 4286
ἐν 11 w 4288
τῷ 6 w 4290
περὶ 1 w 4294
παθῶν 6 w 4299
ἠθικῷ 1 w 4304
γράφει 2 w 4310
ταυτί 1 w 4315
οὔτε 1 w 4320
γὰρ 17 w 4323
περὶ 2 w 4327
τὸ 14 w 4329
νοσοῦν 2 w 4335
σῶμά 1 w 4339
ἐστί 1 w 4343
τις 5 w 4346
τέχνη 1 w 4351
ἣν 3 w 4354
προσαγορεύομεν 1 w 4368
ἰατρικὴν 1 w 4376
οὐχὶ 2 w 4381
δὲ 17 w 4383
καὶ 29 w 4386
περὶ 3 w 4390
τὴν 22 w 4393
νοσοῦσαν 2 w 4401
ψυχήν 2 w 4406
ἐστί 2 w 4410
τις 6 w 4413
τέχνη 2 w 4418
οὔτ 2 w 4422
ἐν 12 w 4425
τῇ 14 w 4427
κατὰ 3 w 4431
μέρος 1 w 4436
θεωρίᾳ 1 w 4442
τε 29 w 4444
καὶ 30 w 4447
θεραπείᾳ 1 w 4455
δεῖ 1 w 4458
λείπεσθαι 1 w 4467
ταύτην 1 w 4473
ἐκείνοις 2 w 4481
διὸ 2 w 4485
καὶ 31 w 4488
καθάπερ 1 w 4496
τῷ 7 w 4498
περὶ 4 w 4502
τὰ 24 w 4504
σώματα 3 w 4510
ἰατρῷ 1 w 4515
καθήκει 1 w 4522
τῶν 27 w 4525
τε 30 w 4527
συμβαινόντων 1 w 4539
αὐτοῖς 1 w 4545
παθῶν 7 w 4550
ἐντὸς 1 w 4555
εἶναι 6 w 4560
ὡς 7 w 4563
εἰώθασι 1 w 4570
τοῦτο 4 w 4575
λέγειν 2 w 4581
καὶ 32 w 4585
τῆς 14 w 4588
ἑκάστῳ 1 w 4594
οἰκείας 1 w 4601
θεραπείας 1 w 4610
οὕτω 2 w 4615
καὶ 33 w 4618
τῷ 8 w 4620
τῆς 15 w 4623
ψυχῆς 11 w 4628
ἰατρῷ 2 w 4633
ἐπιβάλλει 1 w 4642
ἀμφοτέρων 1 w 4651
τούτων 3 w 4657
ἐντὸς 2 w 4662
εἶναι 7 w 4667
ὡς 8 w 4670
ἔνι 3 w 4673
ἄριστα 1 w 4679
καὶ 34 w 4683
ὅτι 2 w 4686
οὕτως 1 w 4691
ἔχει 4 w 4695
μάθοι 1 w 4701
ἄν 2 w 4703
τις 7 w 4706
τῆς 16 w 4709
πρὸς 7 w 4713
ταῦτα 1 w 4718
ἀναλογίας 1 w 4727
παρατεθείσης 1 w 4739
ἀπ 5 w 4741
ἀρχῆς 1 w 4747
8 w 4749
γὰρ 18 w 4752
πρὸς 8 w 4756
ταῦτα 2 w 4761
ἀντιπαρατείνουσα 1 w 4777
οἰκειότης 1 w 4786
παραστήσει 1 w 4796
ὡς 9 w 4799
οἴομαι 1 w 4805
καὶ 35 w 4809
τὴν 23 w 4812
τῶν 28 w 4815
θεραπειῶν 1 w 4824
ὁμοιότητα 1 w 4833
καὶ 36 w 4837
ἔτι 2 w 4840
τὴν 24 w 4843
ἀμφοτέρων 2 w 4852
τῶν 29 w 4855
ἰατρειῶν 1 w 4863
πρὸς 9 w 4867
ἀλλήλας 1 w 4874
ἀναλογίαν 2 w 4883
ὅτι 3 w 4887
μὲν 14 w 4890
οὖν 3 w 4893
ἀναλογίαν 3 w 4902
τινὲς 1 w 4907
βούλονται 1 w 4916
εἶναι 8 w 4921
τῶν 30 w 4924
ἐν 15 w 4926
τῇ 15 w 4928
ψυχῇ 2 w 4932
τοῖς 16 w 4936
κατὰ 4 w 4940
τὸ 17 w 4942
σῶμα 4 w 4946
δῆλον 1 w 4952
οἶμαι 2 w 4957
γεγονέναι 1 w 4966
καὶ 37 w 4970
οὐ 20 w 4972
μόνον 2 w 4977
γε 11 w 4979
διὰ 1 w 4982
τῆς 17 w 4985
προγεγραμμένης 1 w 4999
ῥήσεως 1 w 5005
ἀλλὰ 9 w 5010
καὶ 38 w 5013
δι 17 w 5015
ὧν 2 w 5018
ἐφεξῆς 1 w 5024
γράφει 3 w 5030
τόνδε 1 w 5035
τὸν 4 w 5038
τρόπον 1 w 5044
ἐχόντων 1 w 5051
καθάπερ 2 w 5059
γὰρ 19 w 5062
καὶ 39 w 5065
ἐπὶ 5 w 5068
τοῦ 15 w 5071
