Scaife ATLAS

CTS Library / De placitis Hippocratis et Platonis

De placitis Hippocratis et Platonis (4.4)

urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.4
Refs {'start': {'reference': '4.4', 'human_reference': 'Book 4 Chapter 4'}}
Ancestors [{'reference': '4'}]
Children []
prev
plain textXML
next

Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν
ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, τάχ

140
ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς,
εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα
μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν
τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος
ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ
γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρὴ,
ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κᾀν τοῖς περὶ τῆς ὁρμῆς.
ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι
τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι, ὅσον
χρὴ, ἧδον αὐτῷ, ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι
βιβλίοις χωρίοις βίβλων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας
ἧττον δεινόν· ὅταν δ ἐν αὐτοῖς οἷς φθέγγεταί τις
ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ
ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν
παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ
381
οὕτω τις εἴποι γε, καταβὰς ἄνω, καὶ διαλεχθεὶς τῷ λίθῳ,
καὶ πλεύσας διὰ μέσης τῆς πέτρας, ἀνελθεῖν εἰς τὸν βυθὸν
τῆς λίμνης. ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς, φάσκων
αὐτὸν ἄνω μεμενηκέναι καταβάντα, τοῦτ αὐτὸ δήπου φήσει
καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι
τὸ ἄνω, ἄν θ’, ὡς οὐδενὶ διελέχθη, καὶ τοῦτ εἰρῆσθαι
φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ
λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται. καὶ τἄλλα οὕτως
ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις. ὥστε κατ
ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων, ἐν χρὴ
τοὺς ἀκούοντας οὐχ σημαίνεται συνήθως ὑφ ἑκάστου
τῶν ὀνομάτων μανθάνειν, ἀλλ ἕτερ ἄττα. τοιοῦτον γάρ τι
καὶ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ
τις γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν, ὅτι
μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ ἄνευ
λόγου καὶ ἄλογα, τὸ μήτ ἄλογα, μήτ ἐν ἀλόγῳ τινὶ
δυνάμει τῆς ψυχῆς, ἀλλ ἐν τῇ λογιζομένῃ καὶ λογικά·
382
τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ ἀπειθῶς
τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν
ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν, ἧς κινουμένης ἀπειθῶς τῷ
λόγῳ γίγνεσθαι τὰ πάθη· μηδὲν γὰρ εἶναί τινα τοιαύτην,
ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε
καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν
ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά
τις ἀπὸ στόματος ἐπικαίρου λέγοι, κάλλιον μὲν καὶ τούτῳ
διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει
δ οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα. τὸ δ ἐπιστημονικὴν
καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν
ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ
ἡμᾶς ἀκούεν αὐτὴν λογικὴν, ἀπεστράφθαι μὲν τὸν λόγον,
εἶναι δ οὐδὲν ἄλλο λόγον τε καὶ κρίσιν αὐτὴν, οὐκ οἶδ
εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιος ὑπάρχει ἄνθρωπος, μὴ
συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι,
μηδ ἥδεσθαι καὶ χαίρειν, ἀλλ ἀκριβοῦν ἅπαντα καὶ μέχρι
383
τῶν ὀνομάτων ἀξιῶν αὐτὸν ἐν τοῖς συγγράμμασιν, μικρὸν
ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι,
προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν
μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ
τὸ τῶν Ἑλλήνων ἔθος ἀναπιμπλαμένας ὁμωνυμίας, ἀκριβῶσαι
δὲ καὶ διαρθρῶσαι τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν
ὀνόμασιν.
141
τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε
καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσιν, καὶ τρίτον
οὐδέν ἐστιν ἐπ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς
νῦν Ἕλλησιν, οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι
τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δή πως λέγουσι
καὶ ἀτράχηλον· ἀναγκάζει γὰρ ἡμᾶς τὰ ῥήματα Χρυσίππειος
ἑρμηνεία καὶ ταῦτ ἐξηγεῖσθαι· τὸ μὲν, οἶμαι, στερήσει
φωνῆς τραχήλου, τὸ δὲ κακώσει, εἰ μὲν γάρ τις
φάσκει, τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν, τὰ φυτὰ, τῷ μηδ
ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον
εἶναι λέγοι τὸν κιθαρῳδὸν τὸν κήρυκα, κάκωσίν
τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου, γὰρ μικρόφωνον,
384
τραχύφωνον, μελάμφωνον, τι τοιοῦτον ἕτερον εἶναί
φησιν αὐτὸν, οὐ μὴν παντελῶς γ ἐστερῆσθαι φωνῆς. οὕτω
δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ
Δία ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ
ὅλως αὐτοῖς ὑπάρχει τράχηλος. οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος
ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου,
ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες
οὕτως. καὶ μένει κᾀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα,
καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ
ἄπους, καὶ ἀσκελὴς, καὶ ἀκοίλιος, καὶ ἄπλευρος, καὶ ἄχειρ,
καὶ πάνθ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α φωνῆς
τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων, οὗ προτάττεται,
ποτὲ δ οὐκ ἀναιρούσης. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον
ὄνομα παρὰ τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε
τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ τὸν
ἰχθῦν τις τὸν καρκῖνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν
ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς ἄλογος φωνῆς· ἐπειδὰν
δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν
385
ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον, ἀλλ ὡς μεμπτέον καὶ
πονηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον καὶ
νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ
ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται.
δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς Χρύσιππος ἐν τῇδε
τῇ ῥήσει. διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ
τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου
ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται
κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ
καὶ ἀπεστραμμέναι· καθ καὶ ἀλόγως φαμὲν φέρεσθαι
τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς
ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ
κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. ἐναργῶς ἐν τούτοις
Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς,
ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον,
τὸ εὔλογον ἐναντίον ἐστὶ, τὸ δ ἕτερον, μηδὲν
μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά
ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ ἕτερον, χωρὶς
386
λόγου γίγνεται παντὸς, κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις.
εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος,
οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν, ἐπιδεικνὺς, ὡς
οὐδὲ καθ ἓν αὐτῶν ἄλογον εἰρῆσθαι τὸ τῆς ψυχῆς πάθος,
ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν
τοῦ λόγου γινόμενον. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς,
οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ ἔσφαλται κατ αὐτόν·
ὅσαι δ ὁρμαὶ κατὰ θυμὸν ἐπιθυμίαν ἀποτελοῦνται, μὴ
προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ
ἕτερον τῶν σημαινομένων, ἐν τὴν α φωνὴν ἀποφάσκειν
279
τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ
αὐτοῦ τεταγμένης. γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς
ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον,
142
ἐν τὸ
μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. ὡς εἴγε χρώμεθα
λόγῳ, καὶ κατ αὐτὴν οὐκ ὀρθῶς Χρύσιππος εἶπεν, ἔν
τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται,
καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ ἀπεστραμμένως τε καὶ
ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν,
387
αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ
τῆς ῥήσεως, ἐν τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον
ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι,
θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν
λόγον. ἐπιφέρων γοῦν φησιν· οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται
καταστάσεις εἰσὶν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ ἐκφερομένων,
καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται,
οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον
κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κᾂν ὁποιοσοῦν
, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως
καὶ τῶν κατ αὐτὴν ὁρμῶν. ἐνταῦθα γὰρ πάλιν τὸ κᾂν
ὁποιοσοῦν προκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται
τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. εἴτε γὰρ
ὑγιὴς εἴη καὶ ἀληθὴς λόγος, εἴτε μοχθηρός τε καὶ ψευδὴς,
κινούμενος κατ αὐτὸν οὐκ ἄν ποτε γένοιτ ἐν πάθει.
κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως
κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ
διημαρτημένως. ἵνα γὰρ λόγος ἡγεμών ἐστιν, ἀρετὴ
388
ἕπεται, ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι
τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ Ἐπίκουρος, ἡμαρτημένος
τε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσας τε τὰς ἐνεργείας
καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς
τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης
ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ
γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ ἔστι τὸ χωρὶς λόγου
κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως Χρύσιππος ἔγραψεν·
οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ
οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς
κρατοῦσι τῶν κατ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν,
ἀλλ οὐχ ὑπ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ
πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει
καὶ ταυτὶ προσγράφει· οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι
ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν ,
κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ αὐτὰς ὁρμῶν, ὥστε
πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς
περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· διὸ καὶ
389
αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν
εἶναι, ἅτ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν. πῶς
οὕτως; δηλονότι χωρὶς λόγου παντὸς, καὶ ἀπεστραμμέναι
τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν φύσις ἁπασῶν τῶν
κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ ἐν τοῖς πάθεσιν·
ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς
κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων. εἰ γὰρ μὲν λογικὴ
τοῦ ζώου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ
κρατεῖ δ οὗτος οὐδ ἡγεῖται τῶν κατὰ τὸ πάθος κινήσεων,
ἐκβέβηκε τὴν λογικὴν φύσιν κατὰ πάθος κινούμενος.
καὶ μὴν, εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν
ἡμῖν οἱ περὶ τὸν Χρύσιππον, τί ποτέ ἐστι
τὸ ἡγούμενον. οὐ γὰρ δή γε ἀποχρήσει αὐτοῖς εἰπεῖν, ὡς
οὔτε λόγος, οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ
οὕτως ἀναίτιόν τινα κίνησιν, παντὸς μᾶλλον φυλάττεσθαι
παραινοῦσι, καὶ μέμφονταί γε τὸν Ἐπίκουρον, ἐπειδάν τινα
τοιαύτην ὑποτίθηται. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται,
143
καὶ τοῦτ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων
390
ὁμολόγημα κοινὸν, οὐ Χρυσίππου μόνον, Ἀριστοτέλους,
Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, τίς ποτ ἐστὶν αἰτία
τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ λόγος γε νῦν ἡγεμὼν
οὐδ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι
καὶ κατορθώμασιν. μὲν οὖν Ποσειδώνιος, ὡς ἂν, οἶμαι,
τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν
ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ
σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτὴν πρὸς αὑτὸν ἐναντιολογίαν
τοῦ Χρυσίππου, καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν
τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν·
οἱ δ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ ὅπως ἕπεσθαι
μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν, τἀληθὲς
αἱρεῖσθαι.

Tokens

Περὶ 1 w 4
δὲ 1 w 6
τοῦ 1 w 9
μὴ 1 w 11
φροντίζειν 1 w 21
τῆς 1 w 24
πρὸς 1 w 28
ἑαυτὸν 1 w 34
ἐναντιολογίας 1 w 47
αὐτὸν 1 w 52
ἔχων 1 w 56
ἔτι 1 w 59
μυρία 1 w 64
λέγειν 1 w 70
1 w 72
τάχ 1 w 75
ἂν 1 w 78
καὶ 1 w 81
ὕστερον 1 w 88
εἰ 1 w 91
μακροτέρας 1 w 101
ἐπιλαβοίμην 1 w 112
σχολῆς 1 w 118
εἰς 1 w 122
μίαν 1 w 126
ἀθροίσαιμι 1 w 136
πραγματείαν 1 w 147
ἅπαντα 1 w 153
παραλιπὼν 1 w 163
τἄλλα 1 w 168
μόνων 1 w 173
τῶν 1 w 176
οἰκείων 1 w 183
τοῖς 1 w 187
νῦν 1 w 190
προκειμένοις 1 w 202
μνημονεύσω 1 w 212
τὴν 1 w 216
τοίνυν 1 w 222
ἐπιθυμίαν 1 w 231
ἐν 2 w 233
τῷ 1 w 235
πρώτῳ 1 w 240
περὶ 1 w 244
παθῶν 1 w 249
ὁρισάμενος 1 w 259
ὄρεξιν 1 w 265
ἄλογον 1 w 271
αὐτὴν 1 w 277
πάλιν 1 w 282
τὴν 3 w 285
ὄρεξιν 2 w 291
ἐν 3 w 293
ἕκτῳ 1 w 297
τῶν 2 w 300
κατὰ 1 w 304
γένος 1 w 309
ὅρων 1 w 313
