Scaife ATLAS

CTS Library / De animi cuiuslibet peccatorum dignotione et curatione

De animi cuiuslibet peccatorum dignotione et curatione (2-3)

urn:cts:greekLit:tlg0057.tlg029.1st1K-grc1:2-3
Refs {'start': {'reference': '2', 'human_reference': 'Chapter 2'}, 'end': {'reference': '3', 'human_reference': 'Chapter 3'}}
Ancestors []
Children []
prev
plain textXML
next

Ἆρ οὖν, πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι
πρότερον ἑαυτοὺς, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν,

62
ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων, οὐ φανερῶς εἰσι
προπετεῖς; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι· παραπλήσιον γάρ
τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν
ἀριθμῶν γεγυμνάσθαι τελείωσιν τολμῶσιν ἀποφαίνεσθαί τι
περὶ λογιστικῶν ἀριθμητικῶν θεωρημάτων. ὥσπερ οὖν
τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν
αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν
361
ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον
αὐτοῖς μὴ σφαλθῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδολόγων
πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων.
ὅτι δὲ οὐκ ἂν ἔπειθον, ὡς ἀληθῶς, εἰ μή τις ἦν
αὐτοῖς ὁμοιότης, οὐδὲ ταῦτα δῆλον· ὡς οὐ σμικράν γε χρὴ
νομίζειν εἶναι τὴν ὁμοιότητα, ῥᾷστα γὰρ ἂν ἐφωράθη τις,
οὐ τῷ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ
πολλῶν. ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν
πραγμάτων εἶπε, τοῦτο φαίνεται κατὰ φιλοσοφίαν ὑπάρχειν.
Ἱπποκράτης δ εἶπεν, τὰς ὁμοιότητας πλάνας καὶ ἀπορίας
63

ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς, ὡς οὐ μόνον τῶν
ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ
καὶ
539
τῶν ἀρίστων. ὥστ οὐκ ἀπεικός ἐστι, καὶ τοῖς
ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε
καὶ πλάνας γίγνεσθαι. περὶ τὰς ὁμοιότητας τῶν διδύμων
οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ ἀήθεις οὐ
δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις
ὁμοιότητας, ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι, μηδ
ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφῶν ὁμοδίαιτοί
τε καὶ ἠθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν. ἓν μὲν δὴ
πρῶτον τοῦθ ἁμάρτημά ἐστι μέγιστον τῶν προπετῶς ἀποφηναμένων
τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν
τε καὶ κακῶν ἐκ φιλαυτίας, δοξοσοφίας, ἀλαζονείας,
φιλοτιμίας φυόμενον· ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς,
ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν
προσχηματισμοῦ τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ ὑπόπτως
ἔχοντας ὑπὲρ ὧν λέγουσιν. ἁμαρτάνουσιν ἑκάτεροι δηλονότι,
γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς
64
τὸ κακόν· ἀγνοοῦντες δὲ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ
τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα.
καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες,
ἐπιτρέψαντές τε εἶναι τὰς ἑαυτῶν δόξας ἑτέροις,
οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ
μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν
ἄλλων μαθημάτων, ἐν οἷς ψυχὴ θήγεται, γεωμετρίας,
ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας. ἔνιοι
δ αὐτῶν οὐδὲ ῥήτορος, οὐδὲ, τὸ προχειρότατον δὴ τοῦτο,
γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ οὕτως ἀγύμναστοι
περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν τοῖς ἀκούουσιν
ὑφ ἡμῶν λεγομένοις. ἅπερ ἐγὼ κατανοήσας, ὅταν τινὰ λόγον
εἴπω, ἀξιῶ παρ αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα· φαίνονται
γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτω καὶ
αὐτοὶ μηδ ὅλως οἷς εἶπον ἠκολουθηκότες, ἀλλ ὅμως καὶ
αὐτοὶ θράσους τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μήτε
καταγελώμενοι πρὸς τῶν τὰ γράμματα μεμαθηκότων ἐπὶ
65
τῷ μὴ δύνασθαι διελθεῖν ἤκουσα, αἰδεῖσθαι· νομίζειν
δὲ τὴν ἀλήθειαν ἑαυτοὺς ἐγνῶσθαι, τοὺς δὲ πεπαιδευμένους
μάτην ἀπολωλεκέναι τὸν χρόνον· ἀλλ οὐ τούτους ἐλπίζων
ὠφελήσειν ἐς τόνδε τὸν λόγον ἧκον. οὐδὲ γὰρ εἰ
βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι ἄν τι δυνήσονται,
μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον αὐτὴν πρὸς παίδευσιν
ἔχοντες. ὅστις δὲ φύσει συνετός ἐστι, καὶ μέχρι τούτου
γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὅσα περ ἂν
ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν,
εἰ δὲ μὴ, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τοῦτον
τὸν λόγον, εἴ γε ὅλως ἀληθείας ὀρεχθῇ. τοῦτο γὰρ
ἐπ ἐκείνῳ σύμπαν ἐστὶ πρὸς ἀλήθειαν, καὶ χρὴ πεφυκέναι
μὲν πρῶτον, εἶτα δεῖται παιδείας τετράφθαι χρηστόν· τῷ
δὲ μήτε φύντι πρὸς ἀλήθειαν, ἐν ἐπιτηδεύμασι μοχθηροῖς
τε καὶ ἀσελγέσι τραφέντι, παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί
ποτ ἀληθείας, ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην
ὁρμὴν, ὑπ ἄλλου προτραπέντι. οὐκοῦν οὐδ ἐγώ ποτ
66
ἐπηγγειλάμην ὠφελήσειν ποτὲ τοιοῦτον, ἀλλ’, ὡς ἔφην, ὃς
ἂν ἀληθείας ἐστὶ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ
ὅσον οἷός τ εἰμὶ, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ
τῷ βίῳ, πεπεικὼς δ ἐμαυτὸν, ἣν ἐρῶ νῦν εἶναι μόνην.

540
Ἀξιῶ γὰρ, ἔφην, ἐκμαθόντας ὅσα
περὶ τῆς ἀποδεικτικῆς μεθόδου γέγραπται τοῖς πρὸ ἡμῶν,
ἐπ ἄλλων πραγμάτων πρότερον αὐτῆς λαβεῖν πεῖραν, εἰ
ὄντως εὑρίσκει τι τῶν ζητουμένων· εἶναι δὲ τῶν τοιούτων
πραγμάτων φύσιν ἱκανὴν μαρτυρῆσαι τοῖς εὑροῦσιν αὐτὰ,
καθάπερ ἐπὶ τῷδε, τὴν δοθεῖσαν εὐθεῖαν, τὰ ἐπιταχθέντα
μέρη διελεῖν. ἴσως δ οὐ νοοῦσιν οἱ παντάπασιν
ἀμαθεῖς, τί ποτε λέγεται. ἐγὼ δὲ καθάπερ ὅλοις αὐτοῖς
ἐπιχειρήσω σαφέστερον εἰπεῖν. εὐθεῖαν μὲν δοθεῖσαν λόγος
λέγει τὴν προτεθεῖσαν ἐπί τινος ἀκριβῶς ὁμαλοῦ ἐπιπέδου,
τὰ δ ἐπιταχθέντα μέρη κατὰ τὴν βουλὴν τοῦ
προλαβόντος· εἴ τις εἰς πέντε διελεῖν ἴσα τὴν προτεθεῖσαν
εὐθεῖαν ἑπτὰ κελεύσειεν ἤτοι εἰς εἴκοσιν
εἰς ἑκατόν· ἐὰν γὰρ εὕρῃς μέθοδον μίαν, παρ ἑτέρου
67
διδαχθεὶς χρώμενος, εἰς ὅσα περ ἂν ἐθέλῃς μέρη τὴν προτεθεῖσαν
εὐθεῖαν διορίσεις, αὐτὸ μαρτυρήσει σοι τὸ
πρᾶγμα, φαίνοιτο ἅπαντα τὰ μέρη τοῖς οὕτω διαιρεθεῖσιν
ἀκριβῶς ἴσα, καὶ τὰ τοιαῦτα πάντα προβλήματα βεβαίως
εὑρημένα δι αὐτῶν τῶν ἐναργῶς φαινομένων, οἷον ὅταν
περιγράψαι τῷ δοθέντι τετραγώνῳ κύκλον ἐπιταχθῶμεν·
κατὰ ταῦτα δὲ καὶ τῷ δοθέντι κύκλῳ τετράγωνον περιγράψαι,
ἐγγράψαι· πάλιν περὶ τὸ δοθὲν πεντάγωνον,
ἰσόπλευρόν τε καὶ ἰσογώνιον, κύκλον περιγράψαι. ἐὰν γάρ
τις ἕκαστον τῶν τοιούτων δι ἧς ἔμαθεν μεθόδου περιγράψαι
παραχρῆμα δυνηθῇ, πρὸς αὐτοῦ τοῦ πράγματος
ἐμαρτυρήθη τὸ ζητούμενον εὑρηκώς. οὐ μὴν, εἰ γέγονεν
ἀγέννητος κόσμος ἐστὶ, δύναται τὸ πρᾶγμα μαρτυρῆσαι
αὐτὸ, καθάπερ οὐδὲ εἰ πεπερασμένον ἄπειρον τὸ πᾶν,
πόσος τῶν κυμάτων ἀριθμός· οὐδὲν γὰρ τῶν τοιούτων
ζητημάτων ὑπ αὐτοῦ τοῦ δοκοῦντος εὑρίσκεσθαι πράγματος
ἐπικρίνεται· καθάπερ ἐὰν ἐπιταχθεὶς τῷ κύκλῳ δωδεκάπλευρον,
ἰσόγωνόν τε καὶ ὀρθογώνιον περιγράψαι,
68
ἐγγράψαι, εὐθέως τοῦτο ποιήσοις. καὶ γὰρ ἐγγραφόμενόν
τε καὶ περιγραφόμενον ἐναργῶς ὁρᾶται, ὥσπερ γε καὶ
κύκλος ἐγγραφόμενός τε καὶ περιγραφόμενος τῷ τοιούτῳ
πολυγώνῳ. ὅταν γ οὖν εὕρωμεν ἀποδεικτικὴν μέθοδον, ἐπὶ
τὸ ζητούμενον ἡμᾶς ἄγει, μαρτυρεῖταί τε πρὸς αὐτοῦ τοῦ
πράγματος ἐναργῶς, καὶ βασάνους μικρὰς ἐκ τοῦδε τῆς κατ
αὐτῆς ἀληθείας ἕξομεν, ὡς τολμήσασθαί ποτε χρήσασθαι
κᾀπὶ τῶν δυναμένων αὐτὸ μαρτυρεῖν ἐναργῶς. οὐκοῦν ἀξιῶ
τινα περὶ τῶν μεγίστων πραγμάτων εὐθέως ἀποκινδυνεύειν·
εἰ δὲ δὴ μέγιστά ἐστι τὰ πρὸς εὐδαιμονίαν ἄγοντα, προγυμνάσασθαί
γε πρότερον ἐν ὕλαις πραγμάτων, ἐλεγχούσαις
μὲν τὸ ψεῦδος οἰόμενον εὑρηκέναι τὰ ζητούμενα, μαρτυρούσαις
δὲ τοῖς ἀληθῶς εὑρηκόσιν. τοιαύτη δὲ μέθοδος
κατὰ γεωμετρίαν ἐστὶν, ἀριθμητικήν τε καὶ λογιστικὴν,
ἀστρονομίαν τε καὶ ἀρχιτεκτονίαν· ἐν γὰρ ὀνόματι τῷ τῆς
ἀρχιτεκτονίας ὑπογράφω καταγραφὰς ὡρολογιῶν, καὶ κλεψυδρῶν,
ὑδροσκοπιῶν τε καὶ μηχανημάτων ἁπάντων, ἐν οἷς
69
ἐστι καὶ τὰ πνευματικὰ προσαγορευόμενα. μαρτυρεῖ γοῦν
ἅπαντα ταῦτα τοῖς εὑρίσκουσιν αὐτὰ,
362
καθάπερ καὶ
τὴν ἀστρονομίαν, καὶ γὰρ ταῦτα πρὸς αὐτῶν τῶν ἐναργῶς
φαινομένων ἐπικρίνεται, βασανίζεταί τε καὶ μαρτυρεῖται,
εἴ γε δὴ τῶν ἐναργῶς
541
φαινομένων ἐστὶν ἔκλειψις
ἡλίου καὶ σελήνης, ὅσα τε κατὰ τοὺς ἀπλανεῖς καὶ πλανήτας
ἀστέρας ὁρᾶται. ὅτι δὲ δάκνονται τὴν ψυχὴν ἅπαντες
ἐπὶ τοῖς λόγοις τούτοις, ὅσοι προβεβηκότες ἤδη κατὰ
τὴν ἡλικίαν οὐκ ἔτι καιρὸν ἔχουσι χρόνῳ πολλῷ βασανίσαι
τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶς αὐτὴν
μαρτυρῆσαι δυναμένων· ἤτοι γὰρ, ὡς ἔφην, διὰ φιλαυτίαν,
διὰ δοξοσοφίαν, φιλοτιμίαν, φιλοδοξίαν,
ἀλαζονείαν, χρηματισμὸν, ἔνιοι μὲν ἑαυτοὺς, ἔνιοι δ
ἄλλους ἀναπείθουσιν ἐπίστασθαί τι βέβαιον. οὐδὲν οὖν
ἐστι θαυμαστὸν, ἐν ταῖς ἰδίαις ἕκαστον διατριβαῖς τοὺς
φοιτητὰς ἀναπείθειν, ἐνίους μὲν ὀνώδεις φύσει, τινὰς.
δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις
70
μαθήμασιν· συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι
τοιούτους ἔχειν μαθητὰς, ὡς τε συνετὸς φύσει καὶ προγεγυμνασμένος
ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ,
καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον
ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα
τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ,
γιγνωσκόντων δ αὐτῶν οὐδ εἴδωλον ἀποδείξεως. ἐὰν οὖν
ἐξέλῃ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν,
φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, δ
ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ
ἔτεσί ποθ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ
κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα· τὸν δ ὑπό τινων
παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν
ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον
κατασκευάζοντας. τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν
τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ ὑπομεῖναί ποτε τὸ
71
παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο
προὐχειρισάμην. ἑτοιμότατον δ ἐστὶ πείθεσθαι μειρακίοις
ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην
ὁδὸν ἐπὶ σοφίαν, ὑφηγήμενον παρὰ τοῖς Κυνικοῖς
ὀνομαζομένοις. καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ ἀρετὴν ὁδὸν
εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα. τινὲς δὲ αὐτῶν ἐλέγχοντες
οὐκ ἐπ ἀρετὴν, ἀλλὰ δι ἀρετῆς ἐπ εὐδαιμονίαν,
ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν. ἀλλ ἕτεροί
γε ἀληθέστερον ἀποφαινόμενοι αὐτὴν σύντομον ἐπ ἀλαζονείας
ὁδὸν εἶναί φασι, ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων
τόλμαν. ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι
κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσόφων εἶναι
ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ
θεωρίᾳ γυμνασίαν· εἶθ’, ὅταν ἡμῶν ἀπαλλαγῶσιν, οὐκ ἀξιοῦσι
διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις,
καὶ βουκόλοις, καὶ σκαπανεῦσι, καὶ θερισταῖς, ὅτι μὴ
παρακολουθοῦσιν, ὥς φασι, τοῖς λεγομένοις, ἀγύμναστοι περὶ
72
λόγους ὄντες, ὥσπερ αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ
πρῶτα μαθήματα, καὶ οὐκ αἴφνης περὶ τέλους βίου, καὶ
εὐδαιμονίας, καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου
λόγους τινὰς ἀποδεικτικοὺς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες
δὲ δι ἀγυμνασίαν· αἵπερ αὐτοῖς, ὡς ἔφην, δι
ὁμοιότητος τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι
τῶν ψευδῶν δογμάτων· τὰς δ ὁμοιότητας οἱ μάλιστα τετριμμένοι
καθ ἑκάστην ὅλην πραγματείαν ἀκριβῶς διαγινώσκουσιν.
542
ἀναγκαῖον δ ἐστὶ τὸν ἐξαίφνης προελθόντα
κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι
τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τοῦτο τεκμήριόν
ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς
εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι. τὸ μὲν
οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος
οὐκ ὄντος ἀληθοῦς. ἐπειδὴ δ οἱ ψευδεῖς λόγοι πάντως
ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος, τὸ συμπέρασμα
κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ
73
σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.
ὅπου τοίνυν ὁμολογοῦμεν τὸ ψεῦδος τὸν λόγον εἶναι, διὰ τὸ
φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψεῦδος, ὅμως
λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς μὲν αὐτοῖς εἴη
πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον,
ἄχρι περ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν, ἱκανοὺς εἶναι
γιγνώσκειν τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς
ἀληθεῖς, πείσωσι δὲ προβάλλειν ἐπιτρέποντες τοῖς βουλομένοις
τῇ πείρᾳ γνῶναι τὴν δι αὐτῶν. ἆρ οὖν ἄλλο τι συμβουλεύουσιν,
γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων
λύσει τοὺς μαθητάς; οὐδαμῶς οὐδὲν ἄλλο τῆς λύσεως
οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον
ὁμοιότητα τοῦ ψευδοῦς. ἀναγκαῖον οὖν ἐστιν προμεμαθηκέναι
πρὸ τῆς τῶν ἀληθῶν λόγων φύσεως, γὰρ ἐν ἐκείνοις
γυμνασάμενος, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως γιγνώσκειν
αὐτῶν τὸ εἶδος, οὐ χαλεπῶς ἂν, ἔφην, διαγινώσκοι
τοὺς ψευδεῖς. ἐγὼ τοῦτ ἔδειξα μειράκιά πω γεγυμνασμένα
74
ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι
προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων.
αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ
σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, κατὰ τῶν λημμάτων
ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς
δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν,
ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο
πεπόνθασιν· εἶτ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ
προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι· γὰρ
περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν
ἄγειν· οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως
ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος
νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον
εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι
δ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως,
πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου,
δι ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι. τινὲς δὲ
75
ἀγνοοῦντες, ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ὡς
πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστὸν, ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι
περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως δεομένων.
καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ.
τί οὖν, πρὸς θεῶν, τῶν τοιούτων ἀμάθειάν
τε καὶ δοξοσοφίαν δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως;
ὅστις μὲν σκιῤῥώδης ἐτῶν ἤδη τριῶν τεττάρων
ἄλυπον ἔχει τὸν σκίῤῥον; τε τῶν τοιούτων γερόντων
ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίῤῥον ἐτῶν
τριάκοντα ἔχουσα δύναται λυθῆναι;
543
θὲς, εἰ βούλει,
καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν, μηνῶν,
ἐτῶν τοῦ τοιούτου σκίῤῥου θεραπεία δεῖται. μὴ τοίνυν
θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων
οὐδ ὅλως ἀξιῶ διαλέγεσθαι· ἀμείνους γὰρ αὐτῶν οἶδα
πάντας ἰδιώτας τε καὶ συνετοὺς φύσει, καὶ πεπαιδευμένους
τὴν παρ Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν.
οὗτοι μὲν καὶ γνωρίζουσι ῥᾳδίως, ὅσα τ ἐναργῶς
76
363
ἀκολουθεῖ. τῶν δ ὡς ἐριζομένων ὄντων, προσποιουμένων
μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν
ἐναντιοῦται, πολλάκις ἐπειράθην. περὶ μὲν γοῦν τῶν ἑπομένων
ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων
πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ
πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν,
αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν
ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες· οἱ δ ἄλλοι, ὡς
εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες,
εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν
αὐτῶν ἐτρέποντο. ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις
ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ
τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι
πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν
ἐν αὐτοῖς, γέγραπται. πάντα γὰρ, ὅσα καθ ὅλον τὸν βίον
ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ
τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς
77
γίγνεται, καὶ πρόδηλόν γ ἐστὶν, ὡς κακῶς τε γίγνεται
πάντα, καὶ ἁμαρτημάτων ἐστὶ τὰ κατὰ πᾶσαν αἵρεσιν
πλημμελήματα, τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος,
ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον, ἔνθα καὶ σαφῶς,
ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν.
μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους
δόγμα θέμενος, ὡς ἀληθὲς, τέλειον εὐεργετῆσαί τινας,
ἐκλείπων τὴν βοήθειαν, δι ὕπνον, ἀργίαν, φιληδονίαν,
τι τοιοῦτον κατὰ πάθος ἐσφάλη· κεκρικὼς δέ τις
ἑαυτῷ μόνῳ τὰς ἡδονὰς τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος
δὲ διὰ τοῦτο πολίταις οἰκείοις ἀδικουμένοις
βοηθῆσαι, διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτε.