σώματος 6 w 5078
θεωρεῖται 1 w 5087
ἰσχύς 1 w 5092
τε 33 w 5094
καὶ 40 w 5097
ἀσθένεια 1 w 5105
εὐτονία 1 w 5113
καὶ 41 w 5116
ἀτονία 1 w 5122
καὶ 42 w 5125
τόνος 1 w 5130
πρὸς 10 w 5135
δὲ 18 w 5137
τούτοις 4 w 5144
ὑγίειά 1 w 5150
τε 34 w 5152
καὶ 43 w 5155
νόσος 5 w 5160
εὐεξία 2 w 5167
τε 35 w 5169
καὶ 44 w 5172
καχεξία 1 w 5179
καὶ 45 w 5183
τἄλλα 1 w 5188
ὅσα 1 w 5191
τούτοις 5 w 5198
ἑξῆς 1 w 5202
καταλέγει 1 w 5211
πάθη 4 w 5215
τε 36 w 5217
καὶ 46 w 5220
ἀῤῥωστήματα 1 w 5231
καὶ 47 w 5234
νοσήματα 2 w 5242
κατὰ 5 w 5247
τὸν 5 w 5250
αὐτὸν 2 w 5255
φησὶ 3 w 5260
τρόπον 2 w 5267
ἀνάλογόν 1 w 5275
τινα 2 w 5279
πᾶσι 1 w 5283
τούτοις 6 w 5290
καὶ 48 w 5293
ἐν 16 w 5295
ψυχῇ 3 w 5299
λογικῇ 1 w 5305
συνίσταταί 1 w 5315
τε 37 w 5317
καὶ 49 w 5320
ὀνομάζεται 1 w 5330
εἶθ 1 w 5334
ἑξῆς 2 w 5339
ἐπιφέρων 1 w 5347
φησὶν 1 w 5352
ὡς 10 w 5355
οἴομαι 2 w 5361
ἀπὸ 2 w 5365
τῆς 18 w 5368
τοιαύτης 1 w 5376
ἀναλογίας 2 w 5385
τε 38 w 5387
καὶ 50 w 5390
ὁμοιότητος 1 w 5400
καὶ 51 w 5403
τῆς 19 w 5406
ἐν 17 w 5408
αὐτοῖς 2 w 5414
συνωνυμίας 1 w 5424
γεγενημένης 1 w 5435
καὶ 52 w 5439
γὰρ 20 w 5442
καὶ 53 w 5445
κατὰ 6 w 5449
ψυχήν 3 w 5454
τινας 1 w 5459
λέγομεν 1 w 5466
ἰσχύειν 1 w 5473
καὶ 54 w 5476
ἀσθενεῖν 1 w 5484
καὶ 55 w 5488
εὐτόνους 1 w 5496
καὶ 56 w 5499
ἀτόνους 1 w 5506
εἶναι 9 w 5511
καὶ 57 w 5515
ἔτι 3 w 5518
νοσεῖν 5 w 5524
καὶ 58 w 5527
ὑγιαίνειν 1 w 5536
οὕτω 4 w 5541
πως 1 w 5544
καὶ 59 w 5547
τοῦ 16 w 5550
πάθους 1 w 5556
καὶ 60 w 5559
τοῦ 17 w 5562
κατ 19 w 5565
αὐτὴν 2 w 5571
ἀῤῥωστήματος 1 w 5583
λεγομένου 1 w 5592
καὶ 61 w 5596
τῶν 31 w 5599
τούτοις 7 w 5606
παραπλησίων 1 w 5617
ἐναργῶς 1 w 5625
γὰρ 21 w 5628
ἐν 19 w 5630
τούτοις 8 w 5637
16 w 5638
Χρύσιππος 6 w 5647
ἀναλογίαν 4 w 5656
τινὰ 4 w 5660
βούλεται 1 w 5668
σώζεσθαι 1 w 5676
τῶν 32 w 5679
ἐν 20 w 5681
τῇ 16 w 5683
ψυχῇ 4 w 5687
τοῖς 18 w 5691
κατὰ 7 w 5695
τὸ 21 w 5697
σῶμα 5 w 5701
καὶ 62 w 5705
παθῶν 8 w 5710
πρὸς 11 w 5714
πάθη 5 w 5718
καὶ 63 w 5722
ἀῤῥωστημάτων 1 w 5734
πρὸς 12 w 5738
ἀῤῥωστήματα 2 w 5749
καὶ 64 w 5753
νοσημάτων 1 w 5762
πρὸς 13 w 5766
νοσήματα 3 w 5774
καὶ 65 w 5778
ὑγιείας 1 w 5785
πρὸς 14 w 5789
ὑγίειαν 4 w 5796
καὶ 66 w 5800
εὐεξίας 2 w 5807
πρὸς 15 w 5811
εὐεξίαν 1 w 5818
καὶ 67 w 5822
ἰσχύος 1 w 5828
πρὸς 16 w 5832
ἰσχὺν 1 w 5837
καὶ 68 w 5841
ἀσθενείας 1 w 5850
πρὸς 17 w 5854
ἀσθένειαν 1 w 5863
καὶ 69 w 5867
ἁπλῶς 2 w 5872
εἰπεῖν 1 w 5878
ἁπάντων 1 w 5885
τῶν 33 w 5888