ὁρμὴν 1 w 318
λογικὴν 1 w 325
εἶναί 1 w 330
φησιν 1 w 335
ἐπί 1 w 338
τι 3 w 340
ὅσον 1 w 345
χρὴ 1 w 348
ἧδον 1 w 353
αὐτῷ 1 w 357
οὕτω 1 w 362
δὲ 2 w 364
αὐτὴν 2 w 369
ὁρίζεται 1 w 377
κᾀν 1 w 380
τοῖς 2 w 384
περὶ 2 w 388
τῆς 2 w 391
ὁρμῆς 1 w 396
ὥστε 1 w 401
τὸν 3 w 404
τῆς 3 w 407
ἐπιθυμίας 1 w 416
ὅρον 1 w 420
ἀναπτυσσόμενον 1 w 434
γίγνεσθαι 1 w 443
τοιοῦτον 1 w 451
ἐπιθυμία 3 w 460
ἐστὶν 1 w 465
ὁρμὴ 2 w 469
λογικὴ 2 w 475
ἐπί 2 w 478
τι 4 w 480
ὅσον 2 w 485
χρὴ 2 w 488
ἧδον 2 w 493
αὐτῷ 2 w 497
ἄλογος 1 w 504
ἀλλὰ 1 w 509
τὸ 4 w 511
μὲν 1 w 514
ἐν 4 w 516
διαφέρουσιν 1 w 527
ἤτοι 1 w 531
βιβλίοις 1 w 539
1 w 540
χωρίοις 1 w 547
βίβλων 1 w 553
ἀναισθήτως 1 w 563
ἔχειν 1 w 568
τῆς 4 w 571
ἐναντιολογίας 2 w 584
ἧττον 1 w 589
δεινόν 1 w 595
ὅταν 1 w 600
δ 7 w 601
ἐν 6 w 604
αὐτοῖς 1 w 610
οἷς 1 w 613
φθέγγεταί 1 w 622
τις 1 w 625
ἐναντία 1 w 632
τε 4 w 634
καὶ 2 w 637
παντοίως 1 w 645
μαχόμενα 1 w 653
συμπλέξῃ 1 w 661
συγχεῖ 1 w 668
καὶ 3 w 671
ταράσσει 1 w 679
τὴν 5 w 682
διδασκαλίαν 1 w 693
ἐν 8 w 695
τῷδε 1 w 699
καὶ 4 w 702
πολλὴν 1 w 708
ἀπορίαν 1 w 715
παρέχει 1 w 722
τοῖς 4 w 726
ἐξελέγχειν 1 w 736
αὐτὰ 1 w 740
πειρωμένοις 1 w 751
ὥσπερ 1 w 757
ἂν 2 w 759
εἰ 3 w 761
καὶ 5 w 764
οὕτω 2 w 768
τις 2 w 771
εἴποι 1 w 776
γε 3 w 778
καταβὰς 1 w 786
ἄνω 1 w 789
καὶ 6 w 793
διαλεχθεὶς 1 w 803
τῷ 5 w 805
λίθῳ 1 w 809
καὶ 7 w 813
πλεύσας 1 w 820
διὰ 1 w 823
μέσης 1 w 828
τῆς 5 w 831
πέτρας 1 w 837
ἀνελθεῖν 1 w 846
εἰς 2 w 849
τὸν 4 w 852
βυθὸν 1 w 857
τῆς 6 w 860
λίμνης 1 w 866
ἄν 2 w 869
τε 5 w 871
γὰρ 1 w 874
ὡς 1 w 876
οὐ 1 w 878
καταβάντα 1 w 887
διελέγχῃς 1 w 896
φάσκων 1 w 903
αὐτὸν 2 w 908
ἄνω 2 w 911
μεμενηκέναι 1 w 922
καταβάντα 2 w 931
τοῦτ 1 w 936
αὐτὸ 3 w 941
δήπου 1 w 946
φήσει 1 w 951
καὶ 8 w 954
αὐτὸς 1 w 959
εἰρηκέναι 1 w 968
κατὰ 2 w 972
τὸν 6 w 975
λόγον 1 w 980
ἐν 9 w 982
τῷ 6 w 984
προσθεῖναι 1 w 994
τὸ 10 w 996
ἄνω 3 w 999
ἄν 5 w 1002
θ 14 w 1003
ὡς 2 w 1007
οὐδενὶ 1 w 1013
διελέχθη 1 w 1021
καὶ 9 w 1025
τοῦτ 2 w 1029
εἰρῆσθαι 1 w 1038
φήσει 2 w 1043
ταὐτὸ 1 w 1049
γὰρ 2 w 1052
εἶναι 1 w 1057
τὸ 12 w 1059
λίθῳ 2 w 1063
διαλέγεσθαι 1 w 1074
τῷ 7 w 1076
μηδὲ 1 w 1080
λίθῳ 3 w 1084
τῷ 8 w 1087
λίθῳ 4 w 1091
γὰρ 3 w 1094
οὐδεὶς 1 w 1100
διαλέγεται 1 w 1110
καὶ 10 w 1114
τἄλλα 2 w 1119
οὕτως 1 w 1124
ἅπαντα 2 w 1130
σοφιστικῶς 1 w 1140
ἐπανορθοῦσθαι 1 w 1153
δυνήσεταί 1 w 1162
τις 3 w 1165
ὥστε 2 w 1170
κατ 6 w 1173
ἀρχὰς 1 w 1179
εὐθὺς 1 w 1184
δεῖν 1 w 1188
ἀποδρᾶναι 1 w 1197
λόγων 1 w 1202
εἶδος 1 w 1207
τοιούτων 1 w 1215
ἐν 10 w 1218
1 w 1219
χρὴ 3 w 1222
τοὺς 1 w 1226
ἀκούοντας 1 w 1235
οὐχ 1 w 1238
2 w 1239
σημαίνεται 1 w 1249
συνήθως 1 w 1256
ὑφ 1 w 1258
ἑκάστου 1 w 1266
τῶν 3 w 1269
ὀνομάτων 1 w 1277
μανθάνειν 1 w 1286
ἀλλ 2 w 1290
ἕτερ 1 w 1295
ἄττα 1 w 1300
τοιοῦτον 2 w 1309
γάρ 1 w 1312
τι 10 w 1314
καὶ 11 w 1317
6 w 1318
Χρύσιππος 1 w 1327
ἀξιώσει 1 w 1334
ἐπειδὰν 1 w 1342
μὲν 2 w 1345
ἄνευ 1 w 1349
κρίσεως 1 w 1356
λέγῃ 1 w 1360
τις 4 w 1363
γίνεσθαι 1 w 1371
τὰ 4 w 1373
πάθη 1 w 1377
τῆς 7 w 1380
ψυχῆς 1 w 1385
ἀκούειν 1 w 1393
ἡμᾶς 1 w 1397
ἀξιῶν 1 w 1402
ὅτι 1 w 1406
μετὰ 1 w 1410
κρίσεώς 1 w 1417
τε 8 w 1419
γίνεται 1 w 1426
καὶ 12 w 1429
κρίσεις 1 w 1436
εἰσίν 1 w 1441
ἐπειδὰν 2 w 1449
δ 27 w 1450
ἄνευ 2 w 1455
λόγου 1 w 1460
καὶ 13 w 1463
ἄλογα 1 w 1468
τὸ 13 w 1471
μήτ 1 w 1474
ἄλογα 2 w 1480
μήτ 2 w 1484
ἐν 11 w 1487
ἀλόγῳ 1 w 1492
τινὶ 1 w 1496
δυνάμει 1 w 1503
τῆς 8 w 1506
ψυχῆς 2 w 1511
ἀλλ 3 w 1515
ἐν 12 w 1518
τῇ 1 w 1520
λογιζομένῃ 1 w 1530
καὶ 14 w 1533
λογικά 1 w 1539
τὸ 14 w 1542
γὰρ 4 w 1545
κρίνειν 1 w 1552
ταύτης 1 w 1558
ἔργον 1 w 1563
ὑπάρχειν 1 w 1571
ἐπειδὰν 3 w 1579
δ 30 w 1580
ἀπειθῶς 1 w 1588
τε 9 w 1590
καὶ 15 w 1593
ἀπεστραμμένως 1 w 1606
τοῦ 4 w 1609
λόγου 2 w 1614
τὸ 15 w 1617
μηδεμίαν 1 w 1625
ἐπιζητεῖν 1 w 1634
ἑτέραν 1 w 1640
ἐν 13 w 1642
τῇ 2 w 1644
ψυχῇ 1 w 1648
δύναμιν 1 w 1655
ἧς 1 w 1658
κινουμένης 1 w 1668
ἀπειθῶς 2 w 1675
τῷ 9 w 1677
λόγῳ 2 w 1681
γίγνεσθαι 2 w 1690
τὰ 6 w 1692
πάθη 2 w 1696
μηδὲν 1 w 1702
γὰρ 5 w 1705
εἶναί 2 w 1710
τινα 1 w 1714
τοιαύτην 1 w 1722
ὡς 3 w 1725
ἔνιοι 1 w 1730