Tokens

Ἆρ 1 w 2
οὖν 1 w 6
1 w 8
πρὸς 1 w 12
θεῶν 1 w 16
οἱ 1 w 19
χωρὶς 1 w 24
τοῦ 1 w 27
πεῖσαι 1 w 33
πρότερον 1 w 41
ἑαυτοὺς 1 w 48
ὅτι 1 w 52
τὴν 1 w 55
ἀποδεικτικὴν 1 w 67
μέθοδον 1 w 74
ἴσασιν 1 w 80
ἐπιχειροῦντες 1 w 94
εὑρέσει 1 w 101
μεγίστων 1 w 109
πραγμάτων 1 w 118
οὐ 1 w 121
φανερῶς 1 w 128
εἰσι 1 w 132
προπετεῖς 1 w 141
ἐμοὶ 1 w 146
μὲν 1 w 149
καὶ 1 w 152
πάνυ 1 w 156
δοκοῦσι 1 w 163
παραπλήσιον 1 w 175
γάρ 1 w 178
τι 3 w 180
ποιοῦσι 1 w 187
τοῖς 1 w 191
πρὸ 2 w 194
τοῦ 2 w 197
πεῖσαι 2 w 203
σφᾶς 1 w 207
αὐτοὺς 1 w 213
ἱκανῶς 1 w 219
ἐπὶ 1 w 222
τῶν 1 w 225
ἀριθμῶν 1 w 232
γεγυμνάσθαι 1 w 243
τελείωσιν 1 w 252
τολμῶσιν 1 w 260
ἀποφαίνεσθαί 1 w 272
τι 4 w 274
περὶ 1 w 278
λογιστικῶν 1 w 288
1 w 289
ἀριθμητικῶν 1 w 300
θεωρημάτων 1 w 310
ὥσπερ 1 w 316
οὖν 2 w 319
τούτους 1 w 326
ἀναγκαῖόν 1 w 335
ἐστι 1 w 339
σφάλλεσθαι 1 w 349
πολλαχόθι 1 w 358
κατὰ 1 w 363
τὸν 1 w 366
αὐτὸν 1 w 371
τρόπον 1 w 377
ὅσοι 1 w 382
πρὸ 3 w 385
τοῦ 3 w 388
γυμνάσασθαι 1 w 399
κατὰ 2 w 403
τὴν 2 w 406
ἀποδεικτικὴν 2 w 418
μέθοδον 2 w 425
ἐπιχειροῦσιν 1 w 437
ἀποδεικνύειν 1 w 449
ἀδύνατον 1 w 458
αὐτοῖς 1 w 464
μὴ 1 w 466
σφαλθῆναι 1 w 475
ὅτι 2 w 479
μὲν 2 w 482
γὰρ 1 w 485
ἔνιοι 1 w 490
τῶν 2 w 493
ψευδολόγων 1 w 503
πείθουσί 1 w 511
τινας 1 w 516
εὔδηλον 1 w 524
ἐκ 1 w 526
τοῦ 4 w 529
πλήθους 1 w 536
τῶν 3 w 539
αἱρέσεων 1 w 547
ὅτι 3 w 551
δὲ 1 w 553
οὐκ 1 w 556
ἂν 1 w 558
ἔπειθον 1 w 565
ὡς 1 w 568
ἀληθῶς 1 w 574
εἰ 2 w 577
μή 1 w 579
τις 1 w 582
ἦν 1 w 584
αὐτοῖς 2 w 590
ὁμοιότης 1 w 598
οὐδὲ 1 w 603
ταῦτα 1 w 608
δῆλον 1 w 613
ὡς 2 w 616
οὐ 4 w 618
σμικράν 1 w 625
γε 2 w 627
χρὴ 1 w 630
νομίζειν 1 w 638
εἶναι 1 w 643
τὴν 3 w 646
ὁμοιότητα 1 w 655
ῥᾷστα 1 w 661
γὰρ 2 w 664
ἂν 2 w 666
ἐφωράθη 1 w 673
τις 2 w 676
οὐ 5 w 679
τῷ 1 w 681
χρόνῳ 1 w 686
βασανιζομένη 1 w 698
πρὸς 2 w 702
ἀνδρῶν 1 w 708
ἀξιολόγων 1 w 717
τε 5 w 719
καὶ 2 w 722
πολλῶν 1 w 728
ὅπερ 1 w 733
οὖν 3 w 736
Ἱπποκράτης 1 w 746
ἐπὶ 2 w 749
τῶν 4 w 752
κατὰ 3 w 756
τὴν 4 w 759
ἰατρικὴν 1 w 767
πραγμάτων 2 w 776
εἶπε 1 w 780
τοῦτο 1 w 786
φαίνεται 1 w 794
κατὰ 4 w 798
φιλοσοφίαν 1 w 808
ὑπάρχειν 1 w 816
Ἱπποκράτης 2 w 827
δ 14 w 828
εἶπεν 1 w 834
τὰς 1 w 838
ὁμοιότητας 1 w 848
πλάνας 1 w 854
καὶ 3 w 857
ἀπορίας 1 w 864
ἐργάζεσθαι 1 w 874
καὶ 4 w 877
τοῖς 4 w 881
ἀγαθοῖς 1 w 888
ἰατροῖς 1 w 895
ὡς 3 w 898
οὐ 6 w 900
μόνον 1 w 905
τῶν 5 w 908
ἐπιτυχόντων 1 w 919
ἰατρῶν 1 w 925
ἐν 1 w 927
ταῖς 1 w 931
ὁμοιότησι 1 w 940
σφαλλομένων 1 w 951
ἀλλὰ 1 w 956
καὶ 5 w 959
τῶν 6 w 962
ἀρίστων 1 w 969
ὥστ 1 w 973
οὐκ 2 w 977
ἀπεικός 1 w 984
ἐστι 2 w 988
καὶ 6 w 992
τοῖς 5 w 996
ἀγαθοῖς 2 w 1003
φιλοσόφοις 1 w 1013
ἐν 2 w 1015
τοῖς 6 w 1019
κατὰ 5 w 1023
φιλοσοφίαν 2 w 1033
ἀπορίας 2 w 1040
τε 6 w 1042
καὶ 7 w 1045
πλάνας 2 w 1051
γίγνεσθαι 1 w 1060
περὶ 2 w 1065
τὰς 2 w 1068
ὁμοιότητας 2 w 1078
τῶν 7 w 1081
διδύμων 1 w 1088
οἱ 2 w 1090
συνήθεις 1 w 1098
μὲν 3 w 1101
ἑτοίμως 1 w 1108
διαγιγνώσκουσιν 1 w 1123
οἱ 3 w 1126
δ 18 w 1127
ἀήθεις 1 w 1134
οὐ 8 w 1136
δύνανται 1 w 1144
κατὰ 6 w 1149
τὸν 3 w 1152
αὐτὸν 2 w 1157
λόγον 1 w 1162
οὐδὲ 2 w 1166
τὰς 3 w 1169
ἐν 3 w 1171
τοῖς 7 w 1175
λόγοις 1 w 1181
ὁμοιότητας 3 w 1191
ὅσοι 2 w 1196
μὴ 2 w 1198
πάνυ 2 w 1202
τρίβωνες 1 w 1210
λόγων 3 w 1215
ὑπάρχουσι 1 w 1224
μηδ 1 w 1228
ἑκάστης 1 w 1236
ἡμέρας 1 w 1242
ὥσπερ 2 w 1248
οἱ 4 w 1250
τῶν 8 w 1253
διδύμων 2 w 1260
ἀδελφῶν 1 w 1267
ὁμοδίαιτοί 1 w 1277
τε 7 w 1279
καὶ 8 w 1282
ἠθάδες 1 w 1288
ἱκανοὶ 1 w 1295
διαγιγνώσκειν 1 w 1308
εἰσίν 1 w 1313
ἓν 1 w 1316
μὲν 4 w 1319
δὴ 1 w 1321
πρῶτον 1 w 1327
τοῦθ 1 w 1331
ἁμάρτημά 1 w 1340
ἐστι 3 w 1344
μέγιστον 1 w 1352
τῶν 9 w 1355
προπετῶς 1 w 1363
ἀποφηναμένων 1 w 1375
τι 16 w 1377
περὶ 3 w 1381
τῶν 10 w 1384
κατὰ 7 w 1388
τὸν 5 w 1391
ἀνθρώπινον 1 w 1401
βίον 1 w 1405
ἀγαθῶν 1 w 1411
τε 8 w 1413
καὶ 9 w 1416
κακῶν 1 w 1421
ἐκ 2 w 1423
φιλαυτίας 1 w 1432
2 w 1434
δοξοσοφίας 1 w 1444
3 w 1446
ἀλαζονείας 1 w 1456
4 w 1458
φιλοτιμίας 1 w 1468
φυόμενον 1 w 1476
ἐνίους 1 w 1483
μὲν 5 w 1486
γὰρ 3 w 1489
ἀναπεπεικότας 1 w 1502
ἑαυτοὺς 2 w 1509
ὡς 4 w 1512
ὀρθῶς 1 w 1517
δοξάζουσιν 1 w 1527
ἐνίους 2 w 1534
δὲ 4 w 1536
τιμῆς 1 w 1541
ἕνεκεν 1 w 1547
1 w 1548
προσχηματισμοῦ 1 w 1562
τοὺς 4 w 1566
πέλας 1 w 1571
μὲν 6 w 1574
ἀναπείθοντας 1 w 1586
αὐτοὺς 2 w 1593
δ 32 w 1594
ὑπόπτως 1 w 1602
ἔχοντας 1 w 1609
ὑπὲρ 1 w 1613
ὧν 1 w 1615
λέγουσιν 1 w 1623
ἁμαρτάνουσιν 1 w 1636
ἑκάτεροι 1 w 1644
δηλονότι 1 w 1652
γιγνώσκοντες 1 w 1665
μὲν 7 w 1668
οἱ 5 w 1670
δεύτεροι 1 w 1678
καὶ 10 w 1682
εἴη 1 w 1685
ἂν 3 w 1687
αὐτῶν 1 w 1692
ἐμπαθὲς 1 w 1699
τὸ 6 w 1701
κακόν 1 w 1706
ἀγνοοῦντες 1 w 1717
δὲ 5 w 1719
οἱ 6 w 1721
πρότεροι 1 w 1729
καὶ 11 w 1733
εἴη 2 w 1736
ἂν 4 w 1738
αὖ 1 w 1740
καὶ 12 w 1743
τούτων 1 w 1749
τὸ 7 w 1751
σφάλμα 1 w 1757
κατὰ 8 w 1761
τὸ 8 w 1763
καλούμενον 1 w 1773
ἰδίως 1 w 1778
ἁμάρτημα 1 w 1786
καλῶς 1 w 1792
οὖν 4 w 1795
ποιήσουσιν 1 w 1805
οὗτοι 1 w 1810
τῶν 12 w 1813
Αἰσώπου 1 w 1820
πηρῶν 1 w 1825
ἀναμνησθέντες 1 w 1838
ἐπιτρέψαντές 1 w 1851
τε 15 w 1853
εἶναι 2 w 1858
τὰς 4 w 1861
ἑαυτῶν 1 w 1867
δόξας 1 w 1872
ἑτέροις 1 w 1879
οὐ 10 w 1882
μὰ 1 w 1884
Δία 1 w 1887
τοιούτοις 1 w 1896
οἷοί 1 w 1901
περ 7 w 1904
αὐτοὶ 1 w 1909
τυγχάνουσιν 1 w 1920
ὄντες 1 w 1925
οὐ 11 w 1928
μόνον 2 w 1933
ἀγύμναστοι 1 w 1943
μεθόδων 1 w 1950
ἀποδεικτικῶν 1 w 1962
ἀλλὰ 2 w 1967
καὶ 13 w 1970
τῶν 14 w 1973
ἄλλων 1 w 1978
μαθημάτων 1 w 1987
ἐν 6 w 1990
οἷς 1 w 1993
2 w 1994
ψυχὴ 1 w 1998
θήγεται 1 w 2005
γεωμετρίας 1 w 2016
ἀριθμητικῆς 1 w 2028
λογιστικῆς 1 w 2039
ἀρχιτεκτονίας 1 w 2053
ἀστρονομίας 1 w 2065
ἔνιοι 2 w 2071
δ 40 w 2072
αὐτῶν 2 w 2078
οὐδὲ 3 w 2082
ῥήτορος 1 w 2089
οὐδὲ 4 w 2094
τὸ 9 w 2097
προχειρότατον 1 w 2110
δὴ 2 w 2112
τοῦτο 2 w 2117
γραμματικοῦ 1 w 2129
διδασκαλίας 1 w 2140
τυχόντες 1 w 2148
ἀλλ 3 w 2152
οὕτως 1 w 2158
