Scaife ATLAS

CTS Library / Ars Medica

Ars Medica (15-19)

urn:cts:greekLit:tlg0057.tlg007.1st1K-grc1:15-19
Refs {'start': {'reference': '15', 'human_reference': 'Chapter 15'}, 'end': {'reference': '19', 'human_reference': 'Chapter 19'}}
Ancestors []
Children []
prev
plain textXML
next

Ὅσα δὲ τοῦ συμμέτρου θερμότερα μέν ἐστιν,
οὐ μὴν ὑγρότερά γε, ξηρότερα κατὰ τὸ σαρκῶδες γένος,
καὶ ὑπὲρ τούτου γὰρ ἐνεστηκὼς λόγος, φαίνεται μὲν δήπου
καὶ ἁπτομένοις θερμότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ
κράσει θερμότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ
καὶ θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ
ἐξέρυθρα, καὶ μελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως
σημεῖα τὸ ἄτριχον, τὸ πιμελῶδες, τὸ ψυχρὸν ἁπτομένοις.
χροιὰ δ αὐτοῖς ἅμα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ
τῆς ψύξεως οὔσης, πελιδνή πώς ἔστιν, καὶ καλεῖν ἔθος
ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους μολυβδοχρῶτας.
δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς

344
εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ξηροτέρα, τὰ δ ἄλλα
παραπλήσιος. καὶ ὑγροτέρα δὲ τὰ μὲν ἄλλα παραπλήσιος,
εὐσαρκοτέρα δὲ καὶ μαλακωτέρα.

Καὶ μὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων
ποιοτήτων αἱ δυσκρασίαι γινόμεναι σύνθετον ἔχουσι καὶ
τὴν τῶν γνωρισμάτων ἰδέαν. μὲν γὰρ θερμοτέρα καὶ
ξηροτέρα, λασιωτέρα, καὶ θερμοτέρα, καὶ σκληροτέρα, καὶ
ἀπίμελός ἐστι, καὶ ἰσχνὴ, καὶ μελανόθριξ. εἰ δὲ ἐπὶ πλέον
ἥκει θερμότητος, καὶ μελάγχρους. θερμοτέρα καὶ ὑγροτέρα
κρᾶσις μαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερμοτέρα
τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον
ἀμφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα
τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν, ὅτι
καὶ κακόχυμος ἑτοίμως γίγνεται. εἰ δ ὀλίγῳ μὲν ὑγροτέρα
εἴη, παμπόλλῳ δὲ θερμοτέρα, καὶ μαλακώτεροι μὲν ὀλίγῳ
τῶν συμμέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι
δὲ οὐκ ὀλίγῳ· καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι.
μέλαιναι δ αὐτοῖς αἱ τρίχες, καὶ σὰρξ ἀπίμελος.
εἰ δ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμπόλλῳ δὲ

345
ὑγροτέρα, μαλακὴ τούτοις ἐστὶν σὰρξ, καὶ πολλὴ, καὶ
τὸ χρῶμα συμμιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων
ὀλίγῳ θερμότεροι. συλλήβδην δ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν
κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει
τὰ γνωρίσματα. ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις,
ἐπ ὀλίγον μὲν ἀμφοῖν ηὐξημένων, ἄτριχός τέ ἐστι καὶ
λευκὴ, καὶ μαλακὴ, καὶ παχεῖα, καὶ πιμελώδης. ἐπὶ
πλεῖον δὲ τὰ μὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων
αὐξήσεως· χροιὰ δὲ ἅμα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε
καὶ εἰ ἐπὶ πλεῖστον ἀμφοῖν ηὐξημένων πελιδνή. εἰ δ ἄνισος
αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον
ηὐξημένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ
ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶμα,
καὶ ἄτριχον, ἁπτομένοις δὲ ψυχρόν. πιμελὴ δὲ ὅμως
αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ
δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ μέτρῳ τῆς
ψυχρότητος.
210
μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς
κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ξηράν τε καὶ
346
ψυχρὰν, ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, μελαγχολικὴ
δέ ἐστι καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατούσης
δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ
ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει
μὲν τὰ τῆς ἐπικρατούσης, ἀμυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας
γνωρίσματα.
478
ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις τε καὶ
μέλλουσι λέγεσθαι κοινὸν γνώρισμα κράσεως, εἰ μὲν
εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος, ἀραιότητος,
εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος, πυκνότητος, εἰ δ
ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχμηρόν τε, καὶ ξηρὸν,
καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο
πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ
εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες, οὐχ ὡσαύτως κέκρανται,
συνεπισκοπούμενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβλημένων
ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ
μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς μυσὶ, διὰ δὲ τὴν
στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτως δὲ καὶ
παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα
347
τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη
τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη,
ξηρότερον ὑγρότερον ἀποφαίνει τὸ μόριον. μὲν
οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· πολλὴ δὲ καὶ
μαλακὴ; τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι
τῶν ὁμοιομερῶν σωμάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς,
ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, λεπτότερον,
ὑγρότερον, ξηρότερον ἀποφαίνει τὸ μόριον·
ὑγρότερον μὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ὑγρότης,
ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων.
αὐτὰ μὲν γὰρ τὰ στερεὰ τοῦ σώματος μόρια, τὰ ὄντως
στερεὰ καὶ πρῶτα, κατ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα
ποιεῖν, ἀλλ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ μὴ διὰ ταχέων
ξηραίνεσθαι, τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας
ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, τοίας. τοιαύτη
δέ ἐστιν οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως;
οὐ δι ἀγγείων ἑλκομένη. κοινὸς δὲ καὶ οὗτος λόγος
ἁπάντων ἐστὶ τῶν μορίων, καὶ ῥηθήσεται καὶ αὗθις ἐν
348
τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ
δὲ τῶν ἐφεξῆς ἐχώμεθα.

Γαστρὸς γνωρίσματα, τῆς μὲν φύσει ξηροτέρας,
εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη
ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας
ἴσχοιεν, ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε
χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίγνοιντο,
καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε
χαίροιεν ὑγροτέροις. δὲ θερμοτέρα φύσει γαστὴρ πέττει
μὲν ἄμεινον, ὀρέγεται, καὶ πολὺ μᾶλλον ὅσα σκληρὰ φύσει
καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα·
χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν,
οὐδ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔμμετρον
χρῆσιν. δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι μὲν
ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσαλλοίωτα
καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν. ὀξύνεται γοῦν
ἑτοίμως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγμιώδης ἐστὶν

349
τοιαύτη γαστὴρ, καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ
ῥᾳδίως ἀμετρότερον χρησαμένη. οὕτως
211
δὲ καὶ τῶν
ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον
ὁμιλίαν, ὥσπερ οὐδ θερμὴ τῶν θερμῶν. αἱ
μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι
τῶν ἐμφύτων, τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν
ὁμοίων, ὥσπερ αἱ σύμφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ
γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται
συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρημένοις,
διακρίνοντας αὐτὰ τῶν ῥηθησομένων. οὐ μόνον
γὰρ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ
καὶ θερμοῦ πόματος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ
τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύμων. ἀλλ οἵ γε
διὰ τὴν τούτων θερμότητα διψῶντες εἰσπνέουσί τε πλέον,
ἐκφυσῶσί τε μακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ
καύματος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια.
καὶ μὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ
ψυχρὸν πόμα ἵστησιν αὐτῶν μᾶλλον τὴν δίψαν, ἤπερ τὸ
350
πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ψυχρὸς ἀὴρ εἰσπνεόμενος,
οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις.
οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς
αἰσθητῶς ἀνιῶνται.

Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν
πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται
σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν
αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι
ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες
δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι,
καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες
τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη
τὴν φωνὴν, ἐντρέχει δ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ
ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς
φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ
σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι
τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης
δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε
πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις

351
κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός
τε καὶ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ
τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ
φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι.
καὶ γὰρ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας
ἕπεται, καθάπερ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας
συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι.
τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν
δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν τῶν ὁμοιομερῶν αὐτῆς
μορίων ξηρότης, ἀνώμαλον δὲ τῆς παρεσπαρμένης
τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε
ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ
βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν
οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος.
ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν
αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι
τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς
περὶ φωνῆς διώρισται. τὰ δ ἄλλα μόρια τοῦ ζώου τὰ
352
ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον
δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων
διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν
212
δυνάμεων
ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς
συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε
καὶ κακίᾳ, προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν
κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται.

Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν,
τὸν ἀριθμὸν, τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν
ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ
οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν.
τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν
αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν
εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ
καὶ ὅσα κατ ὠμοπλάτας, ὤμους, βραχίονας, πήχεις,
ἄκρας χεῖρας, ἰσχίον, μηρὸν, κνήμην,
πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν
ἐσφαλμένον τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος,

353
479
ἄν τε κατὰ τὸν ἀριθμὸν, τὴν σύνθεσιν τῶν συντιθέντων
αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ ἑκάστου
βλάβαι. τὰ δ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι
δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ
στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην,
ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε
καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην
ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν
ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς.
οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν
παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς
οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ
ἐπιστήμην βεβαίαν, ἀλλ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν,
οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη
καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ
σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς,
καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν
354
ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ
δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ
τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν
εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην
φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης
ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα
αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην
οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ
μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν,
ὡς ἐπ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς
ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν
τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, τε
τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς
εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων,
ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς
τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ
πάντων ἰδίᾳ καθ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ
355
τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς
φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα
πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

Ὅσα 1 w 3
δὲ 1 w 5
τοῦ 1 w 8
συμμέτρου 1 w 17
θερμότερα 1 w 26
μέν 1 w 29
ἐστιν 1 w 34
οὐ 1 w 37
μὴν 1 w 40
ὑγρότερά 1 w 48
γε 1 w 50
1 w 52
ξηρότερα 1 w 60
κατὰ 1 w 64
τὸ 1 w 66
σαρκῶδες 1 w 74
γένος 1 w 79
καὶ 1 w 83
ὑπὲρ 1 w 87
τούτου 1 w 93
γὰρ 1 w 96
1 w 97
ἐνεστηκὼς 1 w 106
λόγος 1 w 111
φαίνεται 1 w 120
μὲν 1 w 123
δήπου 1 w 128
καὶ 2 w 131
ἁπτομένοις 1 w 141