τῶν 4 w 1733
φιλοσόφων 1 w 1742
ὑπολαμβάνουσιν 1 w 1756
ἐπιθυμητικήν 1 w 1768
τε 11 w 1770
καὶ 16 w 1773
θυμοειδῆ 1 w 1781
προσαγορεύοντες 1 w 1796
τὸ 16 w 1799
ὅλον 1 w 1803
γὰρ 6 w 1806
εἶναι 2 w 1811
τὸ 17 w 1813
τῶν 5 w 1816
ἀνθρώπων 1 w 1824
ἡγεμονικὸν 1 w 1834
λογικόν 1 w 1841
εἰ 8 w 1844
μὲν 3 w 1847
γὰρ 7 w 1850
εἰς 3 w 1853
πρόβλημά 1 w 1861
τις 5 w 1864
ἀπὸ 1 w 1867
στόματος 1 w 1875
ἐπικαίρου 1 w 1884
λέγοι 1 w 1889
κάλλιον 1 w 1897
μὲν 4 w 1900
καὶ 17 w 1903
τούτῳ 1 w 1908
διωρισμένως 1 w 1919
τε 13 w 1921
χρῆσθαι 1 w 1928
καὶ 18 w 1931
σαφῶς 1 w 1936
τοῖς 5 w 1940
ὀνόμασιν 1 w 1948
ἕξει 1 w 1953
δ 36 w 1954
οὖν 1 w 1958
ὅμως 1 w 1962
συγγνώμην 1 w 1971
αὐτοῦ 1 w 1976
τὰ 7 w 1978
σφάλματα 1 w 1986
τὸ 18 w 1989
δ 37 w 1990
ἐπιστημονικὴν 1 w 2004
καὶ 19 w 2007
λογικὴν 2 w 2014
πραγματείαν 2 w 2025
ἐπαγγειλάμενον 1 w 2039
γράφειν 1 w 2046
ἀπειθῆ 1 w 2052
μὲν 5 w 2055
τῷ 10 w 2057
λόγῳ 3 w 2061
τινὰ 1 w 2065
κίνησιν 1 w 2072
ὀνομάζειν 1 w 2081
ἀξιοῦν 1 w 2088
δ 38 w 2089
ἡμᾶς 2 w 2094
ἀκούεν 1 w 2100
αὐτὴν 3 w 2105
λογικὴν 3 w 2112
2 w 2114
ἀπεστράφθαι 1 w 2125
μὲν 6 w 2128
τὸν 7 w 2131
λόγον 2 w 2136
εἶναι 3 w 2142
δ 39 w 2143
οὐδὲν 1 w 2149
ἄλλο 1 w 2153
3 w 2154
λόγον 3 w 2159
τε 15 w 2161
καὶ 20 w 2164
κρίσιν 1 w 2170
αὐτὴν 4 w 2175
οὐκ 1 w 2179
οἶδ 1 w 2182
εἰ 10 w 2185
μὴ 4 w 2187
τῆς 9 w 2190
μεγίστης 1 w 2198
μέμψεως 1 w 2205
ἄξιος 1 w 2210
ὑπάρχει 2 w 2217
ἄνθρωπος 1 w 2225
μὴ 5 w 2228
συγχωρῶν 1 w 2236
ἐπὶ 1 w 2239
ταὐτοῦ 1 w 2245
λέγειν 2 w 2251
αἰσχύνεσθαι 1 w 2262
καὶ 21 w 2265
αἰδεῖσθαι 1 w 2274
μηδ 4 w 2278
ἥδεσθαι 1 w 2286
καὶ 22 w 2289
χαίρειν 1 w 2296
ἀλλ 4 w 2300
ἀκριβοῦν 1 w 2309
ἅπαντα 3 w 2315
καὶ 23 w 2318
μέχρι 1 w 2323
τῶν 6 w 2326
ὀνομάτων 2 w 2334
ἀξιῶν 2 w 2339
αὐτὸν 3 w 2344
ἐν 14 w 2346
τοῖς 6 w 2350
συγγράμμασιν 1 w 2362
1 w 2364
μικρὸν 1 w 2370
ἔμπροσθεν 1 w 2379
οὐκ 2 w 2382
ἐκ 1 w 2384
λόγου 3 w 2389
καὶ 24 w 2392
κρίσεως 2 w 2399
ἔφησε 1 w 2404
γίγνεσθαι 3 w 2413
προελθὼν 1 w 2422
ἐν 15 w 2424
λόγῳ 4 w 2428
καὶ 25 w 2431
κρίσει 2 w 2437
συνίστασθαί 1 w 2448
φησιν 2 w 2453
ἐνὸν 1 w 2458
ἐκφυγεῖν 1 w 2466
μὲν 7 w 2469
ἁπάσας 1 w 2475
τὰς 1 w 2478
οὕτως 2 w 2483
ἀκαίρους 1 w 2491
τε 16 w 2493
ἅμα 1 w 2496
καὶ 26 w 2499
παρὰ 1 w 2503
τὸ 21 w 2505
τῶν 7 w 2508
Ἑλλήνων 1 w 2515
ἔθος 1 w 2519
ἀναπιμπλαμένας 1 w 2533
ὁμωνυμίας 1 w 2542
ἀκριβῶσαι 1 w 2552
δὲ 6 w 2554
καὶ 27 w 2557
διαρθρῶσαι 1 w 2567
τὸν 9 w 2570
λόγον 4 w 2575
Ἑλληνικοῖς 1 w 2585
τε 17 w 2587
καὶ 28 w 2590
σαφέσιν 1 w 2597
ὀνόμασιν 2 w 2605
τὸ 23 w 2608
γοῦν 1 w 2612
ἄλογον 2 w 2618
ὡσαύτως 1 w 2625
ἀφώνῳ 1 w 2630
τε 18 w 2632
καὶ 29 w 2635
ἀτραχήλῳ 1 w 2643
διχῶς 1 w 2648
ἅπαντες 1 w 2655
ἄνθρωποι 1 w 2663
λέγουσιν 1 w 2671
καὶ 30 w 2675
τρίτον 1 w 2681
οὐδέν 1 w 2686
ἐστιν 1 w 2691
ἐπ 17 w 2693
αὐτῶν 1 w 2699
σημαινόμενον 1 w 2711
εὑρεῖν 1 w 2717
οὔτε 1 w 2721
παρὰ 2 w 2725
τοῖς 7 w 2729
νῦν 2 w 2732
Ἕλλησιν 1 w 2739
οὔτε 2 w 2744
παρὰ 3 w 2748
τοῖς 8 w 2752
παλαιοῖς 1 w 2760
εἴ 2 w 2763
τι 19 w 2765
χρὴ 4 w 2768
τεκμαίρεσθαι 1 w 2780
τοῖς 9 w 2784
βιβλίοις 2 w 2792
αὐτῶν 2 w 2797
ἄφωνον 1 w 2804
δὲ 7 w 2806
δή 2 w 2808
πως 1 w 2811
λέγουσι 2 w 2818
καὶ 31 w 2821
ἀτράχηλον 1 w 2830
ἀναγκάζει 1 w 2840
γὰρ 8 w 2843
ἡμᾶς 3 w 2847
τὰ 9 w 2849
ῥήματα 1 w 2855
5 w 2856
Χρυσίππειος 1 w 2867
ἑρμηνεία 1 w 2875
καὶ 32 w 2878
ταῦτ 1 w 2882
ἐξηγεῖσθαι 1 w 2893
τὸ 24 w 2896
μὲν 8 w 2899
οἶμαι 1 w 2905
στερήσει 1 w 2914
φωνῆς 1 w 2919
4 w 2920
τραχήλου 1 w 2928
τὸ 25 w 2931
δὲ 8 w 2933
κακώσει 1 w 2940
εἰ 11 w 2943
μὲν 9 w 2946
γάρ 2 w 2949
τις 6 w 2952
φάσκει 1 w 2958
τοὺς 2 w 2963
ἰχθῦς 1 w 2968
ἀφώνους 1 w 2975
ὑπάρχειν 2 w 2983
5 w 2985
τὰ 10 w 2987
φυτὰ 1 w 2991
τῷ 11 w 2994
μηδ 5 w 2997
ὅλως 1 w 3002
ἔχειν 2 w 3007
φωνὴν 1 w 3012
οὕτως 3 w 3017
αὐτὰ 2 w 3021
προσαγορεύει 1 w 3033
εἰ 12 w 3036
δέ 2 w 3038
τις 7 w 3041
ἄφωνον 2 w 3047
εἶναι 4 w 3052
λέγοι 2 w 3057
τὸν 10 w 3060
κιθαρῳδὸν 1 w 3069
6 w 3070
τὸν 11 w 3073
κήρυκα 1 w 3079
κάκωσίν 1 w 3087
τινα 2 w 3091
ἐνδείκνυται 1 w 3102
τῆς 10 w 3105
φωνῆς 2 w 3110
τἀνθρώπου 1 w 3119
7 w 3121
γὰρ 9 w 3124
μικρόφωνον 1 w 3134