ἀγύμναστοι 2 w 2168
περὶ 4 w 2172
λόγους 1 w 2178
ὄντες 2 w 2183
ὡς 5 w 2186
μὴ 3 w 2188
παρακολουθεῖν 1 w 2201
τοῖς 8 w 2205
ἀκούουσιν 1 w 2214
ὑφ 1 w 2216
ἡμῶν 1 w 2221
λεγομένοις 1 w 2231
ἅπερ 1 w 2236
ἐγὼ 1 w 2239
κατανοήσας 1 w 2249
ὅταν 1 w 2254
τινὰ 1 w 2258
λόγον 2 w 2263
εἴπω 1 w 2267
ἀξιῶ 1 w 2272
παρ 3 w 2275
αὐτῶν 3 w 2281
ἀκοῦσαι 1 w 2288
τὰ 13 w 2290
ῥηθέντα 1 w 2297
φαίνονται 1 w 2307
γὰρ 4 w 2310
ὄντως 1 w 2315
καθάπερ 1 w 2323
οἱ 7 w 2325
ὄνοι 1 w 2329
τῆς 1 w 2332
λύρας 1 w 2337
οὕτω 2 w 2342
καὶ 14 w 2345
αὐτοὶ 2 w 2350
μηδ 2 w 2353
ὅλως 1 w 2358
οἷς 2 w 2361
εἶπον 1 w 2366
ἠκολουθηκότες 1 w 2379
ἀλλ 4 w 2383
ὅμως 1 w 2388
καὶ 15 w 2391
αὐτοὶ 3 w 2396
θράσους 1 w 2403
5 w 2404
τόλμης 1 w 2410
εἰς 1 w 2413
τοσοῦτον 1 w 2421
ἥκουσιν 1 w 2428
ὡς 6 w 2431
μήτε 1 w 2435
καταγελώμενοι 1 w 2448
πρὸς 3 w 2452
τῶν 17 w 2455
τὰ 14 w 2457
γράμματα 1 w 2465
μεμαθηκότων 1 w 2476
ἐπὶ 3 w 2479
τῷ 2 w 2481
μὴ 4 w 2483
δύνασθαι 1 w 2491
διελθεῖν 1 w 2499
1 w 2500
ἤκουσα 1 w 2506
αἰδεῖσθαι 1 w 2516
νομίζειν 2 w 2525
δὲ 8 w 2527
τὴν 5 w 2530
ἀλήθειαν 1 w 2538
ἑαυτοὺς 3 w 2545
ἐγνῶσθαι 1 w 2553
τοὺς 7 w 2558
δὲ 9 w 2560
πεπαιδευμένους 1 w 2574
μάτην 1 w 2579
ἀπολωλεκέναι 1 w 2591
τὸν 6 w 2594
χρόνον 1 w 2600
ἀλλ 5 w 2604
οὐ 14 w 2607
τούτους 2 w 2614
ἐλπίζων 1 w 2621
ὠφελήσειν 1 w 2630
ἐς 1 w 2632
τόνδε 1 w 2637
τὸν 7 w 2640
λόγον 3 w 2645
ἧκον 1 w 2649
οὐδὲ 5 w 2654
γὰρ 5 w 2657
εἰ 5 w 2659
βουληθεῖεν 1 w 2669
οἵ 1 w 2672
γε 6 w 2674
πλείους 1 w 2681
αὐτῶν 4 w 2686
ὠφεληθῆναι 1 w 2696
ἄν 1 w 2698
τι 26 w 2700
δυνήσονται 1 w 2710
μηδὲ 1 w 2715
τὴν 6 w 2718
ἡλικίαν 1 w 2725
ἐπιτήδειον 1 w 2735
αὐτὴν 1 w 2740
πρὸς 4 w 2744
παίδευσιν 1 w 2753
ἔχοντες 1 w 2760
ὅστις 1 w 2766
δὲ 12 w 2768
φύσει 1 w 2773
συνετός 1 w 2780
ἐστι 4 w 2784
καὶ 16 w 2788
μέχρι 1 w 2793
τούτου 3 w 2799
γοῦν 1 w 2803
ἐγυμνάσατο 1 w 2813
κατὰ 9 w 2817
τὴν 8 w 2820
πρώτην 1 w 2826
παιδείαν 1 w 2834
ὅσα 1 w 2838
περ 11 w 2841
ἂν 5 w 2843
ἀκούσῃ 1 w 2849
μάλιστα 1 w 2857
μὲν 8 w 2860
ἀπὸ 1 w 2863
στόματος 1 w 2871
αὐτίκα 1 w 2877
δύνασθαι 2 w 2885
λέγειν 1 w 2891
εἰ 6 w 2894
δὲ 13 w 2896
μὴ 5 w 2898
γράψαι 1 w 2905
γε 8 w 2907
δύνασθαι 3 w 2915
βοήθειαν 1 w 2924
ἕξει 1 w 2928
τοῦτον 1 w 2934
τὸν 8 w 2937
λόγον 4 w 2942
εἴ 4 w 2945
γε 9 w 2947
ὅλως 2 w 2951
ἀληθείας 1 w 2959
ὀρεχθῇ 1 w 2965
τοῦτο 4 w 2971
γὰρ 6 w 2974
ἐπ 9 w 2976
ἐκείνῳ 1 w 2983
σύμπαν 1 w 2989
ἐστὶ 1 w 2993
πρὸς 5 w 2997
ἀλήθειαν 2 w 3005
καὶ 17 w 3009
χρὴ 2 w 3012
πεφυκέναι 1 w 3021
μὲν 9 w 3024
πρῶτον 2 w 3030
εἶτα 1 w 3035
δεῖται 1 w 3041
παιδείας 1 w 3049
τετράφθαι 1 w 3058
χρηστόν 1 w 3065
τῷ 3 w 3068
δὲ 14 w 3070
μήτε 2 w 3074
φύντι 1 w 3079
πρὸς 6 w 3083
ἀλήθειαν 3 w 3091
ἐν 7 w 3094
ἐπιτηδεύμασι 1 w 3106
μοχθηροῖς 1 w 3115
τε 25 w 3117
καὶ 18 w 3120
ἀσελγέσι 1 w 3128
τραφέντι 1 w 3136
παντάπασιν 1 w 3147
ἀδύνατόν 1 w 3155
ἐστιν 1 w 3160
ὀρεχθῆναί 1 w 3169
ποτ 1 w 3172
ἀληθείας 2 w 3181
6 w 3183
ἐξ 1 w 3185
αὑτοῦ 1 w 3190
λαβόντι 1 w 3197
τὴν 9 w 3200
τοιαύτην 1 w 3208
ὁρμὴν 1 w 3213
7 w 3215
ὑπ 5 w 3217
ἄλλου 1 w 3223
προτραπέντι 1 w 3234
οὐκοῦν 1 w 3241
οὐδ 6 w 3244
ἐγώ 1 w 3248
ποτ 2 w 3251
ἐπηγγειλάμην 1 w 3264
ὠφελήσειν 2 w 3273
ποτὲ 1 w 3277
τοιοῦτον 1 w 3285
ἀλλ 6 w 3289
ὡς 7 w 3293
ἔφην 1 w 3297
ὃς 1 w 3300
ἂν 6 w 3302
ἀληθείας 3 w 3310
ἐστὶ 2 w 3314
φίλος 1 w 3319
ἐκείνῳ 2 w 3326
τὴν 10 w 3329
ὁδὸν 1 w 3333
ἐπιδεῖξαι 1 w 3342
καθ 2 w 3346
ὅσον 1 w 3351
οἷός 1 w 3355
τ 266 w 3356
εἰμὶ 1 w 3361
πειράσομαι 1 w 3372
ζητήσας 1 w 3380
μὲν 10 w 3383
αὐτὴν 2 w 3388
ἐν 8 w 3390
ὅλῳ 1 w 3393
τῷ 4 w 3395
βίῳ 1 w 3398
πεπεικὼς 1 w 3407
δ 72 w 3408
ἐμαυτὸν 1 w 3416
ἣν 1 w 3419
ἐρῶ 1 w 3422
νῦν 1 w 3425
εἶναι 3 w 3430
μόνην 1 w 3435
Ἀξιῶ 1 w 3440
γὰρ 7 w 3443
ἔφην 2 w 3448
ἐκμαθόντας 1 w 3459
ὅσα 2 w 3462
περὶ 5 w 3466
τῆς 2 w 3469
ἀποδεικτικῆς 1 w 3481
μεθόδου 1 w 3488
γέγραπται 1 w 3497
τοῖς 9 w 3501
πρὸ 9 w 3504
ἡμῶν 2 w 3508
ἐπ 13 w 3511
ἄλλων 2 w 3517
πραγμάτων 3 w 3526
πρότερον 2 w 3534
αὐτῆς 1 w 3539
λαβεῖν 1 w 3545
πεῖραν 1 w 3551
εἰ 8 w 3554
ὄντως 2 w 3559
εὑρίσκει 1 w 3567
τι 35 w 3569
τῶν 19 w 3572
ζητουμένων 1 w 3582
εἶναι 4 w 3588
δὲ 15 w 3590
τῶν 20 w 3593
τοιούτων 1 w 3601
πραγμάτων 4 w 3610
φύσιν 1 w 3615
ἱκανὴν 1 w 3621
μαρτυρῆσαι 1 w 3631
τοῖς 10 w 3635
εὑροῦσιν 1 w 3643
αὐτὰ 1 w 3647
καθάπερ 2 w 3655
ἐπὶ 4 w 3658
τῷδε 1 w 3662
τὴν 12 w 3666
δοθεῖσαν 1 w 3674
εὐθεῖαν 1 w 3681
8 w 3683
τὰ 17 w 3685
ἐπιταχθέντα 1 w 3696
μέρη 1 w 3700
διελεῖν 1 w 3707
ἴσως 1 w 3712
δ 79 w 3713
οὐ 18 w 3716
νοοῦσιν 1 w 3723
οἱ 8 w 3725
παντάπασιν 2 w 3735
ἀμαθεῖς 1 w 3742
16 w 3744
τί 3 w 3746
ποτε 1 w 3750
λέγεται 1 w 3757
ἐγὼ 2 w 3761
δὲ 16 w 3763
καθάπερ 3 w 3770
ὅλοις 1 w 3775
αὐτοῖς 3 w 3781
ἐπιχειρήσω 1 w 3791
σαφέστερον 1 w 3801
εἰπεῖν 1 w 3807
εὐθεῖαν 2 w 3815
μὲν 11 w 3818
δοθεῖσαν 2 w 3826
10 w 3827
λόγος 1 w 3832
λέγει 2 w 3837
τὴν 13 w 3840
προτεθεῖσαν 1 w 3851
ἐπί 1 w 3854
τινος 1 w 3859
ἀκριβῶς 1 w 3866
ὁμαλοῦ 1 w 3872
ἐπιπέδου 1 w 3880
τὰ 18 w 3883
δ 83 w 3884
ἐπιταχθέντα 2 w 3896
μέρη 2 w 3900
κατὰ 10 w 3904
τὴν 14 w 3907
βουλὴν 1 w 3913
τοῦ 11 w 3916
προλαβόντος 1 w 3927
εἴ 5 w 3930
τις 4 w 3933
εἰς 2 w 3936
πέντε 1 w 3941
διελεῖν 2 w 3948
ἴσα 2 w 3951
τὴν 15 w 3954
προτεθεῖσαν 2 w 3965
εὐθεῖαν 3 w 3972
9 w 3973
ἑπτὰ 1 w 3977
κελεύσειεν 1 w 3987
ἤτοι 1 w 3991
εἰς 3 w 3994
εἴκοσιν 1 w 4001
10 w 4002
εἰς 4 w 4005
ἑκατόν 1 w 4011
ἐὰν 1 w 4015
γὰρ 8 w 4018
εὕρῃς 1 w 4023
μέθοδον 3 w 4030
μίαν 1 w 4034
11 w 4036
παρ 4 w 4039
ἑτέρου 1 w 4046
διδαχθεὶς 1 w 4055
χρώμενος 1 w 4063
εἰς 5 w 4067
ὅσα 3 w 4070
περ 15 w 4073
ἂν 7 w 4075
ἐθέλῃς 1 w 4081
μέρη 3 w 4085
τὴν 16 w 4088
προτεθεῖσαν 3 w 4099
εὐθεῖαν 4 w 4106
διορίσεις 1 w 4115
αὐτὸ 3 w 4120
μαρτυρήσει 1 w 4130
σοι 3 w 4133
τὸ 15 w 4135
πρᾶγμα 1 w 4141
φαίνοιτο 1 w 4150
ἅπαντα 1 w 4156
τὰ 21 w 4158
μέρη 4 w 4162
τοῖς 12 w 4166