συνωνύμως 1 w 5897
λεγομένων 1 w 5906
πρὸς 18 w 5910
ἅπαντα 2 w 5916
καὶ 70 w 5920
γὰρ 22 w 5923
τοὔνομα 1 w 5930
καὶ 71 w 5934
τὸν 7 w 5937
λόγον 1 w 5942
αὐτῶν 6 w 5947
εἶναι 10 w 5952
τὸν 8 w 5955
αὐτὸν 3 w 5960
εἴ 10 w 5963
γε 16 w 5965
δὴ 4 w 5967
συνώνυμά 1 w 5975
φησιν 3 w 5980
ὑπάρχειν 4 w 5988
αὐτά 1 w 5992
ὥστε 1 w 5997
ὅπως 1 w 6002
ἄν 3 w 6004
τις 8 w 6007
ὁρίζηται 1 w 6015
καθόλου 1 w 6022
τὴν 26 w 6025
ἐν 21 w 6027
τῷ 9 w 6029
σώματι 1 w 6035
νόσον 10 w 6040
ἀναγκαῖον 2 w 6050
εἶναι 11 w 6055
τούτῳ 1 w 6060
καὶ 72 w 6064
τὴν 27 w 6067
ἐν 22 w 6069
ψυχῇ 5 w 6073
κατὰ 8 w 6077
τὸν 10 w 6080
αὐτὸν 4 w 6085
τρόπον 3 w 6091
ὁρίζεσθαι 1 w 6100
ὅτι 4 w 6104
μὲν 15 w 6107
οὖν 4 w 6110
πρόκειται 1 w 6119
τῷ 10 w 6121
Χρυσίππῳ 3 w 6129
ἀναλογίαν 5 w 6138
ἅπασαν 1 w 6144
ἐξηγεῖσθαί 1 w 6154
τε 40 w 6156
καὶ 73 w 6159
φυλάττειν 1 w 6168
ἐκ 4 w 6171
τούτων 4 w 6177
δῆλον 2 w 6182
εἰ 20 w 6185
δὲ 19 w 6187
ἐπιχειρήσας 1 w 6198
αὐτὸ 7 w 6202
ποιεῖν 1 w 6208
οὐ 21 w 6210
τυγχάνει 1 w 6218
τοῦ 18 w 6221
προτεθέντος 1 w 6232
οὐκ 7 w 6236
ἀποστατέον 1 w 6246
ἐστὶ 2 w 6250
τῆς 20 w 6253
ὁμοιότητος 2 w 6263
ἀλλὰ 10 w 6268
τῇ 17 w 6270
διδασκαλίᾳ 1 w 6280
μεμπτέον 1 w 6288
ὡς 11 w 6291
οὐκ 8 w 6294
ἀληθεῖ 1 w 6300
τοῦτο 5 w 6306
δ 92 w 6307
οὐδὲν 4 w 6313
ἧττον 2 w 6318
αὐτῇ 3 w 6322
καὶ 74 w 6325
κατὰ 9 w 6329
τὸν 12 w 6332
ἐφεξῆς 2 w 6338
ὑπάρχει 5 w 6345
λόγον 2 w 6350
ἅπαντα 3 w 6356
τὸν 13 w 6359
ἐν 23 w 6361
τῷ 11 w 6363
περὶ 5 w 6367
παθῶν 9 w 6372
ἠθικῷ 2 w 6377
γράφει 4 w 6384
γοῦν 4 w 6388
ᾧδε 3 w 6391
διὸ 3 w 6395
καὶ 75 w 6398
κατὰ 10 w 6402
τρόπον 4 w 6408
προῆκται 1 w 6416
Ζήνωνι 1 w 6422
λόγος 1 w 6427
9 w 6429
δὲ 21 w 6431
τῆς 21 w 6434
ψυχῆς 12 w 6439
νόσος 6 w 6444
ὁμοιοτάτη 2 w 6453
ἐστὶ 3 w 6457
τῇ 19 w 6459
τοῦ 20 w 6462
σώματος 7 w 6469
ἀκαταστασίᾳ 1 w 6480
λέγεται 1 w 6488
δὲ 22 w 6490
εἶναι 12 w 6495
σώματος 8 w 6502
νόσος 7 w 6507
10 w 6508
ἀσυμμετρία 1 w 6518
τῶν 35 w 6521
ἐν 24 w 6523
αὐτῷ 3 w 6527
θερμοῦ 1 w 6533
καὶ 76 w 6537
ψυχροῦ 1 w 6543
καὶ 77 w 6547
ξηροῦ 1 w 6552
καὶ 78 w 6556
ὑγροῦ 1 w 6561
καὶ 79 w 6565
μετ 4 w 6568
ὀλίγα 1 w 6574
11 w 6576
δ 98 w 6577
ἐν 25 w 6580
τῷ 13 w 6582
σώματι 2 w 6588
ὑγίεια 5 w 6594
εὐκρασία 1 w 6602
τις 9 w 6605
καὶ 80 w 6608
συμμετρία 2 w 6617
τῶν 36 w 6620
διῃρημένων 1 w 6630
καὶ 81 w 6634
πάλιν 1 w 6639
ἐφεξῆς 3 w 6645
οἶμαι 3 w 6651
γὰρ 23 w 6654
εἶναι 13 w 6659
εὐεξίαν 2 w 6666
σώματος 9 w 6673