θερμότερα 2 w 150
τοσοῦτον 1 w 158
ὅσον 1 w 163
πέρ 1 w 166
ἐστι 2 w 170
τῇ 1 w 172
κράσει 1 w 178
θερμότερα 3 w 187
λασιώτερα 1 w 197
δὲ 2 w 199
τοσοῦτον 2 w 207
ἔσται 1 w 212
ὅσον 2 w 217
περ 1 w 220
καὶ 3 w 223
θερμότερα 4 w 232
καὶ 4 w 236
πιμελῆς 1 w 243
ἧττον 1 w 248
ἔχοντα 1 w 254
τῇ 2 w 257
χροιᾷ 1 w 262
δὲ 3 w 264
ἐξέρυθρα 1 w 272
καὶ 5 w 276
μελανότριχα 1 w 287
εἶναι 1 w 292
ψυχροτέρας 1 w 303
δὲ 4 w 305
κράσεως 1 w 312
σημεῖα 1 w 318
τὸ 2 w 320
ἄτριχον 1 w 327
τὸ 3 w 330
πιμελῶδες 1 w 339
τὸ 4 w 342
ψυχρὸν 1 w 348
ἁπτομένοις 2 w 358
1 w 360
χροιὰ 1 w 365
δ 8 w 366
αὐτοῖς 1 w 373
ἅμα 1 w 376
ταῖς 1 w 380
θριξὶ 1 w 385
πυῤῥοτέρα 1 w 394
πολλῆς 1 w 401
δὲ 5 w 403
τῆς 1 w 406
ψύξεως 1 w 412
οὔσης 1 w 417
πελιδνή 1 w 425
πώς 1 w 428
ἔστιν 1 w 433
καὶ 6 w 437
καλεῖν 1 w 443
ἔθος 1 w 447
ἐστὶν 1 w 452
ἐνίοις 1 w 458
τῶν 1 w 461
ἰατρῶν 1 w 467
τοὺς 1 w 471
τοιούτους 1 w 480
μολυβδοχρῶτας 1 w 493
2 w 495
δὲ 6 w 497
ξηροτέρα 1 w 505
κρᾶσις 1 w 511
ἰσχνοτέρα 1 w 520
τέ 5 w 522
ἐστι 3 w 526
καὶ 7 w 529
σκληροτέρα 1 w 539
τῆς 2 w 542
εὐκράτου 1 w 550
τοσοῦτον 3 w 558
ὅσον 3 w 563
περ 2 w 566
ἂν 1 w 568
1 w 569
ξηροτέρα 2 w 577
τὰ 2 w 580
δ 13 w 581
ἄλλα 1 w 585
παραπλήσιος 1 w 596
καὶ 8 w 600
3 w 601
ὑγροτέρα 1 w 609
δὲ 7 w 611
τὰ 3 w 613
μὲν 2 w 616
ἄλλα 2 w 620
παραπλήσιος 2 w 631
εὐσαρκοτέρα 1 w 643
δὲ 8 w 645
καὶ 9 w 648
μαλακωτέρα 1 w 658
Καὶ 1 w 662
μὴν 2 w 665
καὶ 10 w 668
κατὰ 2 w 672
συζυγίαν 1 w 680
τῶν 2 w 683
πρώτων 1 w 689
ποιοτήτων 1 w 698
αἱ 1 w 700
δυσκρασίαι 1 w 710
γινόμεναι 1 w 719
σύνθετον 1 w 727
ἔχουσι 1 w 733
καὶ 11 w 736
τὴν 1 w 739
τῶν 3 w 742
γνωρισμάτων 1 w 753
ἰδέαν 1 w 758
4 w 760
μὲν 3 w 763
γὰρ 2 w 766
θερμοτέρα 1 w 775
καὶ 12 w 778
ξηροτέρα 3 w 786
λασιωτέρα 1 w 796
καὶ 13 w 800
θερμοτέρα 2 w 809
καὶ 14 w 813
σκληροτέρα 2 w 823
καὶ 15 w 827
ἀπίμελός 1 w 835
ἐστι 4 w 839
καὶ 16 w 843
ἰσχνὴ 1 w 848
καὶ 17 w 852
μελανόθριξ 1 w 862
εἰ 1 w 865
δὲ 9 w 867
ἐπὶ 1 w 870
πλέον 1 w 875
ἥκει 1 w 879
θερμότητος 1 w 889
καὶ 18 w 893
μελάγχρους 1 w 903
5 w 905
θερμοτέρα 3 w 914
καὶ 19 w 917
ὑγροτέρα 2 w 925
κρᾶσις 2 w 931
μαλακωτέρα 2 w 941
τε 8 w 943
καὶ 20 w 946
εὐσαρκοτέρα 2 w 957
καὶ 21 w 961
θερμοτέρα 4 w 970
τῆς 3 w 973
ἀρίστης 1 w 980
κράσεως 2 w 987
εἰς 1 w 990
τοσοῦτόν 1 w 998
ἐστιν 2 w 1003
εἰς 2 w 1007
ὅσον 4 w 1011
ἀμφοτέραις 1 w 1021
αὐξηθῇ 1 w 1027
ταῖς 2 w 1031
ποιότησιν 1 w 1040
ἐπὶ 2 w 1044
πλεῖστον 1 w 1052
δὲ 10 w 1054
αὐξηθεῖσα 1 w 1063
τοῖς 2 w 1067
σηπεδονώδεσιν 1 w 1080
ἑτοίμως 1 w 1087
ἁλίσκεται 1 w 1096
νοσήμασιν 1 w 1105
ὅτι 1 w 1109
καὶ 22 w 1112
κακόχυμος 1 w 1121
ἑτοίμως 2 w 1128
γίγνεται 1 w 1136
εἰ 4 w 1139
δ 22 w 1140
ὀλίγῳ 1 w 1145
μὲν 4 w 1148
ὑγροτέρα 3 w 1156
εἴη 1 w 1159
παμπόλλῳ 1 w 1168
δὲ 11 w 1170
θερμοτέρα 5 w 1179
καὶ 23 w 1183
μαλακώτεροι 1 w 1194
μὲν 5 w 1197
ὀλίγῳ 2 w 1202
τῶν 4 w 1205
συμμέτρων 1 w 1214
οἱ 1 w 1216
τοιοῦτοι 1 w 1224
καὶ 24 w 1228
σαρκωδέστεροι 1 w 1241
λασιώτεροι 1 w 1252
δὲ 12 w 1254
οὐκ 1 w 1257
ὀλίγῳ 3 w 1262
καὶ 25 w 1266
μὲν 6 w 1269
δὴ 1 w 1271
καὶ 26 w 1274
ἁπτομένοις 3 w 1284
οὐκ 2 w 1287
ὀλίγῳ 4 w 1292
θερμότεροι 1 w 1302
μέλαιναι 1 w 1311
δ 27 w 1312
αὐτοῖς 2 w 1318
αἱ 2 w 1320
τρίχες 1 w 1326
καὶ 27 w 1330
6 w 1331
σὰρξ 1 w 1335
ἀπίμελος 1 w 1343
εἰ 5 w 1346
δ 28 w 1347
ὀλίγῳ 5 w 1352
μὲν 7 w 1355
εἴη 2 w 1358
θερμοτέρα 6 w 1367
παμπόλλῳ 2 w 1376
δὲ 13 w 1378
ὑγροτέρα 4 w 1386
μαλακὴ 1 w 1393
τούτοις 1 w 1400
ἐστὶν 2 w 1405
7 w 1406
σὰρξ 2 w 1410
καὶ 28 w 1414
πολλὴ 1 w 1419
καὶ 29 w 1423
τὸ 5 w 1425
χρῶμα 1 w 1430
συμμιγὲς 1 w 1438
ἐξ 2 w 1440
ἐρυθροῦ 1 w 1447
καὶ 30 w 1450
λευκοῦ 1 w 1456
καὶ 31 w 1460
ψαυόντων 1 w 1468
ὀλίγῳ 6 w 1473
θερμότεροι 2 w 1483
συλλήβδην 1 w 1493
δ 31 w 1494
εἰπεῖν 1 w 1501
ἐπὶ 3 w 1504
τῶν 5 w 1507
κατὰ 3 w 1511
συζυγίαν 2 w 1519
κράσεων 1 w 1526
ἀεὶ 1 w 1530
τῆς 4 w 1533
ἐπικρατούσης 1 w 1545
ποιότητος 1 w 1554
ἐπικρατήσει 1 w 1565
τὰ 6 w 1567
γνωρίσματα 1 w 1577
8 w 1579
ψυχροτέρα 2 w 1588
δὲ 14 w 1590
καὶ 32 w 1593
ὑγροτέρα 5 w 1601
κρᾶσις 3 w 1607
ἐπ 6 w 1610
ὀλίγον 1 w 1617
μὲν 8 w 1620
ἀμφοῖν 1 w 1626
ηὐξημένων 1 w 1635
ἄτριχός 1 w 1643
τέ 28 w 1645
ἐστι 6 w 1649
καὶ 33 w 1652
λευκὴ 1 w 1657
καὶ 34 w 1661
μαλακὴ 2 w 1667
καὶ 35 w 1671
παχεῖα 1 w 1677
καὶ 36 w 1681