οὕτω 3 w 4170
διαιρεθεῖσιν 1 w 4182
ἀκριβῶς 2 w 4189
ἴσα 3 w 4192
καὶ 19 w 4196
τὰ 22 w 4198
τοιαῦτα 1 w 4205
πάντα 1 w 4210
προβλήματα 1 w 4220
βεβαίως 1 w 4227
εὑρημένα 1 w 4235
δι 12 w 4237
αὐτῶν 5 w 4243
τῶν 22 w 4246
ἐναργῶς 1 w 4253
φαινομένων 1 w 4263
οἷον 1 w 4268
ὅταν 2 w 4272
περιγράψαι 1 w 4282
τῷ 6 w 4284
δοθέντι 1 w 4291
τετραγώνῳ 1 w 4300
κύκλον 1 w 4306
ἐπιταχθῶμεν 1 w 4317
κατὰ 11 w 4322
ταῦτα 2 w 4327
δὲ 17 w 4329
καὶ 20 w 4332
τῷ 7 w 4334
δοθέντι 2 w 4341
κύκλῳ 1 w 4346
τετράγωνον 1 w 4356
περιγράψαι 2 w 4366
12 w 4368
ἐγγράψαι 1 w 4376
πάλιν 1 w 4382
περὶ 6 w 4386
τὸ 16 w 4388
δοθὲν 1 w 4393
πεντάγωνον 1 w 4403
ἰσόπλευρόν 1 w 4414
τε 35 w 4416
καὶ 21 w 4419
ἰσογώνιον 1 w 4428
κύκλον 2 w 4435
περιγράψαι 3 w 4445
ἐὰν 2 w 4449
γάρ 2 w 4452
τις 5 w 4455
ἕκαστον 1 w 4462
τῶν 23 w 4465
τοιούτων 2 w 4473
δι 13 w 4475
ἧς 1 w 4478
ἔμαθεν 1 w 4484
μεθόδου 2 w 4491
περιγράψαι 4 w 4501
παραχρῆμα 1 w 4510
δυνηθῇ 1 w 4516
πρὸς 7 w 4521
αὐτοῦ 1 w 4526
τοῦ 13 w 4529
πράγματος 1 w 4538
ἐμαρτυρήθη 1 w 4548
τὸ 17 w 4550
ζητούμενον 1 w 4560
εὑρηκώς 1 w 4567
οὐ 19 w 4570
μὴν 2 w 4573
εἰ 14 w 4576
γέγονεν 1 w 4583
13 w 4584
ἀγέννητος 1 w 4593
12 w 4594
κόσμος 1 w 4600
ἐστὶ 3 w 4604
δύναται 1 w 4612
τὸ 18 w 4614
πρᾶγμα 2 w 4620
μαρτυρῆσαι 2 w 4630
αὐτὸ 4 w 4634
καθάπερ 4 w 4642
οὐδὲ 6 w 4646
εἰ 15 w 4648
πεπερασμένον 1 w 4660
14 w 4661
ἄπειρον 1 w 4668
τὸ 20 w 4670
πᾶν 1 w 4673
15 w 4675
πόσος 1 w 4680
13 w 4681
τῶν 24 w 4684
κυμάτων 1 w 4691
ἀριθμός 1 w 4698
οὐδὲν 1 w 4704
γὰρ 9 w 4707
τῶν 25 w 4710
τοιούτων 3 w 4718
ζητημάτων 1 w 4727
ὑπ 6 w 4729
αὐτοῦ 2 w 4735
τοῦ 15 w 4738
δοκοῦντος 1 w 4747
εὑρίσκεσθαι 1 w 4758
πράγματος 2 w 4767
ἐπικρίνεται 1 w 4778
καθάπερ 5 w 4786
ἐὰν 3 w 4789
ἐπιταχθεὶς 1 w 4799
τῷ 8 w 4801
κύκλῳ 2 w 4806
δωδεκάπλευρον 1 w 4819
ἰσόγωνόν 1 w 4828
τε 36 w 4830
καὶ 22 w 4833
ὀρθογώνιον 1 w 4843
περιγράψαι 5 w 4853
16 w 4855
ἐγγράψαι 2 w 4863
εὐθέως 1 w 4870
τοῦτο 5 w 4875
ποιήσοις 1 w 4883
καὶ 23 w 4887
γὰρ 10 w 4890
ἐγγραφόμενόν 1 w 4902
τε 37 w 4904
καὶ 24 w 4907
περιγραφόμενον 1 w 4921
ἐναργῶς 2 w 4928
ὁρᾶται 1 w 4934
ὥσπερ 3 w 4940
γε 13 w 4942
καὶ 25 w 4945
15 w 4946
κύκλος 1 w 4952
ἐγγραφόμενός 1 w 4964
τε 38 w 4966
καὶ 26 w 4969
περιγραφόμενος 1 w 4983
τῷ 9 w 4985
τοιούτῳ 1 w 4992
πολυγώνῳ 1 w 5000
ὅταν 3 w 5005
γ 109 w 5006
οὖν 5 w 5010
εὕρωμεν 1 w 5017
ἀποδεικτικὴν 3 w 5029
μέθοδον 4 w 5036
ἐπὶ 5 w 5040
τὸ 21 w 5042
ζητούμενον 2 w 5052
ἡμᾶς 1 w 5056
ἄγει 1 w 5060
μαρτυρεῖταί 1 w 5072
τε 39 w 5074
πρὸς 8 w 5078
αὐτοῦ 3 w 5083
τοῦ 18 w 5086
πράγματος 3 w 5095
ἐναργῶς 3 w 5102
καὶ 27 w 5106
βασάνους 1 w 5114
μικρὰς 1 w 5120
ἐκ 6 w 5122
τοῦδε 1 w 5127
τῆς 4 w 5130
κατ 15 w 5133
αὐτῆς 2 w 5139
ἀληθείας 4 w 5147
ἕξομεν 1 w 5153
ὡς 8 w 5156
τολμήσασθαί 1 w 5167
ποτε 2 w 5171
χρήσασθαι 1 w 5180
κᾀπὶ 1 w 5184
τῶν 26 w 5187
δυναμένων 1 w 5196
αὐτὸ 5 w 5200
μαρτυρεῖν 1 w 5209
ἐναργῶς 4 w 5216
οὐκοῦν 2 w 5223
ἀξιῶ 2 w 5227
τινα 2 w 5231
περὶ 7 w 5235
τῶν 27 w 5238
μεγίστων 2 w 5246
πραγμάτων 5 w 5255
εὐθέως 2 w 5261
ἀποκινδυνεύειν 1 w 5275
εἰ 16 w 5278
δὲ 20 w 5280
δὴ 3 w 5282
μέγιστά 1 w 5289
ἐστι 6 w 5293
τὰ 24 w 5295
πρὸς 9 w 5299
εὐδαιμονίαν 1 w 5310
ἄγοντα 1 w 5316
προγυμνάσασθαί 1 w 5331
γε 15 w 5333
πρότερον 3 w 5341
ἐν 13 w 5343
ὕλαις 1 w 5348
πραγμάτων 6 w 5357
ἐλεγχούσαις 1 w 5369
μὲν 12 w 5372
τὸ 23 w 5374
ψεῦδος 1 w 5380
οἰόμενον 1 w 5388
εὑρηκέναι 1 w 5397
τὰ 25 w 5399
ζητούμενα 1 w 5408
μαρτυρούσαις 1 w 5421
δὲ 21 w 5423
τοῖς 13 w 5427
ἀληθῶς 2 w 5433
εὑρηκόσιν 1 w 5442
7 w 5444
τοιαύτη 2 w 5451
δὲ 22 w 5453
μέθοδος 1 w 5460
8 w 5461
κατὰ 12 w 5465
γεωμετρίαν 1 w 5475
ἐστὶν 1 w 5480
ἀριθμητικήν 1 w 5492
τε 42 w 5494
καὶ 28 w 5497
λογιστικὴν 1 w 5507
ἀστρονομίαν 1 w 5519
τε 43 w 5521
καὶ 29 w 5524
ἀρχιτεκτονίαν 1 w 5537
ἐν 14 w 5540
γὰρ 11 w 5543
ὀνόματι 1 w 5550
τῷ 10 w 5552
τῆς 6 w 5555
ἀρχιτεκτονίας 2 w 5568
ὑπογράφω 1 w 5576
καταγραφὰς 1 w 5586
ὡρολογιῶν 1 w 5595
καὶ 30 w 5599
κλεψυδρῶν 1 w 5608
ὑδροσκοπιῶν 1 w 5620
τε 46 w 5622
καὶ 31 w 5625
μηχανημάτων 1 w 5636
ἁπάντων 1 w 5643
ἐν 15 w 5646
οἷς 3 w 5649
ἐστι 7 w 5653
καὶ 32 w 5656
τὰ 27 w 5658
πνευματικὰ 1 w 5668
προσαγορευόμενα 1 w 5683
μαρτυρεῖ 3 w 5692
γοῦν 2 w 5696
ἅπαντα 2 w 5702
ταῦτα 3 w 5707
τοῖς 14 w 5711
εὑρίσκουσιν 1 w 5722
αὐτὰ 2 w 5726
καθάπερ 6 w 5734
καὶ 33 w 5737
τὴν 17 w 5740
ἀστρονομίαν 2 w 5751
καὶ 34 w 5755
γὰρ 12 w 5758
ταῦτα 4 w 5763
πρὸς 10 w 5767
αὐτῶν 6 w 5772
τῶν 29 w 5775
ἐναργῶς 5 w 5782
φαινομένων 2 w 5792
ἐπικρίνεται 2 w 5803
βασανίζεταί 1 w 5815
τε 47 w 5817
καὶ 35 w 5820
μαρτυρεῖται 1 w 5831
εἴ 7 w 5834
γε 17 w 5836
δὴ 4 w 5838
τῶν 30 w 5841
ἐναργῶς 6 w 5848
φαινομένων 3 w 5858
ἐστὶν 2 w 5863
ἔκλειψις 1 w 5871
ἡλίου 1 w 5876
καὶ 36 w 5879
σελήνης 1 w 5886
ὅσα 4 w 5890
τε 48 w 5892
κατὰ 13 w 5896
τοὺς 8 w 5900
ἀπλανεῖς 1 w 5908
καὶ 37 w 5911
πλανήτας 1 w 5919
ἀστέρας 1 w 5926
ὁρᾶται 2 w 5932
ὅτι 4 w 5936
δὲ 23 w 5938
δάκνονται 1 w 5947
τὴν 18 w 5950
ψυχὴν 1 w 5955
ἅπαντες 1 w 5962
ἐπὶ 6 w 5965
τοῖς 15 w 5969
λόγοις 2 w 5975
τούτοις 1 w 5982
ὅσοι 3 w 5987
προβεβηκότες 1 w 5999
ἤδη 1 w 6002
κατὰ 14 w 6006
τὴν 19 w 6009
ἡλικίαν 2 w 6016
οὐκ 5 w 6019
ἔτι 1 w 6022
καιρὸν 1 w 6028
ἔχουσι 1 w 6034
χρόνῳ 2 w 6039
πολλῷ 1 w 6044
βασανίσαι 1 w 6053
τὴν 20 w 6056
ἀποδεικτικὴν 4 w 6068
μέθοδον 5 w 6075
ἐπὶ 7 w 6078
πραγμάτων 7 w 6087
ἐναργῶς 7 w 6094
αὐτὴν 3 w 6099
μαρτυρῆσαι 3 w 6109
δυναμένων 2 w 6118
ἤτοι 2 w 6123
γὰρ 13 w 6126
ὡς 9 w 6129
ἔφην 3 w 6133
διὰ 1 w 6137
φιλαυτίαν 1 w 6146
17 w 6148
διὰ 2 w 6151
δοξοσοφίαν 1 w 6161
18 w 6163
φιλοτιμίαν 1 w 6173
19 w 6175
φιλοδοξίαν 1 w 6185
20 w 6187
ἀλαζονείαν 1 w 6197
21 w 6199
χρηματισμὸν 1 w 6210
ἔνιοι 3 w 6216
μὲν 13 w 6219
ἑαυτοὺς 4 w 6226
ἔνιοι 4 w 6232
δ 129 w 6233
ἄλλους 1 w 6240
ἀναπείθουσιν 1 w 6252
ἐπίστασθαί 1 w 6262
τι 54 w 6264
βέβαιον 1 w 6271