τὴν 28 w 6676
ἀρίστην 1 w 6683
τῶν 37 w 6686
ῥηθέντων 1 w 6694
εὐκρασίαν 1 w 6703
καὶ 82 w 6707
πάλιν 2 w 6712
ἐφεξῆς 4 w 6718
λέγεται 2 w 6726
δὲ 23 w 6728
καὶ 83 w 6731
ταῦτα 3 w 6736
οὐκ 9 w 6739
ἄπο 1 w 6742
τρόπου 1 w 6748
ἐπὶ 6 w 6751
τοῦ 21 w 6754
σώματος 10 w 6761
διότι 1 w 6767
12 w 6768
ἐν 26 w 6770
θερμοῖς 1 w 6777
καὶ 84 w 6781
ψυχροῖς 1 w 6788
καὶ 85 w 6792
ὑγροῖς 1 w 6798
καὶ 86 w 6802
ξηροῖς 1 w 6808
γενομένη 1 w 6816
συμμετρία 3 w 6825
13 w 6826
ἀσυμμετρία 2 w 6836
ἐστὶν 1 w 6841
ὑγίεια 6 w 6847
14 w 6848
νόσος 8 w 6853
13 w 6855
δὲ 24 w 6857
ἐν 27 w 6859
νεύροις 1 w 6866
συμμετρία 5 w 6875
15 w 6876
ἀσυμμετρία 3 w 6886
ἰσχὺς 1 w 6891
16 w 6892
ἀσθένεια 3 w 6900
καὶ 87 w 6904
εὐτονία 2 w 6911
17 w 6912
ἀτονία 2 w 6918
14 w 6920
δ 103 w 6921
ἐν 28 w 6924
τοῖς 19 w 6928
μέλεσι 1 w 6934
συμμετρία 7 w 6943
18 w 6944
ἀσυμμετρία 4 w 6954
κάλλος 1 w 6960
19 w 6961
αἶσχος 1 w 6967
ἀλλὰ 11 w 6972
ταῦτα 4 w 6977
μὲν 16 w 6980
3 w 6982
γενναιότατε 1 w 6993
Χρύσιππε 1 w 7001
καλῶς 1 w 7007
ἅπαντα 4 w 7013
διῆλθες 1 w 7020
ἀπόδος 1 w 7027
δ 106 w 7028
ἡμῖν 1 w 7033
ὡς 12 w 7036
ἐπηγγείλω 1 w 7045
τὴν 29 w 7049
ἀναλογίαν 6 w 7058
τῶν 38 w 7061
ἐν 29 w 7063
τῇ 20 w 7065
ψυχῇ 6 w 7069
συνωνύμως 2 w 7078
αὐτοῖς 3 w 7084
ὠνομασμένων 1 w 7095
ἀρξάμενος 1 w 7105
ἀπὸ 3 w 7108
τῆς 22 w 7111
ὑγιείας 2 w 7118
τε 44 w 7120
καὶ 88 w 7123
νόσου 1 w 7128
ὥσπερ 2 w 7134
γὰρ 24 w 7137
ὑγίεια 7 w 7143
σώματός 1 w 7150
ἐστιν 3 w 7155
16 w 7156
συμμετρία 9 w 7165
τῶν 39 w 7168
ἁπλουστάτων 1 w 7179
αὐτοῦ 2 w 7184
μορίων 1 w 7190
1 w 7192
δὴ 5 w 7194
καὶ 89 w 7197
στοιχεῖα 1 w 7205
προσαγορεύομεν 2 w 7219
τοῦ 23 w 7223
θερμοῦ 2 w 7229
λέγω 1 w 7233
καὶ 90 w 7237
ψυχροῦ 2 w 7243
καὶ 91 w 7247
ξηροῦ 2 w 7252
καὶ 92 w 7256
ὑγροῦ 2 w 7261
κατὰ 11 w 7266
τὸν 14 w 7269
αὐτὸν 5 w 7274
τρόπον 5 w 7280
εἴη 1 w 7283
ἂν 4 w 7285
οἶμαι 4 w 7291
καὶ 93 w 7295
17 w 7296
τῆς 23 w 7299
ψυχῆς 13 w 7304
ὑγίεια 8 w 7310
συμμετρία 10 w 7319
τις 10 w 7322
τῶν 40 w 7325
ἁπλῶν 1 w 7330
αὐτῆς 1 w 7335
μορίων 2 w 7341
2 w 7343
τίνα 2 w 7347
ποτ 3 w 7350
ἐστὶ 5 w 7355
καὶ 94 w 7359
ὁπόσα 1 w 7364
καὶ 95 w 7368
ὅπως 2 w 7372
ἔχοντα 2 w 7378
πρὸς 19 w 7382
ἄλληλα 1 w 7388
διελθεῖν 1 w 7397
ἀναγκαῖον 3 w 7406
ἔσται 2 w 7411
σοι 4 w 7414
μέλλοντί 1 w 7423
γε 23 w 7425
μηδὲν 2 w 7430
παραλείψειν 1 w 7441
ὧν 3 w 7443
ἐπηγγείλω 2 w 7452
καὶ 96 w 7456
δὴ 6 w 7458
καὶ 97 w 7461
18 w 7462
νόσος 9 w 7467
19 w 7468
τῆς 25 w 7471