8 w 3136
τραχύφωνον 1 w 3146
9 w 3148
μελάμφωνον 1 w 3158
2 w 3160
τι 23 w 3162
τοιοῦτον 3 w 3170
ἕτερον 1 w 3176
εἶναί 3 w 3181
φησιν 3 w 3186
αὐτὸν 4 w 3191
οὐ 9 w 3194
μὴν 2 w 3197
παντελῶς 1 w 3205
γ 81 w 3206
ἐστερῆσθαι 1 w 3217
φωνῆς 3 w 3222
οὕτω 6 w 3227
δὲ 9 w 3229
καὶ 33 w 3232
ἀτραχήλους 1 w 3242
τινὰς 1 w 3247
ὀνομάζουσιν 1 w 3258
ἀνθρώπους 1 w 3267
οὐ 10 w 3270
μὰ 1 w 3272
Δία 1 w 3275
ὥσπερ 2 w 3280
τοὺς 3 w 3284
ἰχθῦς 2 w 3289
ἀτραχήλους 2 w 3299
ἄν 10 w 3301
τις 8 w 3304
εἴποι 2 w 3309
διότι 1 w 3315
μηδ 6 w 3318
ὅλως 2 w 3323
αὐτοῖς 2 w 3329
ὑπάρχει 4 w 3336
τράχηλος 1 w 3344
οὐδεὶς 2 w 3351
γὰρ 10 w 3354
ἂν 3 w 3356
οὕτως 4 w 3361
γε 11 w 3363
ἄνθρωπος 2 w 3371
ἀτράχηλος 1 w 3380
εἴη 1 w 3383
ὡς 4 w 3386
ἐστερῆσθαι 2 w 3396
τὸ 29 w 3398
πάμπαν 1 w 3404
τραχήλου 4 w 3412
ἀλλὰ 2 w 3417
τῷ 12 w 3419
μικρὸν 2 w 3425
ἔχειν 3 w 3430
τὸν 13 w 3433
τράχηλον 2 w 3441
ὀνομάζονταί 1 w 3452
τινες 1 w 3457
οὕτως 5 w 3462
καὶ 34 w 3466
μένει 1 w 3471
κᾀνταῦθα 1 w 3479
τὰ 13 w 3481
παραπλήσια 1 w 3491
δύο 1 w 3494
σημαινόμενα 1 w 3505
καθάπερ 1 w 3513
ἐπὶ 2 w 3516
τῆς 11 w 3519
ἄφωνος 1 w 3525
προσηγορίας 1 w 3536
οὕτω 9 w 3541
δὲ 10 w 3543
καὶ 35 w 3546
ἄπους 1 w 3551
καὶ 36 w 3555
ἀσκελὴς 1 w 3562
καὶ 37 w 3566
ἀκοίλιος 1 w 3574
καὶ 38 w 3578
ἄπλευρος 1 w 3586
καὶ 39 w 3590
ἄχειρ 1 w 3595
καὶ 40 w 3599
πάνθ 1 w 3603
ὅσα 1 w 3607
τοιαῦτα 1 w 3614
ποτὲ 1 w 3619
μὲν 10 w 3622
ἀναιρούσης 1 w 3632
τῆς 12 w 3635
α 242 w 3636
φωνῆς 4 w 3641
τὸ 31 w 3643
σημαινόμενον 2 w 3655
ἑκάστου 2 w 3662
τῶν 10 w 3665
ὀνομάτων 3 w 3673
οὗ 1 w 3676
προτάττεται 1 w 3687
ποτὲ 2 w 3692
δ 62 w 3693
οὐκ 3 w 3697
ἀναιρούσης 2 w 3707
οὕτως 6 w 3713
εὑρίσκω 1 w 3720
καὶ 41 w 3723
τὸ 32 w 3725
ἄλογον 3 w 3731
ὄνομα 1 w 3736
παρὰ 4 w 3740
τοῖς 11 w 3744
παλαιοῖς 2 w 3752
ἅπασιν 1 w 3758
εἰρημένον 1 w 3767
ὑπό 1 w 3770
τε 29 w 3772
τῶν 11 w 3775
νῦν 3 w 3778
ἀνθρώπων 2 w 3786
λεγόμενον 1 w 3795
ἐπειδὰν 4 w 3803
μὲν 11 w 3806
γὰρ 11 w 3809
10 w 3810
τὸν 14 w 3813
ἰχθῦν 1 w 3818
τις 9 w 3821
11 w 3822
τὸν 15 w 3825
καρκῖνον 1 w 3833
ἄλογον 4 w 3839
εἶναι 5 w 3844
φάσκῃ 1 w 3849
παντάπασιν 1 w 3860
ἀναιρεῖ 1 w 3867
τὸ 35 w 3869
σημαινόμενον 3 w 3881
ἐκ 3 w 3883
τῆς 13 w 3886
ἄλογος 2 w 3892
φωνῆς 5 w 3897
ἐπειδὰν 5 w 3905
δὲ 11 w 3907
τόδε 1 w 3911
τι 29 w 3913
τὸ 36 w 3915
ὑπὸ 1 w 3918
τοῦδε 1 w 3923
λεγόμενον 2 w 3932
ἐπιμεμφόμενοι 1 w 3945
φάσκωσιν 1 w 3953
ἄλογον 5 w 3959
οὐχ 2 w 3963
ὡς 5 w 3965
οὐδένα 1 w 3971
λόγον 5 w 3976
ἔχον 1 w 3980
ἀλλ 6 w 3984
ὡς 6 w 3987
μεμπτέον 1 w 3995
καὶ 42 w 3998
πονηρῶς 1 w 4005
ἔχον 2 w 4009
οὕτως 7 w 4014
ὀνομάζουσιν 2 w 4025
ἄλλο 2 w 4030
δὲ 12 w 4032
τρίτον 2 w 4038
12 w 4039
καὶ 43 w 4042
νὴ 2 w 4044
Δία 2 w 4047
τέταρτον 1 w 4055
ὡς 7 w 4058
οὗτοι 1 w 4063
βιάζονται 1 w 4072
σημαινόμενον 4 w 4085
οὐκ 4 w 4088
ἔστιν 1 w 4093
ἐν 18 w 4095
ἔθει 1 w 4099
τοῖς 12 w 4103
Ἕλλησιν 2 w 4110
2 w 4112
ἐξηγεῖσθαι 2 w 4122
τὴν 8 w 4125
φωνὴν 2 w 4130
ἐπαγγέλλονται 1 w 4143
δηλοῖ 1 w 4149
δὲ 13 w 4151
τοῦτο 1 w 4156
καὶ 44 w 4159
αὐτὸς 2 w 4164
8 w 4165
Χρύσιππος 2 w 4174
ἐν 19 w 4176
τῇδε 1 w 4180
τῇ 4 w 4182
ῥήσει 1 w 4187
διὸ 1 w 4191
καὶ 45 w 4194
οὐκ 5 w 4197
ἄπο 2 w 4200
τρόπου 1 w 4206
λέγεται 2 w 4213
ὑπό 2 w 4216
τινων 1 w 4221
τὸ 38 w 4223
τῆς 14 w 4226
ψυχῆς 3 w 4231
πάθος 1 w 4236
εἶναι 6 w 4241
κίνησις 1 w 4248
παρὰ 5 w 4252
φύσιν 1 w 4257
ὡς 8 w 4260
ἐπὶ 3 w 4263
φόβου 1 w 4268
ἔχει 4 w 4272
καὶ 46 w 4275
ἐπιθυμίας 2 w 4284
καὶ 47 w 4287
τῶν 12 w 4290
ὁμοίων 1 w 4296
πᾶσαι 1 w 4302
γὰρ 12 w 4305
αἱ 1 w 4307
τοιαῦται 1 w 4315
κινήσεις 1 w 4323
τε 30 w 4325
καὶ 48 w 4328
καταστάσεις 1 w 4339
ἀπειθεῖς 1 w 4347
τε 31 w 4349
τῷ 13 w 4351
λόγῳ 5 w 4355
εἰσὶ 1 w 4359
καὶ 49 w 4362
ἀπεστραμμέναι 1 w 4375
καθ 2 w 4379
3 w 4381
καὶ 50 w 4384
ἀλόγως 1 w 4390
φαμὲν 1 w 4395
φέρεσθαι 1 w 4403
τοὺς 4 w 4407
τοιούτους 1 w 4416
οὐχ 3 w 4420
οἷον 1 w 4424
κακῶς 1 w 4429
ἐν 20 w 4431
τῷ 14 w 4433
διαλογίζεσθαι 1 w 4446
ὡς 9 w 4449
ἄν 12 w 4451
τις 10 w 4454
εἴποι 3 w 4459
κατὰ 3 w 4463
τὸ 39 w 4465
ἔχειν 4 w 4470
ἐναντίως 1 w 4478
πρὸς 2 w 4482
τὸ 40 w 4484