οὐδὲν 2 w 6277
οὖν 6 w 6280
ἐστι 8 w 6284
θαυμαστὸν 1 w 6293
ἐν 19 w 6296
ταῖς 2 w 6300
ἰδίαις 1 w 6306
ἕκαστον 2 w 6313
διατριβαῖς 1 w 6323
τοὺς 10 w 6327
φοιτητὰς 1 w 6335
ἀναπείθειν 1 w 6345
ἐνίους 3 w 6352
μὲν 14 w 6355
ὀνώδεις 1 w 6362
φύσει 2 w 6367
τινὰς 1 w 6373
δὲ 25 w 6376
δριμεῖς 1 w 6383
μὲν 15 w 6386
ἀλλὰ 3 w 6391
ἀγυμνάστους 1 w 6402
ἐν 21 w 6404
τοῖς 16 w 6408
πρώτοις 1 w 6415
μαθήμασιν 1 w 6424
συμφέρει 1 w 6433
γὰρ 14 w 6436
οἶμαι 1 w 6442
διδασκάλοις 1 w 6454
ἀλαζόσι 1 w 6461
τοιούτους 1 w 6470
ἔχειν 1 w 6475
μαθητὰς 1 w 6482
ὡς 10 w 6485
24 w 6486
τε 51 w 6488
συνετὸς 1 w 6495
φύσει 3 w 6500
καὶ 38 w 6503
προγεγυμνασμένος 1 w 6519
ἐν 22 w 6521
τοῖς 17 w 6525
μαθήμασιν 2 w 6534
εὐθέως 3 w 6540
αὐτῶν 7 w 6545
καταφρονῇ 1 w 6554
καθάπερ 7 w 6562
κᾀγὼ 1 w 6566
πολλῶν 2 w 6572
διδασκάλων 1 w 6582
ἔτι 2 w 6585
μειράκιον 1 w 6594
ὢν 1 w 6596
ὑπερεφρόνησα 1 w 6608
τολμώντων 1 w 6618
μὲν 16 w 6621
ἀποφαίνεσθαί 2 w 6633
τινα 3 w 6637
μαχόμενα 1 w 6645
τοῖς 18 w 6649
ἐπιστημονικῶς 1 w 6662
ἀποδεδειγμένοις 1 w 6677
ἐν 23 w 6679
γεωμετρίᾳ 1 w 6688
γιγνωσκόντων 1 w 6701
δ 142 w 6702
αὐτῶν 8 w 6708
οὐδ 10 w 6711
εἴδωλον 1 w 6719
ἀποδείξεως 1 w 6729
ἐὰν 4 w 6733
οὖν 7 w 6736
ἐξέλῃ 1 w 6741
17 w 6742
μέλλων 1 w 6748
ἀλήθειαν 4 w 6756
ζητῆσαι 1 w 6763
ἀλαζονείαν 2 w 6773
φιλαυτίαν 2 w 6783
φιλοτιμίαν 2 w 6794
φιλοδοξίαν 2 w 6805
δοξοσοφίαν 2 w 6816
φιλοχρηματίαν 1 w 6830
18 w 6832
δ 148 w 6833
ἀφίξεται 1 w 6842
πάντως 1 w 6848
ἐν 24 w 6850
αὐτῇ 1 w 6854
προγυμνασάμενος 1 w 6869
οὐ 26 w 6871
μησὶν 1 w 6876
ἀλλὰ 4 w 6881
ἔτεσί 1 w 6886
ποθ 1 w 6889
ὕστερον 1 w 6897
ζητήσας 2 w 6905
τὰ 33 w 6907
πρὸς 11 w 6911
εὐδαιμονίαν 2 w 6922
τε 54 w 6924
καὶ 39 w 6927
κακοδαιμονίαν 1 w 6940
ἄγειν 1 w 6945
δυνάμενα 1 w 6953
δόγματα 1 w 6960
τὸν 11 w 6964
δ 153 w 6965
ὑπό 2 w 6969
τινων 1 w 6974
παθῶν 1 w 6979
ὧν 2 w 6982
εἶπον 2 w 6987
οἰστρούμενον 1 w 7000
πρὸς 12 w 7005
μὲν 17 w 7008
τὴν 22 w 7011
οὕτω 4 w 7015
μακρὰν 1 w 7021
ὁδὸν 2 w 7025
ὀκνῶ 1 w 7029
ἐκείνους 1 w 7038
δὲ 26 w 7040
μισῶ 1 w 7044
ἐπίβουλόν 1 w 7053
τε 55 w 7055
καὶ 40 w 7058
διάβολον 1 w 7066
κατασκευάζοντας 1 w 7081
τούτοις 2 w 7089
γὰρ 15 w 7092
εἰώθασι 1 w 7099
προκαταλαμβάνειν 1 w 7115
τοὺς 11 w 7119
ἑαυτῶν 2 w 7125
μαθητὰς 2 w 7132
ὡς 11 w 7135
μηδ 4 w 7138
ὑπομεῖναί 1 w 7148
ποτε 3 w 7152
τὸ 27 w 7154
παρασχεῖν 1 w 7163
τὰ 35 w 7165
ὦτα 1 w 7168
τοιούτοις 2 w 7177
λόγοις 3 w 7183
ὁποίους 1 w 7191
ἐγὼ 3 w 7194
μέχρι 2 w 7199
δεῦρο 1 w 7204
προὐχειρισάμην 1 w 7218
ἑτοιμότατον 1 w 7230
δ 159 w 7231
ἐστὶ 6 w 7236
πείθεσθαι 1 w 7245
μειρακίοις 1 w 7255
ἀπαιδεύτοις 1 w 7266
διδάσκαλον 1 w 7276
τὸν 12 w 7279
ἐροῦντα 1 w 7286
σεμνῷ 1 w 7291
προσώπῳ 1 w 7298
ῥᾴστην 1 w 7305
ὁδὸν 3 w 7309
ἐπὶ 8 w 7312
σοφίαν 5 w 7318
ὑφηγήμενον 1 w 7329
παρὰ 1 w 7333
τοῖς 19 w 7337
Κυνικοῖς 1 w 7345
ὀνομαζομένοις 1 w 7358
καὶ 41 w 7362
γὰρ 16 w 7365
καὶ 42 w 7368
οὗτοι 2 w 7373
σύντομον 1 w 7381
ἐπ 31 w 7383
ἀρετὴν 1 w 7390
ὁδὸν 4 w 7394
εἶναί 1 w 7399
φασι 1 w 7403
τὸ 29 w 7405
σφέτερον 1 w 7413
ἐπιτήδευμα 1 w 7423
τινὲς 1 w 7429
δὲ 27 w 7431
αὐτῶν 9 w 7436
ἐλέγχοντες 1 w 7446
οὐκ 6 w 7449
ἐπ 33 w 7451
ἀρετὴν 2 w 7458
ἀλλὰ 5 w 7463
δι 21 w 7465
ἀρετῆς 1 w 7472
ἐπ 34 w 7474
εὐδαιμονίαν 3 w 7486
ὁδὸν 5 w 7491
εἶναι 5 w 7496
φάσκουσι 1 w 7504
τὴν 25 w 7507
Κυνικὴν 1 w 7514
φιλοσοφίαν 3 w 7524
ἀλλ 10 w 7528
ἕτεροί 1 w 7535
γε 21 w 7537
ἀληθέστερον 1 w 7548
ἀποφαινόμενοι 1 w 7561
αὐτὴν 4 w 7566
σύντομον 2 w 7574
ἐπ 35 w 7576
ἀλαζονείας 2 w 7587
ὁδὸν 6 w 7591
εἶναί 2 w 7596
φασι 2 w 7600
ἀμαθῆ 1 w 7606
τῶν 35 w 7609
τοιούτων 4 w 7617
ἀνθρώπων 1 w 7625
τόλμαν 1 w 7631
ὥσπερ 4 w 7637
οὖν 8 w 7640
οἱ 9 w 7642
Κυνικοὶ 1 w 7649
πάντες 1 w 7655
οὕς 1 w 7659
γε 22 w 7661
δὴ 5 w 7663
τεθέαμαι 1 w 7671
κατὰ 15 w 7675
τὸν 13 w 7678
ἐμαυτοῦ 1 w 7685
βίον 2 w 7689
οὕτω 5 w 7694
καὶ 43 w 7697
τῶν 36 w 7700
φιλοσόφων 1 w 7709
εἶναι 6 w 7714
ἐπαγγελλομένων 1 w 7728
ἔνιοι 5 w 7733
φεύγειν 1 w 7740
ὁμολογοῦσι 1 w 7750
τὴν 27 w 7753
ἐν 25 w 7755
τῇ 2 w 7757
λογικῇ 1 w 7763
θεωρίᾳ 1 w 7769
γυμνασίαν 1 w 7778
εἶθ 1 w 7782
ὅταν 4 w 7788
ἡμῶν 3 w 7792
ἀπαλλαγῶσιν 1 w 7803
οὐκ 7 w 7807
ἀξιοῦσι 1 w 7814
διαλέγεσθαι 1 w 7825
τοῖς 20 w 7829
ἐπιτυγχάνουσιν 1 w 7843
ἀνθρώποις 1 w 7852
αἰπόλοις 1 w 7861
καὶ 44 w 7865
βουκόλοις 1 w 7874
καὶ 45 w 7878
σκαπανεῦσι 1 w 7888
καὶ 46 w 7892
θερισταῖς 1 w 7901
ὅτι 5 w 7905
μὴ 8 w 7907
παρακολουθοῦσιν 1 w 7922
ὥς 1 w 7925
φασι 3 w 7929
τοῖς 21 w 7934
λεγομένοις 2 w 7944
ἀγύμναστοι 3 w 7955
περὶ 8 w 7959
λόγους 2 w 7965
ὄντες 3 w 7970
ὥσπερ 5 w 7976
αὐτοὶ 4 w 7981
γεγυμνασμένοι 1 w 7994
ποτὲ 2 w 7998
κατὰ 16 w 8002
τὰ 38 w 8004
πρῶτα 1 w 8009
μαθήματα 1 w 8017
καὶ 47 w 8021
οὐκ 8 w 8024
αἴφνης 1 w 8030
περὶ 9 w 8034
τέλους 1 w 8040
βίου 1 w 8044
καὶ 48 w 8048
εὐδαιμονίας 1 w 8059
καὶ 49 w 8063
κακοδαιμονίας 1 w 8076
ἀκούσαντες 1 w 8086
τοῦ 21 w 8089
διδασκάλου 1 w 8099
λόγους 3 w 8105
τινὰς 2 w 8110
ἀποδεικτικοὺς 1 w 8123
ὡς 12 w 8126
ἐκεῖνος 1 w 8133
ἐνόμιζε 1 w 8140
πεισθέντες 1 w 8151
δὲ 28 w 8153
δι 24 w 8155
ἀγυμνασίαν 1 w 8166
αἵπερ 1 w 8172
αὐτοῖς 4 w 8178
ὡς 13 w 8181
ἔφην 4 w 8185
δι 25 w 8188
ὁμοιότητος 1 w 8199
τῶν 37 w 8202
ψευδῶν 1 w 8208
λόγων 4 w 8213
πρὸς 13 w 8217
τοὺς 12 w 8221
ἀληθεῖς 1 w 8228
αἰτίαι 1 w 8234
τῶν 38 w 8237
ψευδῶν 2 w 8243
δογμάτων 1 w 8251
τὰς 8 w 8255
δ 184 w 8256
ὁμοιότητας 4 w 8267
οἱ 10 w 8269
μάλιστα 2 w 8276
τετριμμένοι 1 w 8287
καθ 9 w 8290
ἑκάστην 1 w 8298
ὅλην 1 w 8302
πραγματείαν 1 w 8313
ἀκριβῶς 3 w 8320
διαγινώσκουσιν 1 w 8334
ἀναγκαῖον 1 w 8344
δ 186 w 8345
ἐστὶ 7 w 8350
τὸν 14 w 8353
ἐξαίφνης 1 w 8361
προελθόντα 1 w 8371
κρίσει 1 w 8377
λόγου 4 w 8382
ἀδυνατεῖν 1 w 8391
διαγνῶναί 1 w 8400
τε 69 w 8402
καὶ 50 w 8405
διακρῖναι 1 w 8414
τοὺς 13 w 8418
ψευδεῖς 1 w 8425
ἀπὸ 2 w 8428
τῶν 39 w 8431
ἀληθῶν 1 w 8437
ἐναργὲς 1 w 8445
δὲ 29 w 8447