ψυχῆς 14 w 7476
ὡσαύτως 1 w 7483
ἀσυμμετρία 5 w 7493
τις 11 w 7496
ἔσται 3 w 7501
καὶ 98 w 7504
στάσις 1 w 7510
πρὸς 20 w 7514
ἄλληλα 2 w 7520
τῶν 41 w 7523
αὐτῶν 7 w 7528
τούτων 5 w 7534
μορίων 3 w 7540
ὧν 4 w 7543
20 w 7544
συμμετρία 12 w 7553
τῆς 26 w 7556
ψυχῆς 15 w 7561
ἦν 2 w 7563
ὑγίεια 9 w 7569
τὰ 33 w 7572
δὲ 26 w 7574
μόρια 1 w 7579
ταῦτα 5 w 7584
κατὰ 12 w 7588
τὸν 16 w 7591
Πλάτωνα 1 w 7598
τὸ 33 w 7600
θυμοειδές 1 w 7609
ἐστι 4 w 7613
καὶ 99 w 7617
τὸ 34 w 7619
λογιστικὸν 1 w 7629
ἔτι 4 w 7633
τε 45 w 7635
πρὸς 21 w 7639
τούτοις 9 w 7646
τρίτον 1 w 7652
τὸ 35 w 7654
ἐπιθυμητικὸν 1 w 7666
ὥστε 2 w 7671
σώζεσθαι 2 w 7679
τήν 2 w 7682
τε 47 w 7684
τῆς 27 w 7687
ὑγιείας 3 w 7694
καὶ 100 w 7697
τὴν 30 w 7700
τῆς 28 w 7703
νόσου 2 w 7708
κατὰ 13 w 7712
πᾶν 1 w 7715
ὁμοιότητα 2 w 7724
τῆς 29 w 7727
ψυχῆς 16 w 7732
πρὸς 22 w 7736
τὸ 36 w 7738
σῶμα 6 w 7742
συμφωνοῦντα 1 w 7754
μὲν 17 w 7757
γὰρ 25 w 7760
ἀλλήλοις 2 w 7768
τὰ 36 w 7770
τρία 13 w 7774
καὶ 101 w 7777
κατὰ 14 w 7781
μηδὲν 3 w 7786
στασιάζοντα 1 w 7797
τὴν 31 w 7800
ὑγίειαν 5 w 7807
τῆς 30 w 7810
ψυχῆς 17 w 7815
ἀπεργάζεται 1 w 7826
διαφωνήσαντα 1 w 7839
δὲ 28 w 7841
καὶ 102 w 7844
στασιάσαντα 1 w 7855
τὴν 32 w 7858
νόσον 11 w 7863
ἔστι 4 w 7868
γὰρ 26 w 7871
21 w 7872
νόσος 10 w 7877
ἀνωτέρω 1 w 7884
καὶ 103 w 7887
καθόλου 2 w 7894
μᾶλλον 4 w 7900
ὡς 13 w 7903
μικρὸν 1 w 7909
ἔμπροσθεν 1 w 7918
εἴρηται 1 w 7925
περιλάβωμεν 1 w 7937
οὖν 5 w 7940
αὐτῆς 2 w 7945
τὴν 33 w 7948
ἔννοιαν 1 w 7955
22 w 7957
τοῦ 24 w 7960
φύσει 1 w 7965
συγγενοῦς 1 w 7974
ἔκ 1 w 7976
τινος 1 w 7981
διαφθορᾶς 1 w 7990
διαφορά 1 w 7997
οὕτω 5 w 8002
γὰρ 27 w 8005
ἐν 30 w 8007
Σοφιστῇ 1 w 8014
Πλάτων 2 w 8020
ὡρίσατο 1 w 8027
ὅτι 5 w 8031
δ 118 w 8032
ἀνωτάτω 1 w 8040
τ 705 w 8041
ἐστὶν 2 w 8047
23 w 8048
ἀπόδειξις 1 w 8057
ἥδε 1 w 8060
καὶ 104 w 8064
πάσας 1 w 8069
τὰς 11 w 8072
κατὰ 15 w 8076
μέρος 2 w 8081
νόσους 1 w 8087
ἀκριβῶς 1 w 8094
περιλαμβάνει 1 w 8106
τάς 1 w 8110
τε 48 w 8112
τῆς 32 w 8115
ψυχῆς 18 w 8120
ἡμῶν 1 w 8124
καὶ 105 w 8128
τὰς 12 w 8131
τοῦ 25 w 8134
σώματος 11 w 8141
καὶ 106 w 8145
τὰς 13 w 8148
ἐν 31 w 8150
τοῖς 21 w 8154
ἄλλοις 1 w 8160
ζώοις 1 w 8165
τε 49 w 8167
καὶ 107 w 8170
φυτοῖς 1 w 8176
ἤδη 8 w 8180
δὲ 29 w 8182
κᾀν 1 w 8185
ταῖς 5 w 8189
πόλεσιν 1 w 8196
ὅλαις 1 w 8201
οὐ 26 w 8204
χαλεπὸν 1 w 8211
καταμαθεῖν 1 w 8221
οὕτω 6 w 8226
γὰρ 28 w 8229
οἶμαι 5 w 8235
καὶ 108 w 8239
τὰς 14 w 8242