πιμελώδης 1 w 1690
ἐπὶ 4 w 1694
πλεῖον 1 w 1700
δὲ 15 w 1702
τὰ 7 w 1704
μὲν 9 w 1707
ἄλλα 3 w 1711
κατὰ 4 w 1715
ἀναλογίαν 1 w 1724
τῆς 5 w 1727
τῶν 6 w 1730
ποιοτήτων 2 w 1739
αὐξήσεως 1 w 1747
9 w 1749
χροιὰ 2 w 1754
δὲ 16 w 1756
ἅμα 2 w 1759
ταῖς 3 w 1763
θριξὶ 2 w 1768
πυῤῥὰ 1 w 1773
καθάπερ 1 w 1781
γε 2 w 1783
καὶ 37 w 1786
εἰ 7 w 1788
ἐπὶ 5 w 1791
πλεῖστον 2 w 1799
ἀμφοῖν 2 w 1805
ηὐξημένων 2 w 1814
πελιδνή 2 w 1821
εἰ 8 w 1824
δ 37 w 1825
ἄνισος 1 w 1832
10 w 1833
αὔξησις 1 w 1840
εἴη 3 w 1843
τῶν 7 w 1846
ποιοτήτων 3 w 1855
ἐπικρατήσει 2 w 1867
τὰ 9 w 1869
τῆς 6 w 1872
μᾶλλον 1 w 1878
ηὐξημένης 1 w 1887
ἴδια 1 w 1891
εἰ 9 w 1894
δὲ 17 w 1896
τὸ 6 w 1898
ψυχρὸν 2 w 1904
ἅμα 3 w 1907
τῷ 1 w 1909
ξηρῷ 1 w 1913
κατ 5 w 1916
ἴσον 1 w 1921
αὐξηθείη 1 w 1929
φύσει 1 w 1935
σκληρὸν 1 w 1942
καὶ 38 w 1945
ἰσχνὸν 1 w 1951
ἴσχουσι 1 w 1958
τὸ 7 w 1960
σῶμα 1 w 1964
καὶ 39 w 1968
ἄτριχον 2 w 1975
ἁπτομένοις 4 w 1986
δὲ 18 w 1988
ψυχρόν 1 w 1994
11 w 1996
πιμελὴ 1 w 2002
δὲ 19 w 2004
ὅμως 1 w 2008
αὐτοῖς 3 w 2014
καίτοι 1 w 2021
γε 3 w 2023
ἰσχνοῖς 1 w 2030
οὖσι 1 w 2034
παρέσπαρται 1 w 2046
τῇ 3 w 2048
σαρκί 1 w 2053
τὰ 10 w 2056
δὲ 20 w 2058
τῶν 8 w 2061
τριχῶν 1 w 2067
καὶ 40 w 2070
τῆς 7 w 2073
χροιᾶς 1 w 2079
ἀνάλογον 1 w 2087
τῷ 2 w 2089
μέτρῳ 1 w 2094
τῆς 8 w 2097
ψυχρότητος 1 w 2107
μεταπεσούσης 1 w 2120
δὲ 21 w 2122
τῆς 9 w 2125
θερμῆς 1 w 2131
καὶ 41 w 2134
ξηρᾶς 1 w 2139
κράσεως 3 w 2146
ἐν 3 w 2148
τῷ 3 w 2150
χρόνῳ 1 w 2155
τῆς 10 w 2158
παρακμῆς 1 w 2166
εἰς 3 w 2169
τὴν 2 w 2172
ξηράν 1 w 2177
τε 14 w 2179
καὶ 42 w 2182
ψυχρὰν 1 w 2188
12 w 2190
ἕξις 1 w 2194
τῶν 9 w 2197
τοιούτων 1 w 2205
ἰσχνὴ 2 w 2210
καὶ 43 w 2213
σκληρὰ 1 w 2219
μελαγχολικὴ 1 w 2231
δέ 3 w 2233
ἐστι 7 w 2237
καὶ 44 w 2240
διὰ 1 w 2243
τοῦτο 1 w 2248
μέλαινά 1 w 2255
τε 15 w 2257
ἅμα 4 w 2260
καὶ 45 w 2263
δασεῖα 1 w 2269
κρατούσης 2 w 2279
δὲ 22 w 2281
τῆς 11 w 2284
ἑτέρας 1 w 2290
τῶν 10 w 2293
ποιοτήτων 4 w 2302
παρὰ 1 w 2306
πολὺ 1 w 2310
τῆς 12 w 2314
δ 48 w 2315
ἑτέρας 2 w 2322
ὀλίγον 2 w 2328
τι 10 w 2330
τοῦ 3 w 2333
συμμέτρου 2 w 2342
παραλλαττούσης 1 w 2356
ἐπικρατήσει 3 w 2368
μὲν 10 w 2371
τὰ 11 w 2373
τῆς 13 w 2376
ἐπικρατούσης 2 w 2388
ἀμυδρὰ 1 w 2395
δὲ 23 w 2397
ἔσται 2 w 2402
τὰ 12 w 2404
τῆς 14 w 2407
ἑτέρας 3 w 2413
γνωρίσματα 2 w 2423
ἐπὶ 6 w 2427
πᾶσι 1 w 2431
δὲ 24 w 2433
τοῖς 5 w 2437
εἰρημένοις 1 w 2447
τε 16 w 2449
καὶ 46 w 2452
μέλλουσι 1 w 2460
λέγεσθαι 1 w 2468
κοινὸν 1 w 2474
γνώρισμα 1 w 2482
κράσεως 4 w 2489
εἰ 12 w 2492
μὲν 11 w 2495
εὔψυκτον 1 w 2503
εἴη 4 w 2506
τὸ 8 w 2508
μόριον 1 w 2514
ἤτοι 1 w 2519
ψυχρότητος 2 w 2529
2 w 2531
ἀραιότητος 1 w 2541
εἰ 13 w 2544
δὲ 25 w 2546
δύσψυκτον 1 w 2555
ἤτοι 2 w 2560
θερμότητος 2 w 2570
3 w 2572
πυκνότητος 1 w 2582
εἰ 14 w 2585
δ 54 w 2586
ὑπὸ 1 w 2590
τῶν 11 w 2593
ξηραινόντων 1 w 2604
βλάπτοιτο 1 w 2613
αὐχμηρόν 1 w 2622
τε 17 w 2624
καὶ 47 w 2628
ξηρὸν 1 w 2633
καὶ 48 w 2637
δυσκίνητον 1 w 2647
γένοιτο 1 w 2654
ξηρότητος 1 w 2664
ὥσπερ 1 w 2670
γε 5 w 2672
καὶ 49 w 2675
εἰ 15 w 2677
βαρύνοιτο 1 w 2686
πρὸς 1 w 2690
τῶν 12 w 2693
ὑγραινόντων 1 w 2704
ὑγρότητος 1 w 2714
ἐπιβλέπειν 1 w 2725
δὲ 26 w 2727
καὶ 50 w 2730
εἰ 16 w 2732
ὡσαύτως 1 w 2739
ἀλλήλοις 1 w 2747
ἅπαντες 1 w 2754
οἱ 2 w 2756
μύες 1 w 2760
4 w 2762
οὐχ 1 w 2765
ὡσαύτως 2 w 2772
κέκρανται 1 w 2781
συνεπισκοπούμενον 1 w 2799
ἐν 4 w 2801
ἅπασι 1 w 2806
πηλικότητα 1 w 2816
τῶν 13 w 2819
ὑποβεβλημένων 1 w 2832
ὀστῶν 1 w 2837
ἐνίοτε 1 w 2844
γοῦν 1 w 2848
ἰσχνότερον 1 w 2858
εἶναι 2 w 2863
δοκεῖ 1 w 2868
τὸ 9 w 2870
μέρος 1 w 2875
οὐκ 3 w 2879
ὂν 1 w 2881
ἰσχνότερον 2 w 2891
ὅσον 5 w 2896
ἐπὶ 7 w 2899
τοῖς 6 w 2903
μυσὶ 1 w 2907
διὰ 2 w 2911
δὲ 27 w 2913
τὴν 3 w 2916
στενότητα 1 w 2925
τῶν 15 w 2928
ὀστῶν 2 w 2933
τοιοῦτον 1 w 2941
φανταζόμενον 1 w 2953
οὕτως 1 w 2959
δὲ 28 w 2961
καὶ 51 w 2964
παχύτερον 1 w 2973
ἐνίοις 2 w 2979
εἶναι 3 w 2984
δοκεῖ 2 w 2989
πολλάκις 1 w 2997
οὐ 6 w 3000
διὰ 3 w 3003
τὴν 4 w 3006
εὐρύτητα 1 w 3014
τῶν 17 w 3017
ὀστῶν 3 w 3022
ἀλλὰ 1 w 3027
διὰ 4 w 3030
τὸ 10 w 3032
τῆς 15 w 3035
σαρκὸς 1 w 3041
πλῆθος 1 w 3047
ἥτις 1 w 3052
αὐξανομένη 1 w 3062
τε 24 w 3064
καὶ 52 w 3067
μειουμένη 1 w 3076
σκληροτέρα 3 w 3087
τε 25 w 3089
καὶ 53 w 3092
μαλακωτέρα 3 w 3102