τοῦτο 6 w 8452
τεκμήριόν 1 w 8461
ἐστι 9 w 8465
τὰ 40 w 8468
καλούμενα 1 w 8477
σοφίσματα 1 w 8486
λόγοι 4 w 8492
τινὲς 2 w 8497
ὄντες 4 w 8502
ψευδεῖς 2 w 8509
εἰς 6 w 8512
ὁμοιότητα 6 w 8521
τῶν 40 w 8524
ἀληθῶν 2 w 8530
πεπανουργευμένοι 1 w 8546
τὸ 32 w 8549
μὲν 18 w 8552
οὖν 9 w 8555
ψεῦδος 2 w 8561
αὐτῶν 10 w 8566
πρόδηλον 1 w 8574
φαίνεται 2 w 8582
διὰ 3 w 8585
τοῦ 23 w 8588
συμπεράσματος 1 w 8601
οὐκ 9 w 8604
ὄντος 1 w 8609
ἀληθοῦς 1 w 8616
ἐπειδὴ 1 w 8623
δ 197 w 8624
οἱ 11 w 8627
ψευδεῖς 3 w 8634
λόγοι 5 w 8639
πάντως 2 w 8645
ἤτοι 3 w 8649
τῶν 42 w 8652
λημμάτων 1 w 8660
ἔχουσί 1 w 8666
τι 67 w 8668
ψεῦδος 3 w 8674
22 w 8676
τὸ 33 w 8678
συμπέρασμα 1 w 8688
κακῶς 1 w 8693
ἐπιφερόμενον 1 w 8705
οὐ 32 w 8708
φαίνεται 3 w 8716
δὲ 30 w 8718
προχείρως 1 w 8727
ταῦτα 5 w 8732
κατὰ 17 w 8736
τὰ 42 w 8738
σοφίσματα 2 w 8747
διὰ 4 w 8751
τοῦτο 7 w 8756
δύσοπτα 1 w 8763
τοῖς 23 w 8767
ἀγυμνάστοις 1 w 8778
περὶ 10 w 8782
λόγους 4 w 8788
ὅπου 1 w 8793
τοίνυν 1 w 8799
ὁμολογοῦμεν 1 w 8810
τὸ 34 w 8812
ψεῦδος 4 w 8818
τὸν 15 w 8821
λόγον 5 w 8826
εἶναι 7 w 8831
διὰ 5 w 8835
τὸ 36 w 8837
φαίνεσθαι 1 w 8846
πᾶσιν 1 w 8851
ἐναργῶς 8 w 8858
τὸ 37 w 8860
συμπέρασμα 2 w 8870
αὐτοῦ 4 w 8875
ψεῦδος 5 w 8881
ὅμως 2 w 8886
12 w 8887
λύσις 1 w 8892
ἀπορεῖται 1 w 8901
τοῖς 24 w 8905
ἀγυμνάστοις 2 w 8916
ἀσφαλὲς 1 w 8924
μὲν 19 w 8927
αὐτοῖς 5 w 8933
εἴη 3 w 8936
πάντας 1 w 8942
ὑποπτεύειν 1 w 8952
λόγους 5 w 8958
συγκατατίθεσθαι 1 w 8974
δὲ 31 w 8976
μηδενὶ 1 w 8982
πρότερον 4 w 8990
ἄχρι 1 w 8995
περ 39 w 8998
ἂν 8 w 9000
ἀκριβῶς 4 w 9007
ἑαυτοὺς 5 w 9014
πείσωσιν 1 w 9022
ἱκανοὺς 1 w 9030
εἶναι 8 w 9035
γιγνώσκειν 2 w 9045
τὰς 9 w 9048
ὁμοιότητας 5 w 9058
τῶν 43 w 9061
ψευδῶν 3 w 9067
λόγων 5 w 9072
πρὸς 14 w 9076
τοὺς 15 w 9080
ἀληθεῖς 2 w 9087
πείσωσι 2 w 9095
δὲ 32 w 9097
προβάλλειν 1 w 9107
ἐπιτρέποντες 1 w 9119
τοῖς 26 w 9123
βουλομένοις 1 w 9134
τῇ 3 w 9136
πείρᾳ 1 w 9141
γνῶναι 1 w 9147
τὴν 28 w 9150
δι 32 w 9152
αὐτῶν 11 w 9158
ἆρ 1 w 9161
οὖν 10 w 9165
ἄλλο 3 w 9169
τι 68 w 9171
συμβουλεύουσιν 1 w 9185
23 w 9187
γυμνάζειν 1 w 9196
ἀξιοῦσιν 1 w 9204
ἐν 29 w 9206
τῇ 4 w 9208
τῶν 45 w 9211
σοφισμάτων 1 w 9221
λύσει 1 w 9226
τοὺς 16 w 9230
μαθητάς 1 w 9237
οὐδαμῶς 1 w 9245
οὐδὲν 3 w 9250
ἄλλο 4 w 9254
τῆς 8 w 9257
λύσεως 1 w 9263
οὔσης 1 w 9268
ὡς 14 w 9271
ἔφην 5 w 9275
ἐν 30 w 9278
τῷ 11 w 9280
φράσαι 1 w 9286
τὴν 29 w 9289
πρὸς 15 w 9293
τὸν 16 w 9296
ἀληθῆ 1 w 9301
λόγον 6 w 9306
ὁμοιότητα 8 w 9315
τοῦ 26 w 9318
ψευδοῦς 1 w 9325
ἀναγκαῖον 2 w 9335
οὖν 11 w 9338
ἐστιν 2 w 9343
προμεμαθηκέναι 1 w 9357
πρὸ 19 w 9360
τῆς 9 w 9363
τῶν 46 w 9366
ἀληθῶν 3 w 9372
λόγων 6 w 9377
φύσεως 1 w 9383
32 w 9385
γὰρ 17 w 9388
ἐν 31 w 9390
ἐκείνοις 1 w 9398
γυμνασάμενος 2 w 9410
ὡς 15 w 9413
ἀκριβῶς 5 w 9420
τε 75 w 9422
ἅμα 1 w 9425
καὶ 51 w 9428
ταχέως 1 w 9434
γιγνώσκειν 3 w 9444
αὐτῶν 12 w 9449
τὸ 39 w 9451
εἶδος 1 w 9456
οὐ 35 w 9459
χαλεπῶς 1 w 9466
ἂν 9 w 9468
ἔφην 6 w 9473
διαγινώσκοι 1 w 9485
τοὺς 17 w 9489
ψευδεῖς 4 w 9496
ἐγὼ 4 w 9500
τοῦτ 8 w 9504
ἔδειξα 1 w 9511
μειράκιά 1 w 9519
πω 3 w 9521
γεγυμνασμένα 1 w 9533
ἐν 32 w 9535
μαθήμασι 3 w 9543
διδάξας 1 w 9550
γνωρίζειν 1 w 9559
ἀληθεῖς 3 w 9566
λόγους 6 w 9572
ἀξιώσας 1 w 9580
τι 70 w 9582
προβάλλειν 2 w 9592
αὐτοῖς 6 w 9598
σοφισμάτων 2 w 9608
τοῖς 28 w 9612
βουλομένοις 2 w 9623
τῶν 48 w 9626
παρόντων 1 w 9634
αὐτὰ 3 w 9639
γὰρ 18 w 9642
ἐγνώρισε 1 w 9650
τὴν 30 w 9653
ἀτοπίαν 1 w 9660
αὐτῶν 13 w 9665
ἤτοι 4 w 9670
κατὰ 18 w 9674
τὸ 40 w 9676
σχῆμα 1 w 9681
γεγενημένην 1 w 9692
οὐκ 10 w 9696
ὂν 1 w 9698
συλλογιστικὸν 1 w 9711
24 w 9713
κατὰ 19 w 9717
τῶν 50 w 9720
λημμάτων 2 w 9728
ψευδῆ 1 w 9733
οὖσαν 1 w 9738
ὥστε 1 w 9743
κᾀκ 1 w 9746
τούτου 4 w 9752
φανῆναι 1 w 9759
σαφῶς 1 w 9764
τοῖς 29 w 9768
δοξοσόφοις 1 w 9778
τούτοις 3 w 9785
πρεσβύταις 1 w 9795
ὅσοι 4 w 9800
σοφίσματα 3 w 9809
λύειν 1 w 9814
ἀδυνατοῦσιν 1 w 9825
ὅτι 6 w 9829
διὰ 6 w 9832
τὴν 31 w 9835
ἄγνοιαν 1 w 9842
τῶν 51 w 9845
ἀληθῶν 4 w 9851
λόγων 7 w 9856
τοῦτο 8 w 9861
πεπόνθασιν 1 w 9871
εἶτ 2 w 9875
ἐσχάτης 1 w 9883
καταγνώσεως 1 w 9894
ἄξιοί 1 w 9899
εἰσιν 1 w 9904
διὰ 7 w 9908
προπετῆ 1 w 9915
συγκατάθεσιν 1 w 9927
ἐν 33 w 9929
κακοδαίμονι 1 w 9940
βίῳ 2 w 9943
γενόμενοι 1 w 9952
13 w 9954
γὰρ 19 w 9957
περὶ 11 w 9961
τέλους 2 w 9967
δόξα 2 w 9971
ψευδὴς 1 w 9977
ὡμολόγηται 1 w 9987
πᾶσι 2 w 9991
πρὸς 16 w 9995
κακοδαιμονίαν 2 w 10008
ἄγειν 2 w 10013
οὗτοι 3 w 10019
δὲ 34 w 10021
ἀγύμναστοί 1 w 10031
τινές 1 w 10036
εἰσι 3 w 10040
περὶ 12 w 10044
διαγνώσεως 1 w 10054
ἀληθῶν 5 w 10060
τε 77 w 10062
καὶ 52 w 10065
ψευδῶν 4 w 10071
λόγων 8 w 10076
ἐνίοτε 1 w 10083
πιστευόμενοί 1 w 10095
τινος 2 w 10100
νοεῖν 1 w 10105
ἀλήθειαν 5 w 10113
δόξης 1 w 10118
ἀγνοοῦσι 1 w 10127
μὲν 20 w 10130
ὅτι 7 w 10134
λόγον 7 w 10139
ἐνδεχόμενον 1 w 10150
εἰρήκασιν 1 w 10159
ὡς 16 w 10162
φαινομένων 4 w 10172
ἐναργῶς 9 w 10179
ὧν 3 w 10181
δοξάζουσι 2 w 10190
κελεύουσι 1 w 10200
δ 235 w 10201
ἡμᾶς 2 w 10206
ἕπεσθαί 1 w 10213
τε 80 w 10215
καὶ 53 w 10218
πείθεσθαι 2 w 10227
χωρὶς 2 w 10232
ἀποδείξεως 2 w 10242
πολλάκις 1 w 10251
δὲ 35 w 10253
μόνης 1 w 10258
ἐνδείξεως 1 w 10267
δεομένου 1 w 10275
τοῦ 30 w 10278
λόγου 8 w 10283
δι 38 w 10286
ἀποδείξεως 3 w 10297
ἐπιχειροῦσιν 2 w 10309
αὐτὸν 3 w 10314
πιστοῦσθαι 1 w 10324
τινὲς 3 w 10330
δὲ 36 w 10332
ἀγνοοῦντες 2 w 10342
ὅπῃ 1 w 10346
διαφέρει 1 w 10354
τὸ 42 w 10356
τῆς 10 w 10359
ἐνδείξεως 2 w 10368
δεόμενον 1 w 10376
25 w 10378
ὡς 17 w 10380
πρῶτόν 1 w 10386
τε 82 w 10388
καὶ 54 w 10391
ἐξ 4 w 10393
αὐτοῦ 5 w 10398
πιστὸν 1 w 10404
ὅμως 3 w 10409
ἐπιχειροῦσιν 3 w 10421
ἀποφαίνεσθαι 1 w 10433
περὶ 13 w 10437
πραγμάτων 8 w 10446
ἀκριβοῦς 1 w 10454
ἐπισκέψεως 1 w 10464
δεομένων 1 w 10472
καὶ 55 w 10476
ταῦτα 6 w 10481
πεπόνθασι 2 w 10490
πολλοὶ 1 w 10496
τῶν 52 w 10499