στασιαζούσας 1 w 8254
πόλεις 1 w 8260
ἐμφυλίῳ 1 w 8267
πολέμῳ 1 w 8273
νοσεῖν 6 w 8279
ἐν 32 w 8281
ἑαυταῖς 1 w 8288
λέγομεν 2 w 8295
ὡς 14 w 8298
ἂν 5 w 8300
εἰς 8 w 8303
μάχην 1 w 8308
ἀφιγμένων 1 w 8317
τῶν 43 w 8320
ἐν 33 w 8322
αὐταῖς 1 w 8328
φύσει 2 w 8333
συγγενῶν 1 w 8341
αὕτη 2 w 8346
μὲν 18 w 8349
25 w 8350
γενικωτάτη 1 w 8360
νόσου 4 w 8365
πάσης 1 w 8370
ἔννοια 2 w 8376
τῶν 44 w 8380
δ 123 w 8381
ἁπλουστάτων 2 w 8393
μορίων 4 w 8399
26 w 8400
πρὸς 23 w 8404
ἄλληλα 3 w 8410
στάσις 2 w 8416
ἧττον 3 w 8421
ταύτης 1 w 8427
ἐστὶ 7 w 8431
γενικὴ 1 w 8437
καὶ 109 w 8441
ταύτης 2 w 8447
ἔθ 2 w 8449
ἧττον 4 w 8455
ἐπειδὰν 3 w 8463
θερμῶν 1 w 8469
καὶ 110 w 8473
ψυχρῶν 1 w 8479
καὶ 111 w 8483
ξηρῶν 1 w 8488
καὶ 112 w 8492
ὑγρῶν 1 w 8497
ἀμετρία 1 w 8504
τις 12 w 8507
εἶναι 14 w 8512
λέγηται 1 w 8519
σώματος 12 w 8527
γὰρ 29 w 8530
αὕτη 3 w 8534
γε 29 w 8536
μόνου 1 w 8541
καὶ 113 w 8544
οὐδενὸς 1 w 8551
τῶν 45 w 8554
ἄλλων 1 w 8559
ἐστὶ 8 w 8563
νόσος 11 w 8568
ὥσπερ 3 w 8574
γε 30 w 8576
καὶ 114 w 8579
27 w 8580
τοῦ 26 w 8583
λογιστικοῦ 1 w 8593
στάσις 3 w 8599
οὐδενὸς 2 w 8606
τῶν 46 w 8609
ἄλλων 2 w 8614
ἐστὶ 9 w 8618
πλὴν 1 w 8622
ψυχῆς 19 w 8627
νόσος 12 w 8632
23 w 8634
δὲ 30 w 8636
Χρύσιππος 7 w 8645
ἁμαρτάνει 1 w 8654
διττὰ 1 w 8659
κατὰ 16 w 8663
τὴν 34 w 8666
ἐν 34 w 8668
τούτοις 10 w 8675
διδασκαλίαν 1 w 8686
πρῶτον 1 w 8693
μὲν 19 w 8696
ὅτι 6 w 8700
διαφέρεται 1 w 8710
πρὸς 24 w 8714
αὑτὸν 1 w 8719
ἐν 35 w 8722
μὲν 20 w 8725
τῷ 14 w 8727
περὶ 6 w 8731
παθῶν 10 w 8736
ἠθικῷ 3 w 8741
συνωνύμως 3 w 8750
ὠνομάσθαι 1 w 8759
λέγων 1 w 8764
τὴν 35 w 8767
ἐν 36 w 8769
τῇ 22 w 8771
ψυχῇ 7 w 8775
νόσον 12 w 8780
τῇ 23 w 8782
κατὰ 17 w 8786
τὸ 38 w 8788
σῶμα 7 w 8792
διὰ 2 w 8796
δὲ 31 w 8798
τοῦ 27 w 8801
πρώτου 1 w 8807
τῶν 47 w 8810
λογικῶν 1 w 8817
εἰκάζων 1 w 8824
αὐτὴν 3 w 8829
εὐλύτῳ 1 w 8835
καὶ 115 w 8838
εὐδιαφθάρτῳ 1 w 8849
ὑγιείᾳ 5 w 8855
ἔπειθ 1 w 8861
ὅτι 7 w 8865
μηδ 6 w 8868
ὅπερ 1 w 8874
ἀληθῶς 1 w 8880
ὑπέσχετο 1 w 8888
κατὰ 18 w 8892
τὸ 39 w 8894
θεραπευτικὸν 1 w 8906
καὶ 116 w 8909
ἠθικὸν 1 w 8915
ἐπιγραφόμενον 1 w 8928
βιβλίον 2 w 8935
ἠδυνήθη 1 w 8943
δεῖξαι 1 w 8949
τί 15 w 8952
δ 138 w 8953
ἐστὶ 10 w 8958
τοῦτο 6 w 8963
τῶν 48 w 8967
μερῶν 1 w 8972
τῆς 33 w 8975
ψυχῆς 20 w 8980
28 w 8981
πρὸς 25 w 8985
ἄλληλα 4 w 8991
συμμετρία 13 w 9000
καθ 14 w 9004
ἣν 4 w 9007
ὑγιαίνειν 2 w 9016
τε 50 w 9018
λέγεται 3 w 9025
καὶ 117 w 9028