εὐλόγως 1 w 4491
ἀλλὰ 3 w 4496
κατὰ 4 w 4500
τὴν 9 w 4503
τοῦ 9 w 4506
λόγου 4 w 4511
ἀποστροφήν 1 w 4521
ἐναργῶς 1 w 4529
ἐν 23 w 4531
τούτοις 1 w 4538
10 w 4539
Χρύσιππος 3 w 4548
ἐνδείκνυται 2 w 4559
τὰ 16 w 4561
δύο 2 w 4564
σημαινόμενα 2 w 4575
τῆς 15 w 4578
ἄλογον 6 w 4584
φωνῆς 6 w 4589
ἅπερ 1 w 4594
καὶ 51 w 4597
ὄντως 1 w 4602
ἐστὶ 2 w 4606
παρὰ 6 w 4610
τοῖς 13 w 4614
Ἕλλησι 3 w 4620
τὸ 41 w 4623
μὲν 13 w 4626
ἕτερον 2 w 4632
2 w 4634
τὸ 42 w 4636
εὔλογον 1 w 4643
ἐναντίον 1 w 4651
ἐστὶ 3 w 4655
τὸ 43 w 4658
δ 77 w 4659
ἕτερον 3 w 4666
3 w 4668
μηδὲν 2 w 4673
μέτεστι 1 w 4680
λόγου 5 w 4685
τὸ 44 w 4688
μὲν 14 w 4691
οὖν 2 w 4694
ἀντικείμενον 1 w 4706
τῷ 15 w 4708
εὐλόγῳ 1 w 4714
ἁμάρτημά 1 w 4722
ἐστι 2 w 4726
καὶ 52 w 4729
κρίσις 1 w 4735
μοχθηρά 1 w 4742
τὸ 45 w 4745
δ 79 w 4746
ἕτερον 4 w 4753
4 w 4755
χωρὶς 1 w 4760
λόγου 6 w 4765
γίγνεται 1 w 4773
παντὸς 1 w 4779
6 w 4781
κατὰ 5 w 4785
τὸ 47 w 4787
πάθος 2 w 4792
ὁρμὴ 3 w 4796
καὶ 53 w 4799
κίνησις 2 w 4806
εἰ 15 w 4809
δέ 4 w 4811
γε 14 w 4813
ἦν 1 w 4815
πλείω 1 w 4820
τὰ 18 w 4822
σημαινόμενα 3 w 4833
τοῦ 10 w 4836
ἄλογον 7 w 4842
ὀνόματος 1 w 4850
οὐκ 6 w 4854
ἂν 4 w 4856
ὤκνησεν 1 w 4863
οὐδὲ 2 w 4867
περὶ 3 w 4871
ἐκείνων 1 w 4878
εἰπεῖν 1 w 4884
ἐπιδεικνὺς 1 w 4895
ὡς 10 w 4898
οὐδὲ 3 w 4902
καθ 3 w 4905
ἓν 1 w 4908
αὐτῶν 3 w 4913
ἄλογον 8 w 4919
εἰρῆσθαι 2 w 4927
τὸ 48 w 4929
τῆς 16 w 4932
ψυχῆς 4 w 4937
πάθος 3 w 4942
ἀλλὰ 4 w 4947
κατὰ 6 w 4951
μόνον 1 w 4956
ὅπερ 1 w 4960
αὐτὸς 3 w 4965
ὠνόμασε 1 w 4972
τὸ 50 w 4974
κατὰ 7 w 4978
τὴν 10 w 4981
ἀποστροφὴν 1 w 4991
τοῦ 11 w 4994
λόγου 7 w 4999
γινόμενον 1 w 5008
ὅσα 2 w 5012
μὲν 15 w 5015
γάρ 3 w 5018
τις 11 w 5021
ἔκρινε 1 w 5027
κακῶς 2 w 5032
οὐκ 7 w 5036
ἀπέστραπται 1 w 5047
τὸν 16 w 5050
λόγον 6 w 5055
ἀλλ 9 w 5059
ἔσφαλται 1 w 5068
κατ 13 w 5071
αὐτόν 1 w 5077
ὅσαι 1 w 5082
δ 84 w 5083
ὁρμαὶ 1 w 5089
κατὰ 8 w 5093
θυμὸν 1 w 5098
13 w 5099
ἐπιθυμίαν 2 w 5108
ἀποτελοῦνται 1 w 5120
μὴ 8 w 5123
προσχρώμεναι 1 w 5135
λόγῳ 7 w 5139
ταύτας 1 w 5146
ἀλόγους 1 w 5153
ὀνομάζει 2 w 5161
κατὰ 9 w 5165
τὸ 52 w 5167
ἕτερον 5 w 5173
τῶν 14 w 5176
σημαινομένων 1 w 5188
ἐν 26 w 5191
4 w 5192
τὴν 11 w 5195
α 337 w 5196
φωνὴν 3 w 5201
ἀποφάσκειν 1 w 5211
τε 38 w 5213
καὶ 54 w 5216
ἀναιρεῖν 1 w 5224
ἐλέγομεν 1 w 5232
τὸ 53 w 5234
σημαινόμενον 5 w 5246
τῆς 17 w 5249
μετ 2 w 5252
αὐτοῦ 3 w 5258
τεταγμένης 1 w 5268
7 w 5270
γὰρ 13 w 5273
ἀπειθὴς 1 w 5280
λόγῳ 8 w 5284
κίνησις 3 w 5291
ψυχῆς 5 w 5296
ἄλογός 1 w 5302
ἐστι 3 w 5306
κατὰ 10 w 5310
τοῦτο 2 w 5315
τὸ 54 w 5317
σημαινόμενον 6 w 5329
ἐν 27 w 5332
5 w 5333
τὸ 55 w 5335
μηδὲ 4 w 5339
ὅλως 3 w 5343
χρῆσθαι 2 w 5350
λόγῳ 9 w 5354
περιέχεται 1 w 5364
ὡς 11 w 5367
εἴγε 1 w 5371
χρώμεθα 1 w 5378
λόγῳ 10 w 5382
καὶ 55 w 5386
κατ 17 w 5389
αὐτὴν 5 w 5395
οὐκ 8 w 5398
ὀρθῶς 1 w 5403
13 w 5404
Χρύσιππος 4 w 5413
εἶπεν 1 w 5418
ἔν 2 w 5421
τε 40 w 5423
τῷ 16 w 5425
πρώτῳ 2 w 5430
περὶ 4 w 5434
παθῶν 2 w 5439
οὐχὶ 1 w 5444
διημαρτημένως 1 w 5457
φέρεται 1 w 5464
καὶ 56 w 5468
παριδών 1 w 5475
τι 38 w 5477
κατὰ 11 w 5481
τὸν 17 w 5484
λόγον 7 w 5489
ἀλλ 10 w 5493
ἀπεστραμμένως 2 w 5507
τε 41 w 5509
καὶ 57 w 5512
ἀπειθῶς 3 w 5519
αὐτῷ 3 w 5523
καὶ 58 w 5527
πάλιν 2 w 5532
ἐν 28 w 5534
τῷ 18 w 5536
θεραπευτικῷ 1 w 5547
τῶν 15 w 5550
παθῶν 3 w 5555
αὐτὰ 3 w 5560
δὴ 1 w 5562
ταῦτα 1 w 5567
τὰ 26 w 5569
μικρῷ 1 w 5574
πρόσθεν 1 w 5581
μοι 1 w 5584
παραγεγραμμένα 1 w 5598
διὰ 2 w 5601
τῆς 18 w 5604
ῥήσεως 1 w 5610
ἐν 29 w 5613
1 w 5614
τὸ 57 w 5616
μὲν 16 w 5619
ἐναντίως 2 w 5627
τῷ 19 w 5629
εὐλόγως 2 w 5636
λεγόμενον 3 w 5645
ἄλογον 9 w 5651
οὐκ 9 w 5654
ἔφασκεν 1 w 5661
ἐν 31 w 5663
τῷ 20 w 5665
τοῦ 14 w 5668
πάθους 1 w 5674
ὁρισμῷ 1 w 5680
σημαίνεσθαι 1 w 5691
θάτερον 1 w 5699
δὲ 18 w 5701
τὸ 58 w 5703
ἀπειθές 1 w 5710
τε 43 w 5712
καὶ 59 w 5715
ἀπεστραμμένον 1 w 5728
τὸν 18 w 5731
λόγον 8 w 5736
ἐπιφέρων 1 w 5745
γοῦν 2 w 5749
φησιν 4 w 5754
οἷαι 1 w 5759
καὶ 60 w 5762
ἀκρατεῖς 1 w 5770
αἱ 2 w 5772
τοιαῦται 2 w 5780
καταστάσεις 2 w 5791
εἰσὶν 1 w 5796
ὡς 12 w 5799
ἂν 5 w 5801
οὐ 25 w 5803
κρατούντων 1 w 5813