γενομένη 1 w 3110
ξηρότερον 1 w 3120
5 w 3121
ὑγρότερον 1 w 3130
ἀποφαίνει 1 w 3139
τὸ 11 w 3141
μόριον 2 w 3147
13 w 3149
μὲν 12 w 3152
οὖν 1 w 3155
ὀλίγη 1 w 3160
τε 28 w 3162
καὶ 54 w 3165
σκληρὰ 2 w 3171
τὸ 12 w 3174
ξηρότερον 2 w 3183
14 w 3185
πολλὴ 2 w 3190
δὲ 29 w 3192
καὶ 55 w 3195
15 w 3196
μαλακὴ 3 w 3202
τὸ 13 w 3205
ὑγρότερον 2 w 3214
οὕτω 2 w 3219
δὲ 30 w 3221
καὶ 56 w 3224
αἱ 3 w 3226
μεταξὺ 1 w 3232
χῶραι 1 w 3237
τῶν 19 w 3240
ὁμοιομερῶν 1 w 3250
σωμάτων 1 w 3257
ἤτοι 3 w 3262
πλέον 2 w 3267
ὑγρὸν 1 w 3272
ἐν 7 w 3274
αὐταῖς 1 w 3280
6 w 3282
ἔλαττον 1 w 3289
περιέχουσαι 1 w 3300
καὶ 57 w 3304
ἤτοι 4 w 3308
παχύτερον 2 w 3317
7 w 3319
λεπτότερον 1 w 3329
8 w 3331
ὑγρότερον 3 w 3340
9 w 3342
ξηρότερον 3 w 3351
ἀποφαίνει 2 w 3360
τὸ 14 w 3362
μόριον 3 w 3368
ὑγρότερον 4 w 3378
μὲν 13 w 3381
ἔνθα 1 w 3386
λεπτοτέρα 1 w 3395
τε 36 w 3397
καὶ 58 w 3400
πλείων 1 w 3406
ἐστὶν 3 w 3411
16 w 3412
ὑγρότης 1 w 3419
ξηρότερον 4 w 3429
δὲ 31 w 3431
ὅπου 1 w 3436
παχυτέρα 1 w 3444
τε 38 w 3446
ἅμα 5 w 3449
καὶ 59 w 3452
ἐλάττων 1 w 3459
αὐτὰ 1 w 3464
μὲν 14 w 3467
γὰρ 3 w 3470
τὰ 14 w 3472
στερεὰ 1 w 3478
τοῦ 4 w 3481
σώματος 1 w 3488
μόρια 1 w 3493
τὰ 15 w 3496
ὄντως 1 w 3501
στερεὰ 2 w 3507
καὶ 60 w 3510
πρῶτα 1 w 3515
κατ 6 w 3519
οὐδένα 1 w 3526
τρόπον 1 w 3532
οἷόν 1 w 3536
τέ 36 w 3538
ἐστιν 3 w 3543
ὑγρότερα 1 w 3551
ποιεῖν 1 w 3557
ἀλλ 3 w 3561
ἱκανὸν 1 w 3568
εἰ 17 w 3571
κωλύει 1 w 3577
τις 2 w 3580
αὐτὰ 2 w 3584
μὴ 3 w 3586
διὰ 5 w 3589
ταχέων 1 w 3595
ξηραίνεσθαι 1 w 3606
τὰς 1 w 3610
δὲ 32 w 3612
διαλαμβανούσας 1 w 3626
αὐτὰ 3 w 3630
χώρας 1 w 3635
ἔνεστι 1 w 3641
πληροῦν 1 w 3648
ὑγρότητος 2 w 3657
ἤτοι 5 w 3662
τοίας 1 w 3667
10 w 3669
τοίας 2 w 3674
τοιαύτη 1 w 3682
δέ 5 w 3684
ἐστιν 4 w 3689
17 w 3690
οἰκεία 1 w 3696
τροφὴ 1 w 3701
τῶν 20 w 3704
ὁμοιομερῶν 2 w 3714
ἐκ 1 w 3716
παραθέσεως 1 w 3726
οὐ 8 w 3729
δι 8 w 3731
ἀγγείων 1 w 3739
ἑλκομένη 1 w 3747
κοινὸς 1 w 3754
δὲ 33 w 3756
καὶ 61 w 3759
οὗτος 1 w 3764
4 w 3765
λόγος 2 w 3770
ἁπάντων 1 w 3777
ἐστὶ 4 w 3781
τῶν 21 w 3784
μορίων 1 w 3790
καὶ 62 w 3794
ῥηθήσεται 1 w 3803
καὶ 63 w 3806
αὗθις 1 w 3811
ἐν 8 w 3813
τῇ 4 w 3815
τῶν 22 w 3818
ὑγιεινῶν 1 w 3826
καὶ 64 w 3829
νοσωδῶν 1 w 3836
αἰτίων 1 w 3842
διδασκαλίᾳ 1 w 3852
νυνὶ 1 w 3857
δὲ 34 w 3859
τῶν 23 w 3862
ἐφεξῆς 1 w 3868
ἐχώμεθα 1 w 3875
Γαστρὸς 1 w 3883
γνωρίσματα 3 w 3893
τῆς 16 w 3897
μὲν 15 w 3900
φύσει 2 w 3905
ξηροτέρας 1 w 3914
εἰ 18 w 3917
ταχέως 1 w 3923
διψώδεις 1 w 3931
γίγνοιντο 1 w 3940
καὶ 65 w 3944
ὀλίγον 3 w 3950
αὐτοῖς 4 w 3956
ἀρκοίη 1 w 3962
ποτὸν 1 w 3967
καὶ 66 w 3971
βαρύνοιντο 1 w 3981
τῷ 4 w 3983
πλείονι 1 w 3990
καὶ 67 w 3994
κλύδωνας 1 w 4002
ἴσχοιεν 1 w 4009
11 w 4011
ἐπιπολάζοι 1 w 4021
τὸ 16 w 4023
περιττεῦον 1 w 4033
αὐτοῖς 5 w 4039
ἐδέσμασί 1 w 4048
τε 43 w 4050
χαίροιεν 1 w 4058
ξηροτέροις 1 w 4068
ὑγροτέρας 1 w 4078
δὲ 35 w 4080
εἰ 19 w 4083
μήτε 1 w 4087
διψώδεις 2 w 4095
γίγνοιντο 2 w 4104
καὶ 68 w 4108
τὸ 17 w 4110
πλεῖον 2 w 4116
ὑγρὸν 2 w 4121
ἀλύπως 1 w 4127
φέροιεν 1 w 4134
ἐδέσμασί 2 w 4143
τε 45 w 4145
χαίροιεν 2 w 4153
ὑγροτέροις 1 w 4163
18 w 4165
δὲ 36 w 4167
θερμοτέρα 7 w 4176
φύσει 3 w 4181
γαστὴρ 1 w 4187
πέττει 1 w 4193
μὲν 16 w 4196
ἄμεινον 1 w 4203
12 w 4205
ὀρέγεται 1 w 4213
καὶ 69 w 4217
πολὺ 2 w 4221
μᾶλλον 2 w 4227
ὅσα 1 w 4230
σκληρὰ 3 w 4236
φύσει 4 w 4241
καὶ 70 w 4244
δυσαλλοίωτα 1 w 4255
διαφθείρεται 1 w 4268
γὰρ 4 w 4271
ἐν 9 w 4273
αὐτῇ 1 w 4277
τὰ 19 w 4279
εὐαλλοίωτα 1 w 4289
χαίρουσα 1 w 4298
δὲ 37 w 4300
τοῖς 9 w 4304
θερμοῖς 1 w 4311
ἐδέσμασί 3 w 4319
τε 47 w 4321
καὶ 71 w 4324
πόμασιν 1 w 4331
οὐδ 2 w 4335
ὑπὸ 2 w 4339
τῶν 24 w 4342
ψυχρῶν 1 w 4348
οὐδὲν 1 w 4353
βλάπτεται 1 w 4362
κατά 1 w 4367
γε 9 w 4369
τὴν 5 w 4372
ἔμμετρον 1 w 4380
χρῆσιν 1 w 4386
19 w 4388
δὲ 39 w 4390
ψυχροτέρα 3 w 4399
φύσει 5 w 4404
γαστὴρ 2 w 4410
ὀρεχθῆναι 1 w 4420
μὲν 17 w 4423
ἀγαθὴ 1 w 4428
πέψαι 1 w 4434
δὲ 40 w 4436
οὐκ 4 w 4439
ἀγαθὴ 2 w 4444
καὶ 72 w 4448
μάλιστα 1 w 4455
ὅσα 2 w 4458
δυσαλλοίωτα 2 w 4469
καὶ 73 w 4472
ψυχρὰ 2 w 4477
τῶν 25 w 4480
ἐδεσμάτων 1 w 4489
ἐστίν 1 w 4494
ὀξύνεται 1 w 4503
γοῦν 2 w 4507
ἑτοίμως 3 w 4514
ἐν 10 w 4516
αὐτῇ 2 w 4520
διὰ 6 w 4524
τοῦτο 2 w 4529
καὶ 74 w 4532
ὀξυρεγμιώδης 1 w 4544