νοσεῖν 7 w 9034
πάντα 1 w 9040
γὰρ 30 w 9043
αὐτῆς 3 w 9048
τά 23 w 9050
τε 51 w 9052
πάθη 6 w 9056
καὶ 118 w 9059
τὰ 47 w 9061
νοσήματα 4 w 9069
καθ 15 w 9072
ἓν 2 w 9075
ὑποθέμενος 1 w 9085
γίγνεσθαι 2 w 9094
τὸ 40 w 9097
λογιστικὸν 2 w 9107
εἰκότως 1 w 9114
ἀπορεῖ 1 w 9120
δεικνύναι 1 w 9129
τίνων 1 w 9135
μέν 23 w 9138
ἐστι 5 w 9142
μορίων 5 w 9148
29 w 9149
τῆς 35 w 9152
ψυχῆς 21 w 9157
ὑγίεια 11 w 9163
συμμετρία 14 w 9172
κατὰ 19 w 9177
δὲ 32 w 9179
τὸν 18 w 9182
αὐτὸν 6 w 9187
τρόπον 6 w 9193
ἐν 37 w 9195
συμμετρίᾳ 1 w 9204
μερῶν 2 w 9209
ὑποθέμενος 2 w 9219
γίγνεσθαι 3 w 9228
τὸ 43 w 9230
κάλλος 2 w 9236
ἐν 38 w 9239
ἀμετρίᾳ 1 w 9246
δέ 3 w 9248
τινι 1 w 9252
τὸ 44 w 9254
αἶσχος 2 w 9260
εἰκότως 2 w 9268
ἀπορεῖ 2 w 9274
δεικνύναι 2 w 9283
ποίων 1 w 9289
μὲν 21 w 9292
τῆς 36 w 9295
ψυχῆς 22 w 9300
μερῶν 3 w 9305
30 w 9306
συμμετρία 15 w 9315
κάλλος 3 w 9321
ἐστὶ 11 w 9325
ποίων 2 w 9331
δὲ 33 w 9333
ἀμετρία 2 w 9340
αἶσχος 3 w 9346
καίτοι 1 w 9353
γράφει 5 w 9359
γ 170 w 9360
ἐφεξῆς 5 w 9367
ὧν 5 w 9369
ὀλίγον 2 w 9375
ἔμπροσθεν 2 w 9384
αὐτοῦ 3 w 9389
παρεθέμην 1 w 9398
ῥήσεων 1 w 9404
ὡδί 1 w 9407
διὸ 4 w 9411
καὶ 119 w 9414
καλὴ 1 w 9418
20 w 9419
αἰσχρὰ 1 w 9425
ψυχὴ 4 w 9429
ἀνάλογον 2 w 9437
ῥηθήσεται 1 w 9446
κατὰ 20 w 9450
συμμετρίαν 1 w 9460
τέ 10 w 9462
τινα 4 w 9466
καὶ 120 w 9469
ἀσυμμετρίαν 1 w 9480
τοιῶνδέ 1 w 9487
τινων 1 w 9492
μερῶν 4 w 9497
ὅτι 8 w 9501
μὲν 22 w 9504
οὖν 6 w 9507
κατὰ 21 w 9511
συμμετρίαν 3 w 9521
τέ 11 w 9523
τινα 5 w 9527
καὶ 121 w 9530
ἀσυμμετρίαν 2 w 9541
τοιῶνδέ 2 w 9548
τινων 2 w 9553
μερῶν 5 w 9558
τῆς 37 w 9561
ψυχῆς 23 w 9566
21 w 9567
καλὴν 1 w 9572
22 w 9574
αἰσχρὰν 1 w 9581
αὐτὴν 4 w 9586
εἶναι 15 w 9591
λεκτέον 1 w 9598
ἐστὶ 12 w 9602
καὶ 122 w 9606
ὑγιαίνουσαν 1 w 9617
καὶ 123 w 9620
νοσοῦσαν 3 w 9628
ὀρθῶς 3 w 9634
εἴρηται 2 w 9641
τῷ 15 w 9643
Χρυσίππῳ 4 w 9651
τίνα 3 w 9656
δ 148 w 9657
ἐστὶ 13 w 9662
ταῦτα 6 w 9667
τὰ 51 w 9669
τῆς 38 w 9672
ψυχῆς 24 w 9677
μόρια 2 w 9682
μὴ 2 w 9685
δυνάμενος 1 w 9694
εἰπεῖν 2 w 9700
ὡς 15 w 9703
ἂν 6 w 9705
ἐν 39 w 9707
ἑνὶ 1 w 9710
μόνῳ 1 w 9714
τῷ 16 w 9716
λογιστικῷ 1 w 9725
καὶ 124 w 9728
τὴν 38 w 9731
ὑγίειαν 6 w 9738
αὐτῆς 4 w 9743
καὶ 125 w 9747
τὴν 39 w 9750
νόσον 13 w 9755
καὶ 126 w 9759
τὸ 45 w 9761
κάλλος 4 w 9767
καὶ 127 w 9771
τὸ 46 w 9773
αἶσχος 4 w 9779
τιθέμενος 1 w 9788
ἀναγκάζεται 1 w 9800
περιπλέκειν 1 w 9811
τε 52 w 9813
τὸν 20 w 9816
λόγον 3 w 9821