ἑαυτῶν 1 w 5819
ἀλλ 11 w 5823
ἐκφερομένων 1 w 5835
καθάπερ 2 w 5843
οἱ 1 w 5845
τῷ 21 w 5847
τόνῳ 1 w 5851
τρέχοντες 1 w 5860
προσεκφέρονται 1 w 5874
οὐ 26 w 5877
κρατοῦντες 1 w 5887
τῆς 19 w 5890
τοιαύτης 1 w 5898
κινήσεως 1 w 5906
οἱ 2 w 5909
δὲ 19 w 5911
κατὰ 12 w 5915
τὸν 19 w 5918
λόγον 9 w 5923
κινούμενοι 1 w 5933
ὡς 13 w 5935
ἂν 6 w 5937
ἡγεμόνα 1 w 5944
καὶ 61 w 5947
τούτῳ 2 w 5952
οἰακίζοντες 1 w 5963
κᾂν 1 w 5967
ὁποιοσοῦν 1 w 5976
1 w 5977
κρατοῦσιν 1 w 5987
ἤτοι 2 w 5991
ἀπαθεῖς 1 w 5998
εἰσι 1 w 6002
τῆς 20 w 6005
τοιαύτης 2 w 6013
κινήσεως 2 w 6021
καὶ 62 w 6024
τῶν 17 w 6027
κατ 21 w 6030
αὐτὴν 6 w 6036
ὁρμῶν 1 w 6041
ἐνταῦθα 1 w 6049
γὰρ 14 w 6052
πάλιν 3 w 6057
τὸ 61 w 6059
κᾂν 2 w 6062
ὁποιοσοῦν 2 w 6071
2 w 6072
προκείμενον 1 w 6083
ἐπὶ 4 w 6086
τοῦ 17 w 6089
λόγου 9 w 6094
σαφῶς 2 w 6099
ἐνδείκνυται 3 w 6110
τὸν 20 w 6113
ἀπὸ 2 w 6116
τῶν 18 w 6119
ἁμαρτημάτων 1 w 6130
διορισμὸν 1 w 6139
τοῦ 18 w 6142
πάθους 2 w 6148
εἴτε 1 w 6153
γὰρ 15 w 6156
ὑγιὴς 1 w 6161
εἴη 2 w 6164
καὶ 63 w 6167
ἀληθὴς 1 w 6173
18 w 6174
λόγος 1 w 6179
εἴτε 2 w 6184
μοχθηρός 1 w 6192
τε 50 w 6194
καὶ 64 w 6197
ψευδὴς 1 w 6203
19 w 6205
κινούμενος 1 w 6215
κατ 22 w 6218
αὐτὸν 5 w 6224
οὐκ 10 w 6227
ἄν 13 w 6229
ποτε 2 w 6233
γένοιτ 1 w 6239
ἐν 34 w 6242
πάθει 1 w 6247
κατὰ 13 w 6252
μὲν 17 w 6255
γὰρ 16 w 6258
τὸν 22 w 6261
ἀληθῆ 1 w 6266
προσηκόντως 1 w 6277
τε 52 w 6279
καὶ 65 w 6282
κατωρθωμένως 1 w 6294
κινεῖται 1 w 6302
κατὰ 14 w 6307
δὲ 20 w 6309
τὸν 23 w 6312
ψευδῆ 1 w 6317
μοχθηρῶς 1 w 6325
τε 53 w 6327
καὶ 66 w 6330
διημαρτημένως 2 w 6343
ἵνα 1 w 6347
γὰρ 17 w 6350
20 w 6351
λόγος 2 w 6356
ἡγεμών 1 w 6362
ἐστιν 2 w 6367
14 w 6369
ἀρετὴ 1 w 6374
ἕπεται 1 w 6380
15 w 6382
ἁμάρτημα 1 w 6390
πάθος 4 w 6396
οὐδέποτε 1 w 6404
τὸ 66 w 6407
γοῦν 3 w 6411
οἰηθῆναι 1 w 6419
τὴν 14 w 6422
ἡδονὴν 1 w 6428
ἀγαθὸν 1 w 6434
εἶναι 7 w 6439
καθάπερ 3 w 6447
21 w 6448
Ἐπίκουρος 1 w 6457
ἡμαρτημένος 1 w 6469
τε 55 w 6471
λόγος 3 w 6476
ἐστὶ 4 w 6480
καὶ 67 w 6483
ψευδὴς 2 w 6489
ἁπάσας 2 w 6496
τε 56 w 6498
τὰς 2 w 6501
ἐνεργείας 1 w 6510
καὶ 68 w 6513
κατὰ 15 w 6517
μέρος 1 w 6522
κινήσεις 2 w 6530
ἐκ 6 w 6532
τῆς 21 w 6535
ψυχῆς 6 w 6540
ὅσαι 2 w 6545
τῆς 22 w 6548
ἡδονῆς 1 w 6554
ὡς 14 w 6556
τέλους 1 w 6562
στοχάζονται 1 w 6573
μοχθηρῶς 2 w 6581
μοχθηρὰς 1 w 6590
μὲν 18 w 6593
ἐξ 4 w 6595
ἀνάγκης 1 w 6602
ἔχει 6 w 6606
καὶ 69 w 6609
διημαρτημένας 1 w 6622
οὐ 29 w 6625
μὴν 3 w 6628
ἤδη 1 w 6631
γέ 4 w 6633
πω 4 w 6635
καὶ 70 w 6638
πάθη 3 w 6642
τὸ 67 w 6645
γὰρ 18 w 6648
ἴδιον 1 w 6653
τοῦ 19 w 6656
πάθους 3 w 6662
αὐτὸ 11 w 6666
δὴ 4 w 6668
τοῦτ 5 w 6672
ἔστι 2 w 6677
τὸ 69 w 6679
χωρὶς 2 w 6684
λόγου 10 w 6689
κινεῖσθαι 1 w 6698
τὴν 15 w 6701
ψυχήν 1 w 6706
ὅθεν 1 w 6711
καὶ 71 w 6714
δεόντως 1 w 6721
22 w 6722
Χρύσιππος 5 w 6731
ἔγραψεν 1 w 6738
οἱ 3 w 6741
δὲ 21 w 6743
κατὰ 16 w 6747
λόγον 10 w 6752
κινούμενοι 2 w 6762
ὡς 15 w 6764
ἂν 7 w 6766
ἡγεμόνα 2 w 6773
καὶ 72 w 6776
τούτῳ 3 w 6781
οἰακίζοντες 2 w 6792
τὰς 3 w 6795
κατὰ 17 w 6799
μέρος 2 w 6804
δηλονότι 1 w 6812
κινήσεις 3 w 6820
τῆς 23 w 6823
ψυχῆς 7 w 6828
κρατοῦσι 2 w 6836
τῶν 19 w 6839
κατ 29 w 6842
αὐτὰς 1 w 6848
ὁρμῶν 2 w 6853
ἀνάλογον 1 w 6861
τοῖς 14 w 6865
περιπατοῦσιν 1 w 6877
ἀλλ 12 w 6881
οὐχ 5 w 6885
ὑπ 9 w 6887
αὐτῶν 4 w 6893
ἐκφέρονται 1 w 6903
βιαίως 1 w 6909
ὥσπερ 3 w 6915
οἳ 1 w 6917
κατὰ 18 w 6921
πρανοῦς 1 w 6928
θέοντες 1 w 6935
συνάπτων 1 w 6944
γοῦν 4 w 6948
τῇ 5 w 6950
προγεγραμμένῃ 1 w 6963
ῥήσει 2 w 6968
καὶ 73 w 6971
ταυτὶ 1 w 6976
προσγράφει 1 w 6986
οἱ 4 w 6989
δέ 6 w 6991
γε 22 w 6993
κατὰ 19 w 6997
τὸν 24 w 7000
λόγον 11 w 7005
κινούμενοι 3 w 7015
ὡς 16 w 7017
ἂν 8 w 7019
ἡγεμόνα 3 w 7026
καὶ 74 w 7029
τούτῳ 4 w 7034
οἰακίζοντες 3 w 7045
καὶ 75 w 7049
ἐὰν 1 w 7052
ὁποιοσοῦν 3 w 7061
3 w 7062
κρατοῦσι 3 w 7071
τῶν 21 w 7074
κινήσεων 1 w 7082
καὶ 76 w 7085
τῶν 22 w 7088
κατ 32 w 7091
αὐτὰς 2 w 7097
ὁρμῶν 3 w 7102
ὥστε 3 w 7107
πεισθῆναι 1 w 7116
ἐάν 1 w 7119
περ 15 w 7122
ἐνδείκνυται 4 w 7133
αὐτὸς 4 w 7138
παραπλησίως 1 w 7149
τοῖς 15 w 7153
περιπατοῦσιν 2 w 7165
οὐκ 11 w 7169
ἀρκεσθεὶς 1 w 7178