ἐστὶν 4 w 4549
20 w 4550
τοιαύτη 2 w 4557
γαστὴρ 3 w 4563
καὶ 75 w 4567
χαίρει 1 w 4573
μὲν 18 w 4576
τοῖς 10 w 4580
ψυχροῖς 1 w 4587
βλάπτεται 2 w 4597
δὲ 41 w 4599
ῥᾳδίως 1 w 4605
ἀμετρότερον 1 w 4616
χρησαμένη 1 w 4625
οὕτως 2 w 4631
δὲ 42 w 4633
καὶ 76 w 4636
τῶν 26 w 4639
ἔξωθεν 1 w 4645
αὐτῇ 3 w 4649
προσπιπτόντων 1 w 4662
ψυχρῶν 2 w 4668
οὐ 12 w 4670
φέρει 1 w 4675
τὴν 6 w 4678
πολυχρόνιον 1 w 4689
ὁμιλίαν 1 w 4696
ὥσπερ 2 w 4702
οὐδ 4 w 4705
21 w 4707
θερμὴ 1 w 4712
τῶν 27 w 4715
θερμῶν 1 w 4721
αἱ 4 w 4724
μέντοι 1 w 4730
διὰ 7 w 4733
νόσον 1 w 4738
ἐν 11 w 4740
τῇ 8 w 4742
γαστρὶ 1 w 4748
δυσκρασίαι 2 w 4758
ταύτῃ 1 w 4763
διαφέρουσι 1 w 4773
τῶν 28 w 4776
ἐμφύτων 1 w 4783
1 w 4785
τῶν 29 w 4788
ἐναντίων 1 w 4796
ἐπιθυμοῦσιν 1 w 4807
οὐ 14 w 4810
τῶν 30 w 4813
ὁμοίων 1 w 4819
ὥσπερ 3 w 4825
αἱ 5 w 4827
σύμφυτοι 1 w 4835
αἱ 6 w 4838
δὲ 43 w 4840
κατὰ 5 w 4844
συζυγίαν 3 w 4852
ἐν 13 w 4854
τῇ 9 w 4856
γαστρὶ 2 w 4862
δυσκρασίαι 3 w 4872
διὰ 8 w 4875
τῆς 17 w 4878
τῶν 31 w 4881
ἁπλῶν 1 w 4886
γνωρισθήσονται 1 w 4900
συνθέσεως 1 w 4909
ἀκριβῶς 1 w 4917
δὲ 44 w 4919
χρὴ 1 w 4922
προσέχειν 1 w 4931
τὸν 2 w 4934
νοῦν 1 w 4938
τοῖς 11 w 4942
εἰρημένοις 2 w 4952
διακρίνοντας 1 w 4965
αὐτὰ 4 w 4969
τῶν 32 w 4972
ῥηθησομένων 1 w 4983
οὐ 15 w 4986
μόνον 1 w 4991
γὰρ 5 w 4994
22 w 4995
κοιλία 1 w 5001
διψώδεις 3 w 5009
τε 51 w 5011
καὶ 77 w 5014
ἀδίψους 1 w 5021
ἐργάζεται 1 w 5030
καὶ 78 w 5034
ψυχροῦ 1 w 5040
καὶ 79 w 5043
θερμοῦ 1 w 5049
πόματος 1 w 5056
ὀρεκτικοὺς 1 w 5066
ἀλλὰ 2 w 5071
καὶ 80 w 5074
τὰ 22 w 5076
κατὰ 6 w 5080
τὸν 3 w 5083
θώρακα 1 w 5089
σπλάγχνα 1 w 5097
καρδία 1 w 5104
καὶ 81 w 5107
πνεύμων 1 w 5114
ἀλλ 5 w 5118
οἵ 1 w 5121
γε 10 w 5123
διὰ 9 w 5126
τὴν 7 w 5129
τούτων 1 w 5135
θερμότητα 1 w 5144
διψῶντες 1 w 5152
εἰσπνέουσί 1 w 5162
τε 53 w 5164
πλέον 3 w 5169
ἐκφυσῶσί 1 w 5178
τε 54 w 5180
μακρὸν 1 w 5186
αἰσθάνονταί 1 w 5198
τε 55 w 5200
κατὰ 7 w 5204
τὸν 4 w 5207
θώρακα 2 w 5213
τοῦ 6 w 5216
καύματος 1 w 5224
οὐχ 2 w 5228
ὥσπερ 4 w 5233
οἱ 3 w 5235
διὰ 10 w 5238
τὴν 8 w 5241
γαστέρα 1 w 5248
κατὰ 8 w 5252
τὰ 26 w 5254
ὑποχόνδρια 1 w 5264
καὶ 82 w 5268
μὲν 19 w 5271
δὴ 2 w 5273
πίνοντες 1 w 5281
οὐκ 5 w 5284
εὐθέως 1 w 5290
ἡσυχάζουσι 1 w 5300
καὶ 83 w 5304
τὸ 21 w 5306
ψυχρὸν 3 w 5312
πόμα 3 w 5316
ἵστησιν 1 w 5323
αὐτῶν 1 w 5328
μᾶλλον 3 w 5334
τὴν 9 w 5337
δίψαν 1 w 5342
ἤπερ 1 w 5347
τὸ 22 w 5349
πολὺ 3 w 5353
θερμόν 1 w 5359
ἀναψύχει 1 w 5368
δὲ 45 w 5370
αὐτοὺς 1 w 5376
καὶ 84 w 5379
7 w 5380
ψυχρὸς 1 w 5386
ἀὴρ 1 w 5389
εἰσπνεόμενος 1 w 5401
οὐδὲν 2 w 5407
ἐπικουφίζων 1 w 5418
τοὺς 3 w 5422
ἐκ 3 w 5424
γαστρὸς 1 w 5431
διψώδεις 4 w 5439
οὕτως 3 w 5445
δὲ 47 w 5447
καὶ 85 w 5450
οἱ 4 w 5452
ἐναντίως 1 w 5460
ἔχοντες 1 w 5467
ὑπὸ 3 w 5470
τῆς 18 w 5473
ψυχρᾶς 1 w 5479
εἰσπνοῆς 1 w 5487
αἰσθητῶς 1 w 5495
ἀνιῶνται 1 w 5503
Καὶ 2 w 5507
μέγιστόν 1 w 5515
ἐστι 10 w 5519
τοῦτο 3 w 5524
γνώρισμα 2 w 5532
τῆς 19 w 5535
ἐν 15 w 5537
πνεύμονι 1 w 5545
ψυχρότητος 3 w 5555
ὥσπερ 5 w 5561
δὲ 48 w 5563
εἰσπνέοντες 1 w 5574
ψυχρὸν 4 w 5580
αἰσθάνονται 1 w 5591
σαφῶς 1 w 5596
ἀνίας 1 w 5601
τε 59 w 5603
καὶ 86 w 5606
ψύξεως 2 w 5612
οὕτως 4 w 5618
τὸ 23 w 5620
θερμὸν 1 w 5626
αὐτοῖς 6 w 5632
ἐστι 11 w 5636
φίλιον 1 w 5642
ἀλλὰ 3 w 5647
καὶ 87 w 5650
φλεγματικὰ 1 w 5660
περιττώματα 1 w 5671
χρεμπτόμενοι 1 w 5683
ἅμα 6 w 5686
καὶ 88 w 5689
μετὰ 1 w 5693
βηχὸς 1 w 5698
ἀναπτύουσιν 1 w 5709
αἱ 7 w 5712
ξηρότητες 1 w 5721
δὲ 49 w 5723
τοῦ 8 w 5726
πνεύμονος 1 w 5735
ἀπέριττοί 1 w 5744
τέ 44 w 5746
εἰσι 1 w 5750
καὶ 89 w 5753
καθαραὶ 1 w 5760
τῷ 5 w 5762
φλέγματι 1 w 5770
καὶ 90 w 5774
λαμπρὰν 1 w 5781
ἔχουσι 2 w 5787
τὴν 10 w 5790
φωνὴν 1 w 5795
καθάπερ 2 w 5803
αἱ 8 w 5805
ὑγρότητες 1 w 5814
τὸ 24 w 5816
ἐναντίον 1 w 5824
ἀλαμπῆ 1 w 5830
μὲν 20 w 5833
ἐργάζονται 1 w 5843
καὶ 91 w 5846
βραγχώδη 1 w 5854
τὴν 11 w 5857
φωνὴν 2 w 5862
ἐντρέχει 1 w 5871
δ 129 w 5872
αὐτοῖς 7 w 5879
περιττώματα 2 w 5890
μεῖζόν 1 w 5897
τε 62 w 5899
καὶ 92 w 5902
ὀξύτερον 1 w 5910
φθέγξασθαι 1 w 5920
προελομένοις 1 w 5932
οὐ 19 w 5935
μὴν 3 w 5938
αὐτό 1 w 5942
γε 11 w 5944
τὸ 25 w 5946
τῆς 20 w 5949
φωνῆς 1 w 5954
μέγεθος 1 w 5961
ὑπὸ 4 w 5964
τῆς 21 w 5967
θερμότητος 3 w 5977
αὐτῆς 1 w 5982
ὥσπερ 6 w 5988