καὶ 128 w 9824
τῶν 49 w 9827
ἐνεργειῶν 1 w 9836
αὐτῆς 5 w 9841
ὡς 16 w 9843
μερῶν 6 w 9848
μνημονεύειν 1 w 9859
ἐφεξῆς 6 w 9866
γοῦν 5 w 9870
οἷς 2 w 9873
παρεθέμην 2 w 9882
ὡδὶ 1 w 9885
γράφει 6 w 9891
ἔστι 5 w 9896
δὲ 34 w 9898
τῆς 41 w 9901
ψυχῆς 25 w 9906
μέρη 1 w 9910
δι 33 w 9913
ὧν 6 w 9916
24 w 9917
ἐν 41 w 9919
αὐτῇ 4 w 9923
λόγος 2 w 9928
συνέστηκε 1 w 9937
καὶ 129 w 9941
31 w 9942
ἐν 42 w 9944
αὐτῷ 4 w 9948
διάθεσις 1 w 9956
καὶ 130 w 9960
ἔστι 6 w 9964
καλὴ 3 w 9968
23 w 9969
αἰσχρὰ 3 w 9975
ψυχὴ 5 w 9979
κατὰ 22 w 9983
τὸ 48 w 9985
ἡγεμονικὸν 1 w 9995
μόριον 1 w 10001
ἔχον 3 w 10005
οὕτως 2 w 10010
24 w 10011
οὕτως 3 w 10016
κατὰ 23 w 10020
τοὺς 6 w 10024
οἰκείους 1 w 10032
μερισμούς 1 w 10041
ποίους 1 w 10048
οἰκείους 2 w 10056
μερισμοὺς 1 w 10065
4 w 10067
Χρύσιππε 2 w 10075
προσγράψας 1 w 10086
ἐφεξῆς 7 w 10092
ἀπαλλάξεις 1 w 10102
ἡμᾶς 1 w 10106
πραγμάτων 1 w 10115
ἀλλ 18 w 10119
οὔτ 3 w 10123
ἐνταῦθα 1 w 10131
προσέγραψας 1 w 10142
οὔτ 4 w 10146
ἐν 44 w 10149
ἄλλῳ 2 w 10153
τινὶ 3 w 10157
τῶν 50 w 10160
σεαυτοῦ 1 w 10167
βιβλίων 1 w 10174
ἀλλ 19 w 10178
ὥσπερ 4 w 10184
οὐκ 10 w 10187
ἐν 45 w 10189
τούτῳ 2 w 10194
τὸ 49 w 10196
πᾶν 2 w 10199
κῦρος 1 w 10204
ὑπάρχον 1 w 10211
τῆς 42 w 10214
περὶ 7 w 10218
τῶν 51 w 10221
παθῶν 11 w 10226
πραγματείας 1 w 10237
ἀποχωρήσεις 1 w 10249
τε 54 w 10251
παραχρῆμα 1 w 10260
τῆς 43 w 10263
διδασκαλίας 1 w 10274
αὐτοῦ 4 w 10279
καὶ 131 w 10283
μηκυνεῖς 1 w 10291
τὸν 21 w 10294
λόγον 4 w 10299
ἐν 46 w 10301
τοῖς 23 w 10305
οὐ 30 w 10307
προσήκουσι 1 w 10317
δέον 1 w 10322
ἐπιμεῖναι 1 w 10331
καὶ 132 w 10334
δεῖξαι 2 w 10340
τίνα 4 w 10345
ποτέ 1 w 10349
ἐστι 6 w 10353
τὰ 54 w 10355
μόρια 3 w 10360
τοῦ 32 w 10363
λογιστικοῦ 2 w 10373
τῆς 44 w 10376
ψυχῆς 26 w 10381
ἐπειδὴ 1 w 10388
τοίνυν 2 w 10394
σὺ 1 w 10396
παρέδραμες 1 w 10406
εἴθ 1 w 10409
ἑκὼν 1 w 10414
εἴτ 5 w 10417
ἄκων 1 w 10422
τὸν 22 w 10425
λόγον 5 w 10430
οὐ 31 w 10434
γὰρ 31 w 10437
ἔχω 2 w 10440
συμβαλεῖν 1 w 10449
ἐγὼ 1 w 10454
πειράσομαι 1 w 10464
τοῖς 24 w 10468
σοῖς 1 w 10472
δόγμασιν 1 w 10480
ἑπόμενος 1 w 10488
ἐξευρεῖν 1 w 10496
τέ 14 w 10498
σου 5 w 10501
τὸ 52 w 10503
βούλημα 1 w 10510
καὶ 133 w 10513
διασκέψασθαι 1 w 10525
περὶ 8 w 10529
τῆς 45 w 10532
ἀληθείας 1 w 10540
αὐτοῦ 5 w 10545
τὴν 40 w 10549
ἀρχὴν 2 w 10554
ἀπὸ 4 w 10557
τῆς 46 w 10560
προγεγραμμένης 2 w 10574
ῥήσεως 2 w 10580
ποιησάμενος 1 w 10591
ἐχούσης 1 w 10598
ᾧδε 4 w 10601