ἤδη 2 w 10502
γεγηρακότων 1 w 10513
ἐν 39 w 10515
φιλοσοφίᾳ 1 w 10524
τί 9 w 10527
οὖν 12 w 10530
3 w 10532
πρὸς 17 w 10536
θεῶν 2 w 10540
26 w 10542
τῶν 53 w 10545
τοιούτων 5 w 10553
ἀμάθειάν 1 w 10561
τε 83 w 10563
καὶ 56 w 10566
δοξοσοφίαν 3 w 10576
δοκεῖ 1 w 10581
σοι 7 w 10584
δύνασθαι 4 w 10592
θεραπευθῆναι 1 w 10604
ῥᾳδίως 1 w 10610
27 w 10612
ὅστις 2 w 10617
μὲν 21 w 10620
σκιῤῥώδης 1 w 10629
ἐτῶν 1 w 10633
ἤδη 3 w 10636
τριῶν 1 w 10641
28 w 10642
τεττάρων 1 w 10650
ἄλυπον 1 w 10656
ἔχει 2 w 10660
τὸν 19 w 10663
σκίῤῥον 1 w 10670
9 w 10672
τε 85 w 10674
τῶν 55 w 10677
τοιούτων 6 w 10685
γερόντων 1 w 10693
ψυχὴ 3 w 10697
τὸν 20 w 10700
τῆς 11 w 10703
ἀμαθείας 1 w 10711
τε 86 w 10713
καὶ 57 w 10716
δοξοσοφίας 2 w 10726
σκίῤῥον 2 w 10733
ἐτῶν 2 w 10737
τριάκοντα 1 w 10746
ἔχουσα 1 w 10752
δύναται 2 w 10759
λυθῆναι 1 w 10766
θὲς 2 w 10770
εἰ 22 w 10773
βούλει 1 w 10779
καὶ 58 w 10783
δύνασθαι 5 w 10791
καὶ 59 w 10795
σκέψαι 1 w 10801
πότερον 1 w 10809
ἡμερῶν 1 w 10815
29 w 10817
μηνῶν 1 w 10822
30 w 10824
ἐτῶν 3 w 10828
τοῦ 33 w 10831
τοιούτου 2 w 10839
σκίῤῥου 1 w 10846
θεραπεία 1 w 10854
δεῖται 2 w 10860
μὴ 9 w 10863
τοίνυν 2 w 10869
θαύμαζε 1 w 10876
διὰ 8 w 10880
τί 10 w 10882
πολλοῖς 1 w 10889
τῶν 58 w 10892
φιλοσοφεῖν 1 w 10902
ἐπαγγελλομένων 2 w 10916
οὐδ 13 w 10919
ὅλως 3 w 10924
ἀξιῶ 3 w 10928
διαλέγεσθαι 2 w 10939
ἀμείνους 1 w 10948
γὰρ 20 w 10951
αὐτῶν 14 w 10956
οἶδα 1 w 10960
πάντας 2 w 10966
ἰδιώτας 1 w 10973
τε 88 w 10975
καὶ 60 w 10978
συνετοὺς 1 w 10986
φύσει 4 w 10991
καὶ 61 w 10995
πεπαιδευμένους 2 w 11009
τὴν 32 w 11012
παρ 10 w 11015
Ἕλλησιν 1 w 11023
ἐξ 5 w 11025
ἀρχῆς 1 w 11030
εὐδοκιμοῦσαν 1 w 11042
παιδείαν 2 w 11050
οὗτοι 4 w 11056
μὲν 22 w 11059
καὶ 62 w 11062
γνωρίζουσι 1 w 11072
ῥᾳδίως 2 w 11078
ὅσα 5 w 11082
τ 829 w 11083
ἐναργῶς 10 w 11091
ἀκολουθεῖ 1 w 11100
τῶν 60 w 11104
δ 267 w 11105
ὡς 18 w 11108
ἐριζομένων 1 w 11118
ὄντων 1 w 11123
31 w 11125
προσποιουμένων 1 w 11139
μὲν 23 w 11142
μὴ 10 w 11144
γνωρίζειν 2 w 11153
ὅσα 6 w 11157
τοῖς 30 w 11161
δόγμασιν 1 w 11169
αὐτῶν 15 w 11174
ἐναντιοῦται 1 w 11185
πολλάκις 2 w 11194
ἐπειράθην 1 w 11203
περὶ 14 w 11208
μὲν 24 w 11211
γοῦν 3 w 11215
τῶν 62 w 11218
ἑπομένων 1 w 11226
ἑκάστῳ 1 w 11232
τέλει 1 w 11237
μυριάκις 1 w 11245
ἤδη 4 w 11248
λόγων 9 w 11253
ἡμῖν 1 w 11257
γεγονότων 1 w 11266
πρὸς 18 w 11270
πολλοὺς 1 w 11277
τῶν 63 w 11280
φιλοσόφων 2 w 11289
οἱ 12 w 11292
μὲν 25 w 11295
ἄλλοι 1 w 11300
πάντες 2 w 11306
διὰ 9 w 11309
τὸ 46 w 11311
πεπαιδεῦσθαι 1 w 11323
τὴν 33 w 11326
πρώτην 2 w 11332
παιδείαν 3 w 11340
ὀξεῖς 1 w 11345
εἰσι 4 w 11349
τὴν 34 w 11352
διάνοιαν 1 w 11360
αὐτοί 1 w 11366
τε 90 w 11368
τοὺς 19 w 11372
ἀκολούθους 1 w 11382
βίους 1 w 11387
τοῖς 31 w 11391
αὑτῶν 1 w 11396
δόγμασιν 2 w 11404
ἔλεγον 1 w 11410
τὸν 21 w 11414
ἡμῶν 4 w 11418
λόγον 8 w 11423
γνωρίζοντες 1 w 11434
οἱ 13 w 11437
δ 275 w 11438
ἄλλοι 2 w 11444
ὡς 19 w 11447
εἴρηται 1 w 11454
γεγηρακότες 1 w 11466
ἐν 42 w 11468
δοξοσοφίᾳ 1 w 11477
μόνοι 1 w 11483
τἀναντία 1 w 11491
λέγοντες 1 w 11499
εἶτα 2 w 11504
καταγελώμενοι 2 w 11517
πρὸς 19 w 11521
ἁπάντων 2 w 11528
τῶν 65 w 11531
παρόντων 2 w 11539
εἰς 7 w 11542
λοιδορίαν 1 w 11551
αὐτῶν 16 w 11556
ἐτρέποντο 1 w 11565
ἀλλὰ 6 w 11570
τὰ 47 w 11572
μὲν 26 w 11575
ἐξηγημένα 1 w 11584
πολλάκις 3 w 11592
ἡμῖν 2 w 11596
ἅμα 2 w 11599
πολλοῖς 2 w 11606
ἀνδράσι 1 w 11613
περὶ 15 w 11617
τῶν 67 w 11620
ἀκολούθων 1 w 11629
ἑκάστῳ 2 w 11635
τέλει 2 w 11640
βίων 1 w 11644
ἐν 43 w 11646
ἑτέροις 2 w 11653
ὑπομνήμασιν 1 w 11664
ἔχεις 1 w 11669
καὶ 63 w 11673
δῆλον 2 w 11678
ὅτι 8 w 11681
πολλὰ 1 w 11686
παραδείγματα 1 w 11698
τῶν 68 w 11701
ἁμαρτημάτων 1 w 11712
ὧν 4 w 11715
ἁμαρτάνουσιν 2 w 11727
ἐν 44 w 11729
αὐτοῖς 7 w 11735
γέγραπται 2 w 11745
πάντα 4 w 11751
γὰρ 21 w 11754
ὅσα 7 w 11758
καθ 10 w 11761
ὅλον 1 w 11766
τὸν 22 w 11769
βίον 3 w 11773
ἐναντίως 1 w 11781
ἀλλήλοις 1 w 11789
πράττουσιν 1 w 11799
ὅσα 8 w 11803
τε 94 w 11805
καὶ 64 w 11808
λέγουσιν 2 w 11816
οἱ 14 w 11818
ἀπὸ 3 w 11821
τῶν 69 w 11824
διαφόρων 1 w 11832
αἱρέσεων 2 w 11840
ἀναγόμενοι 1 w 11850
κατάκρισις 1 w 11861
ψευδὴς 2 w 11867
γίγνεται 1 w 11875
καὶ 65 w 11879
πρόδηλόν 1 w 11887
γ 265 w 11888
ἐστὶν 3 w 11894
ὡς 20 w 11897
κακῶς 2 w 11902
τε 95 w 11904
γίγνεται 2 w 11912
πάντα 5 w 11917
καὶ 66 w 11921
ἁμαρτημάτων 2 w 11932
ἐστὶ 9 w 11936
τὰ 48 w 11938
κατὰ 20 w 11942
πᾶσαν 1 w 11947
αἵρεσιν 1 w 11954
πλημμελήματα 1 w 11966
τῆς 12 w 11970
ἀληθοῦς 2 w 11977
εὑρηκυίας 1 w 11986
οὐ 38 w 11988
μόνον 3 w 11993
τὸ 49 w 11995
τέλος 1 w 12000
ἀλλὰ 7 w 12005
καὶ 67 w 12008
τὸν 23 w 12011
ἀκόλουθον 1 w 12020
αὐτῷ 1 w 12024
βίον 4 w 12028
ἔνθα 1 w 12033
καὶ 68 w 12036
σαφῶς 2 w 12041
ὅπῃ 2 w 12045
διαφέρει 2 w 12053
πάθος 1 w 12058
ἁμαρτήματος 1 w 12069
ἔνεστί 1 w 12076
σοι 8 w 12079
μαθεῖν 1 w 12085
33 w 12087
μὲν 27 w 12090
γὰρ 22 w 12093
εὐεργετεῖν 1 w 12103
εἰ 25 w 12106
οὕτως 2 w 12111
ἔτυχε 1 w 12116
τοὺς 20 w 12121
ἀνθρώπους 1 w 12130
δόγμα 4 w 12135
θέμενος 1 w 12142
ὡς 21 w 12145
ἀληθὲς 1 w 12151
32 w 12153
τέλειον 1 w 12160
εὐεργετῆσαί 1 w 12171
τινας 2 w 12176
ἐκλείπων 1 w 12185
τὴν 35 w 12188
βοήθειαν 2 w 12196
33 w 12198
δι 47 w 12200
ὕπνον 1 w 12206
34 w 12208
ἀργίαν 1 w 12214
35 w 12216
φιληδονίαν 1 w 12226
11 w 12228
τι 81 w 12230
τοιοῦτον 2 w 12238
κατὰ 21 w 12242
πάθος 2 w 12247
ἐσφάλη 1 w 12253
κεκρικὼς 1 w 12262
δέ 1 w 12264
τις 7 w 12267
ἑαυτῷ 1 w 12272
μόνῳ 1 w 12276
τὰς 10 w 12279
ἡδονὰς 1 w 12285
36 w 12286
τὴν 36 w 12289
ἀοχλησίαν 1 w 12298
ἐκπορίζειν 1 w 12308
ἀποσχόμενος 1 w 12320
δὲ 37 w 12322
διὰ 10 w 12325
τοῦτο 9 w 12330
πολίταις 1 w 12338
37 w 12339
οἰκείοις 1 w 12347
ἀδικουμένοις 1 w 12359
βοηθῆσαι 1 w 12367
διὰ 11 w 12371
μοχθηρὰν 1 w 12379
δόξαν 1 w 12384
οὐ 39 w 12387
διὰ 12 w 12390
πάθος 3 w 12395
ἥμαρτε 1 w 12401