οὐδ 6 w 5991
24 w 5993
σμικρότης 1 w 6002
ὑπὸ 5 w 6005
τῆς 23 w 6008
ψυχρότητος 4 w 6018
γίνεται 1 w 6026
ἀλλὰ 4 w 6031
τὸ 26 w 6033
μὲν 21 w 6036
εὐρύτητι 1 w 6044
τῆς 24 w 6047
τραχείας 1 w 6055
ἀρτηρίας 1 w 6063
ἐκφυσήσει 1 w 6073
τε 64 w 6075
σφοδροτέρᾳ 1 w 6085
σμικρότης 2 w 6095
δὲ 50 w 6097
τοῖς 14 w 6101
ἐναντίοις 1 w 6110
ἀκολουθεῖ 1 w 6119
ὥστε 1 w 6124
οὔτε 1 w 6128
διὰ 11 w 6131
παντὸς 1 w 6137
οὔτε 2 w 6142
πρώτως 1 w 6148
ἀλλὰ 5 w 6153
κατὰ 9 w 6157
συμβεβηκός 1 w 6167
τε 68 w 6169
καὶ 93 w 6172
μόναις 1 w 6178
ταῖς 5 w 6182
συμφύτοις 1 w 6191
κράσεσι 1 w 6198
οὐ 21 w 6201
ταῖς 6 w 6205
ἐπικτήτοις 1 w 6215
ἕπεται 1 w 6222
τὸ 28 w 6224
τῆς 25 w 6227
φωνῆς 2 w 6232
μέγεθός 1 w 6239
τε 69 w 6241
καὶ 94 w 6244
25 w 6245
σμικρότης 3 w 6254
ὅτι 2 w 6258
μὲν 22 w 6261
γὰρ 6 w 6264
τοιάδε 1 w 6270
τὰ 29 w 6272
ὄργανα 1 w 6278
διὰ 12 w 6281
τὴν 12 w 6284
κρᾶσιν 1 w 6290
ἐγένετο 1 w 6297
τοῖς 15 w 6302
τοιούτοις 1 w 6311
δὲ 51 w 6313
ἕπεται 2 w 6319
τοιάδε 2 w 6325
φωνὴ 3 w 6329
ἐκ 5 w 6332
φωνῆς 3 w 6337
διὰ 13 w 6340
τοῦτο 4 w 6345
ἔνεστι 2 w 6351
περὶ 1 w 6355
τῆς 26 w 6358
συμφύτου 1 w 6366
κράσεως 5 w 6373
συλλογίζεσθαι 1 w 6386
καὶ 95 w 6390
γὰρ 7 w 6393
26 w 6394
λεία 1 w 6398
φωνὴ 4 w 6402
λειότητι 1 w 6410
τῆς 27 w 6413
ἀρτηρίας 2 w 6421
ἕπεται 3 w 6427
καθάπερ 3 w 6435
27 w 6436
τραχεῖα 1 w 6443
τραχύτητι 1 w 6452
λειότης 1 w 6460
μὲν 23 w 6463
οὖν 2 w 6466
ἀρτηρίας 3 w 6474
συμμετρίᾳ 1 w 6483
κράσεως 6 w 6490
ἕπεται 4 w 6496
τραχύτης 1 w 6505
δὲ 52 w 6507
ξηρότητι 1 w 6515
τραχύτης 2 w 6524
μὲν 24 w 6527
γὰρ 8 w 6530
ἐπὶ 8 w 6533
ἀνωμαλίᾳ 1 w 6541
κατὰ 10 w 6546
ξηρὸν 2 w 6551
σῶμα 2 w 6555
τὴν 13 w 6559
δὲ 53 w 6561
ἀρτηρίαν 1 w 6569
ἐργάζεται 2 w 6578
σκληρὰν 1 w 6585
μὲν 25 w 6588
28 w 6589
τῶν 34 w 6592
ὁμοιομερῶν 3 w 6602
αὐτῆς 2 w 6607
μορίων 2 w 6613
ξηρότης 1 w 6620
ἀνώμαλον 1 w 6629
δὲ 54 w 6631
29 w 6632
τῆς 29 w 6635
παρεσπαρμένης 1 w 6648
τούτοις 2 w 6655
ὑγρότητος 3 w 6664
ἔνδεια 1 w 6670
κατὰ 11 w 6675
δὲ 55 w 6677
τὸν 5 w 6680
αὐτὸν 1 w 6685
τρόπον 2 w 6691
οὔτε 3 w 6695
30 w 6696
ὀξεῖα 1 w 6701
φύσει 6 w 6706
φωνὴ 5 w 6710
χωρὶς 1 w 6715
στενότητος 1 w 6725
φάρυγγος 1 w 6733
οὔθ 1 w 6737
31 w 6739
βαρεῖα 1 w 6745
χωρὶς 2 w 6750
εὐρύτητος 1 w 6759
δύναται 1 w 6766
γίνεσθαι 1 w 6774
στενότης 1 w 6783
μὲν 26 w 6786
οὗν 1 w 6789
ἐμφύτου 1 w 6796
ψυχρότητος 5 w 6806
ἔκγονός 1 w 6813
ἐστιν 5 w 6818
εὐρύτης 1 w 6826
δὲ 56 w 6828
θερμότητος 4 w 6838
ἀνάλογον 2 w 6847
δὲ 57 w 6849
ταῖς 7 w 6853
φυσικαῖς 1 w 6861
διαφοραῖς 1 w 6870
τῶν 35 w 6873
φωνῶν 1 w 6878
αἱ 9 w 6880
κατὰ 12 w 6884
πάθος 1 w 6889
ἐπιτελοῦνται 1 w 6901
γνωρίσματα 4 w 6912
καὶ 96 w 6915
αὗται 1 w 6920
γινόμεναι 2 w 6929
τῶν 36 w 6932
ἐργαζομένων 1 w 6943
αἰτίων 2 w 6949
ὑπὲρ 2 w 6954
ὧν 1 w 6956
αὐτάρκως 1 w 6964
ἐν 19 w 6966
τοῖς 16 w 6970
περὶ 2 w 6974
φωνῆς 4 w 6979
διώρισται 1 w 6988
τὰ 33 w 6991
δ 149 w 6992
ἄλλα 4 w 6997
μόρια 2 w 7002
τοῦ 10 w 7005
ζώου 1 w 7009
τὰ 34 w 7011
ἐντὸς 1 w 7016
ἀμυδρὰ 2 w 7022
τῆς 30 w 7025
κράσεως 7 w 7032
ἔχει 1 w 7036
τὰ 35 w 7038
γνωρίσματα 5 w 7048
πειρατέον 1 w 7058
δὲ 58 w 7060
ὅμως 2 w 7064
αὐτὰ 5 w 7068
διά 1 w 7071
τε 74 w 7073
τῶν 37 w 7076
ὠφελούντων 1 w 7086
καὶ 97 w 7089
βλαπτόντων 1 w 7099
διαγινώσκειν 1 w 7111
ἔτι 1 w 7115
τε 75 w 7117
κατὰ 13 w 7121
τὰς 2 w 7124
τῶν 38 w 7127
φυσικῶν 1 w 7134
δυνάμεων 1 w 7142
ἐνεργείας 1 w 7151
εἴρηται 1 w 7159
δὲ 59 w 7161
ἐν 22 w 7163
τῷ 6 w 7165
τρίτῳ 1 w 7170
περὶ 3 w 7174
τῶν 39 w 7177
ἐν 23 w 7179
τοῖς 17 w 7183
συμπτώμασιν 1 w 7194
αἰτίων 3 w 7200
ὡς 1 w 7203
ἥτις 2 w 7207
ἑκάστης 1 w 7214
δυνάμεως 1 w 7222
ἀρετῇ 1 w 7227
τε 76 w 7229
καὶ 98 w 7232
κακίᾳ 1 w 7237
32 w 7239
προηγουμένη 1 w 7250
κρᾶσίς 1 w 7256
ἐστιν 6 w 7261
τὰ 39 w 7264
μὲν 27 w 7267
οὖν 3 w 7270
τῶν 40 w 7273
κράσεων 2 w 7280
γνωρίσματα 6 w 7290
καὶ 99 w 7293
ἤδη 1 w 7296
λέλεκται 1 w 7304
Τὰ 1 w 7307
δὲ 60 w 7309
περὶ 4 w 7313
τὸ 32 w 7315
μέγεθος 2 w 7322
ἤτοι 6 w 7326
τὴν 14 w 7329
διάπλασιν 1 w 7338
13 w 7340
τὸν 7 w 7343
ἀριθμὸν 1 w 7350
14 w 7352
τὴν 15 w 7355
θέσιν 1 w 7360
ἐσφαλμένα 1 w 7369
ὅσα 3 w 7373
μὲν 28 w 7376
ὑποπίπτει 1 w 7385
ταῖς 8 w 7389
αἰσθήσεσιν 1 w 7399
γνωρισθῆναι 1 w 7411
ῥᾴδιον 1 w 7417
τῶν 41 w 7421
δ 161 w 7422
οὐχ 3 w 7426