δὲ 22 w 7180
τούτοις 2 w 7187
ἐπιφέρει 1 w 7195
διὸ 2 w 7199
καὶ 77 w 7202
αἱ 3 w 7204
οὕτως 8 w 7209
ἄλογοι 1 w 7215
κινήσεις 4 w 7223
πάθη 4 w 7227
τε 61 w 7229
λέγονται 1 w 7237
καὶ 78 w 7240
παρὰ 7 w 7244
φύσιν 2 w 7249
εἶναι 8 w 7254
ἅτ 1 w 7257
ἐκβαίνουσαι 1 w 7269
τὴν 16 w 7272
λογικὴν 4 w 7279
σύστασιν 1 w 7287
πῶς 1 w 7291
οὕτως 9 w 7296
16 w 7298
δηλονότι 2 w 7306
χωρὶς 3 w 7311
λόγου 11 w 7316
παντὸς 2 w 7322
καὶ 79 w 7326
ἀπεστραμμέναι 2 w 7339
τὸν 25 w 7342
λόγον 12 w 7347
ὃν 1 w 7350
ἡγεμόνα 4 w 7357
ἔδωκεν 1 w 7363
ἡμῖν 1 w 7367
17 w 7368
φύσις 1 w 7373
ἁπασῶν 1 w 7379
τῶν 23 w 7382
κατὰ 20 w 7386
μέρος 3 w 7391
ἐνεργειῶν 1 w 7400
οὐχ 6 w 7404
ἡγεῖται 1 w 7411
δ 115 w 7412
ἐν 38 w 7415
τοῖς 16 w 7419
πάθεσιν 1 w 7426
ὅθεν 2 w 7431
ἐκβεβηκέναι 1 w 7442
φησὶ 1 w 7446
τὴν 17 w 7449
λογικὴν 5 w 7456
σύστασιν 2 w 7464
ἁπάσας 3 w 7470
τὰς 6 w 7473
κατὰ 21 w 7477
πάθος 5 w 7482
κινήσεις 5 w 7490
ὀρθότατα 1 w 7499
λέγων 1 w 7504
εἰ 20 w 7507
γὰρ 19 w 7510
19 w 7511
μὲν 19 w 7514
λογικὴ 7 w 7520
τοῦ 25 w 7523
ζώου 1 w 7527
σύστασις 1 w 7535
ἡγεμόνα 5 w 7542
κέκτηται 1 w 7550
τὸν 26 w 7553
λόγον 13 w 7558
οὐ 33 w 7561
κρατεῖ 2 w 7567
δ 116 w 7568
οὗτος 1 w 7574
οὐδ 10 w 7577
ἡγεῖται 2 w 7585
τῶν 24 w 7588
κατὰ 22 w 7592
τὸ 75 w 7594
πάθος 6 w 7599
κινήσεων 2 w 7607
ἐκβέβηκε 1 w 7616
τὴν 18 w 7619
λογικὴν 6 w 7626
φύσιν 3 w 7631
26 w 7632
κατὰ 23 w 7636
πάθος 7 w 7641
κινούμενος 2 w 7651
καὶ 80 w 7655
μὴν 4 w 7658
εἴπερ 1 w 7664
οὐ 35 w 7666
λόγος 4 w 7671
ὁρμῆς 2 w 7676
ἡγεῖται 3 w 7683
ἀποκρινάσθωσαν 1 w 7698
ἡμῖν 2 w 7702
οἱ 5 w 7704
περὶ 5 w 7708
τὸν 27 w 7711
Χρύσιππον 1 w 7720
19 w 7722
τί 6 w 7724
ποτέ 1 w 7728
ἐστι 5 w 7732
τὸ 77 w 7734
ἡγούμενον 1 w 7743
οὐ 36 w 7746
γὰρ 20 w 7749
δή 3 w 7751
γε 30 w 7753
ἀποχρήσει 1 w 7762
αὐτοῖς 3 w 7768
εἰπεῖν 2 w 7774
ὡς 17 w 7777
οὔτε 3 w 7781
λόγος 5 w 7786
οὔτε 4 w 7791
ἄλλη 1 w 7795
δύναμις 1 w 7802
οὐδεμία 1 w 7809
συγχωροῦσι 1 w 7820
γὰρ 21 w 7823
οὕτως 10 w 7828
ἀναίτιόν 1 w 7836
τινα 3 w 7840
κίνησιν 2 w 7847
6 w 7849
παντὸς 3 w 7855
μᾶλλον 1 w 7861
φυλάττεσθαι 1 w 7872
παραινοῦσι 1 w 7882
καὶ 81 w 7886
μέμφονταί 1 w 7895
γε 31 w 7897
τὸν 28 w 7900
Ἐπίκουρον 1 w 7909
ἐπειδάν 1 w 7917
τινα 4 w 7921
τοιαύτην 2 w 7929
ὑποτίθηται 1 w 7939
εἴπερ 2 w 7945
οὖν 3 w 7948
μηδὲν 3 w 7953
ἀναιτίως 1 w 7961
γίγνεται 2 w 7969
καὶ 82 w 7973
τοῦτ 6 w 7977
ἔστιν 2 w 7983
ἁπάντων 1 w 7990
σχεδόν 1 w 7996
τι 49 w 7998
τῶν 25 w 8001
φιλοσόφων 2 w 8010
ὁμολόγημα 1 w 8019
κοινὸν 1 w 8025
οὐ 38 w 8028
Χρυσίππου 1 w 8037
μόνον 2 w 8042
17 w 8044
Ἀριστοτέλους 1 w 8056
18 w 8058
Πλάτωνος 1 w 8066
ἀποκρινάσθωσαν 2 w 8081
ἡμῖν 3 w 8085
2 w 8087
τίς 1 w 8090
ποτ 8 w 8093
ἐστὶν 2 w 8099
αἰτία 1 w 8104
τῆς 24 w 8107
κατὰ 24 w 8111
πάθη 5 w 8115
κινήσεως 3 w 8123
οὐ 39 w 8126
γὰρ 22 w 8129
δὴ 5 w 8131
29 w 8132
λόγος 6 w 8137
γε 32 w 8139
νῦν 4 w 8142
ἡγεμὼν 1 w 8148
οὐδ 12 w 8151
αἴτιος 1 w 8158
αὐτοῖς 4 w 8164
ὑπάρχει 5 w 8171
καθάπερ 4 w 8179
ἔν 3 w 8181
τε 66 w 8183
τοῖς 19 w 8187
ἁμαρτήμασι 1 w 8197
καὶ 83 w 8200
κατορθώμασιν 1 w 8212
30 w 8214
μὲν 20 w 8217
οὖν 4 w 8220
Ποσειδώνιος 1 w 8231
ὡς 18 w 8234
ἂν 9 w 8236
οἶμαι 2 w 8242
τεθραμμένος 1 w 8254
ἐν 39 w 8256
γεωμετρίᾳ 1 w 8265
καὶ 84 w 8268
μᾶλλον 2 w 8274
τῶν 26 w 8277
ἄλλων 1 w 8282
Στωϊκῶν 1 w 8289
ἀποδείξεσιν 1 w 8300
ἕπεσθαι 1 w 8307
συνειθισμένος 1 w 8320
ᾐδέσθη 1 w 8327
τήν 1 w 8330
τε 68 w 8332
πρὸς 3 w 8336
τὰ 45 w 8338
σαφῶς 3 w 8343
φαινόμενα 1 w 8352
μάχην 1 w 8357
καὶ 85 w 8360
τὴν 19 w 8363
αὐτὴν 7 w 8368
πρὸς 4 w 8372
αὑτὸν 1 w 8377
ἐναντιολογίαν 1 w 8390
τοῦ 27 w 8393
Χρυσίππου 2 w 8402
καὶ 86 w 8406
πειρᾶται 1 w 8414
μὴ 11 w 8416
μόνον 3 w 8421
ἑαυτὸν 2 w 8427
τοῖς 20 w 8431
Πλατωνικοῖς 1 w 8442
ἀλλὰ 5 w 8447
καὶ 87 w 8450
τὸν 31 w 8453
Κιττιέα 1 w 8460
Ζήνωνα 1 w 8466
προσάγειν 1 w 8475
οἱ 6 w 8478
δ 129 w 8479
ἄλλοι 1 w 8485
Στωϊκοὶ 1 w 8492
σχεδὸν 1 w 8498
ἅπαντες 2 w 8505
οὐκ 12 w 8508
οἶδ 2 w 8511
ὅπως 1 w 8516
ἕπεσθαι 2 w 8523
μᾶλλον 3 w 8529
οἷς 2 w 8532
ἐσφάλη 1 w 8538
Χρύσιππος 6 w 8547
ὑπομένουσιν 1 w 8558
19 w 8560
τἀληθὲς 1 w 8567
αἱρεῖσθαι 1 w 8576