ὑποπιπτόντων 1 w 7438
τὰ 40 w 7440
μὲν 29 w 7443
δύσγνωστα 1 w 7452
τὰ 41 w 7455
δὲ 61 w 7457
ἄγνωστά 1 w 7464
ἐστιν 7 w 7469
τὸ 34 w 7472
μὲν 30 w 7475
οὖν 4 w 7478
τῆς 31 w 7481
κεφαλῆς 1 w 7488
μέγεθός 2 w 7495
τε 78 w 7497
καὶ 100 w 7500
σχῆμα 1 w 7505
καὶ 101 w 7509
σὺν 1 w 7512
αὐτῇ 4 w 7516
τὸ 35 w 7518
τοῦ 11 w 7521
ἐγκεφάλου 1 w 7530
πρόδηλόν 1 w 7538
τέ 47 w 7540
ἐστι 15 w 7544
καὶ 102 w 7547
πρόσθεν 1 w 7554
εἴρηται 2 w 7561
κατὰ 14 w 7566
ταὐτὰ 1 w 7571
δὲ 62 w 7573
καὶ 103 w 7576
τὸ 36 w 7578
τοῦ 12 w 7581
θώρακος 1 w 7588
οὕτως 5 w 7594
δὲ 63 w 7596
καὶ 104 w 7599
ὅσα 4 w 7602
κατ 18 w 7605
ὠμοπλάτας 1 w 7615
15 w 7617
ὤμους 1 w 7622
16 w 7624
βραχίονας 1 w 7633
17 w 7635
πήχεις 1 w 7641
18 w 7643
ἄκρας 1 w 7648
χεῖρας 1 w 7654
19 w 7656
ἰσχίον 1 w 7662
20 w 7664
μηρὸν 1 w 7669
21 w 7671
κνήμην 1 w 7677
22 w 7679
πόδας 1 w 7684
οὐ 23 w 7687
χαλεπὸν 1 w 7694
διαγινώσκειν 2 w 7706
ἄν 2 w 7709
τε 79 w 7711
κατὰ 15 w 7715
τὴν 16 w 7718
διάπλασιν 2 w 7727
ἐσφαλμένον 1 w 7737
2 w 7738
τι 33 w 7740
τῶν 42 w 7743
τοιούτων 2 w 7751
ἄν 3 w 7754
τε 80 w 7756
κατὰ 16 w 7760
τὺ 1 w 7762
μέγεθος 3 w 7769
ἄν 4 w 7772
τε 81 w 7774
κατὰ 17 w 7778
τὸν 8 w 7781
ἀριθμὸν 2 w 7788
23 w 7790
τὴν 17 w 7793
σύνθεσιν 1 w 7801
τῶν 43 w 7804
συντιθέντων 1 w 7815
αὐτά 2 w 7819
πρόδηλοι 1 w 7828
δὲ 64 w 7830
καὶ 105 w 7833
αἱ 10 w 7835
τῆς 32 w 7838
ἐνεργείας 2 w 7847
ἐφ 2 w 7849
ἑκάστου 1 w 7857
βλάβαι 1 w 7863
τὰ 47 w 7866
δ 172 w 7867
ἐντὸς 2 w 7873
τοῦ 13 w 7876
σώματος 2 w 7883
οὐ 24 w 7885
πάντα 1 w 7890
διαγνωσθῆναι 1 w 7902
δυνατόν 1 w 7909
γαστέρα 2 w 7917
μὲν 31 w 7920
γάρ 1 w 7923
τινος 1 w 7928
οὕτω 7 w 7932
σμικράν 1 w 7939
τε 82 w 7941
καὶ 106 w 7944
στρογγύλην 1 w 7954
καὶ 107 w 7958
προπετῆ 1 w 7965
κατὰ 18 w 7969
τὸ 39 w 7971
ὑποχόνδριον 1 w 7982
ἐθεασάμην 1 w 7991
ὡς 2 w 7994
ἐναργῶς 1 w 8001
φαίνεσθαι 1 w 8010
κατὰ 19 w 8014
περιγραφὴν 1 w 8024
ἰδίαν 1 w 8029
ὁρῶσί 1 w 8034
τε 83 w 8036
καὶ 108 w 8039
ἁπτομένοις 5 w 8049
οὕτω 8 w 8054
δὲ 65 w 8056
καὶ 109 w 8059
κύστιν 1 w 8065
τινὸς 1 w 8070
ἐθεασάμην 2 w 8079
ἐγκειμένην 1 w 8089
τε 84 w 8091
καὶ 110 w 8094
σμικρὰν 1 w 8101
ὥστ 2 w 8105
εἴ 7 w 8109
ποτε 1 w 8113
χρονίσειε 1 w 8122
περὶ 5 w 8126
τὴν 18 w 8129
ἔκκρισιν 1 w 8137
τῶν 44 w 8140
οὔρων 1 w 8145
ὄγκος 1 w 8151
ἐφαίνετο 1 w 8159
περιγεγραμμένος 1 w 8174
ἐναργῶς 2 w 8181
οὐ 25 w 8184
μὴν 4 w 8187
τῶν 45 w 8190
ἄλλων 1 w 8195
τι 38 w 8197
τῶν 46 w 8200
ἐντὸς 3 w 8205
ἐναργῆ 1 w 8211
διάγνωσιν 1 w 8220
παρέσχε 1 w 8227
μοί 2 w 8230
ποτε 2 w 8234
πειρᾶσθαι 1 w 8244
μέντοι 2 w 8250
χρὴ 2 w 8253
διαγινώσκειν 3 w 8265
ὡς 3 w 8268
οἷόν 2 w 8272
τέ 49 w 8274
ἐστιν 8 w 8279
ἀρετήν 1 w 8286
τε 87 w 8288
καὶ 111 w 8291
κακίαν 1 w 8297
αὐτῶν 2 w 8302
εἰ 26 w 8305
καὶ 112 w 8308
μὴ 7 w 8310
κατ 24 w 8313
ἐπιστήμην 1 w 8323
βεβαίαν 1 w 8330
ἀλλ 9 w 8334
οὗν 2 w 8338
κατὰ 20 w 8342
στοχασμόν 1 w 8351
τινα 1 w 8355
τεχνικὸν 1 w 8363
οἶον 1 w 8368
εἰ 27 w 8370
οὕτως 6 w 8375
ἔτυχεν 1 w 8381
ἐπὶ 9 w 8384
ἥπατος 1 w 8390
εἶδον 1 w 8396
γάρ 2 w 8399
τινας 1 w 8404
ἤδη 2 w 8407
καὶ 113 w 8410
πολλοὺς 1 w 8417
στενὰς 1 w 8423
μὲν 32 w 8426
φλέβας 1 w 8432
ἔχοντας 1 w 8439
ἄχρουν 1 w 8446
δὲ 66 w 8448
τὸ 41 w 8450
σύμπαν 1 w 8456
σῶμα 3 w 8460
καὶ 114 w 8464
εἰ 28 w 8466
βραχὺ 1 w 8471
πλείω 2 w 8476
προσηνέγκαντο 1 w 8489
τροφῆς 1 w 8495
καὶ 115 w 8499
μᾶλλον 4 w 8505
εἰ 29 w 8507
φυσώδη 1 w 8513
καὶ 116 w 8517
παχέα 1 w 8522
καὶ 117 w 8526
γλίσχρα 1 w 8533
τοὺς 4 w 8538
μὲν 33 w 8541
ὥσπερ 7 w 8546
τινὸς 2 w 8551
βάρους 1 w 8557
ἐγκειμένου 1 w 8567
καὶ 118 w 8570
κρεμαμένου 1 w 8580
κατὰ 21 w 8585
τὸ 42 w 8587
δεξιὸν 1 w 8593
ὑποχόνδριον 2 w 8604
αἰσθανομένους 1 w 8617
ἐν 30 w 8619
βάθει 1 w 8624
τοὺς 5 w 8629
δὲ 67 w 8631
μετὰ 2 w 8635
τάσεως 1 w 8641
ὀδυνώδους 1 w 8650
ἐπὶ 10 w 8654
τούτων 2 w 8660
οὖν 5 w 8663
εἰκός 1 w 8668
ἐστι 17 w 8672
καὶ 119 w 8675
μικρὸν 1 w 8681
εἶναι 4 w 8686
τὸ 43 w 8688
ἧπαρ 1 w 8692
καὶ 120 w 8696
στενὸν 1 w 8702
ταῖς 9 w 8706
διεξόδοις 1 w 8715
ἕτερον 1 w 8722
δὲ 68 w 8724
ἐθεασάμην 3 w 8733
φλεγματικὸν 1 w 8744
μὲν 34 w 8747
ὅλην 1 w 8751
τὴν 19 w 8754
ἕξιν 1 w 8758
ἐμοῦντα 1 w 8766
δὲ 69 w 8768
ἑκάστης 2 w 8775
ἡμέρας 1 w 8781
χολὴν 1 w 8786
ὠχράν 1 w 8791
ἔγνων 1 w 8797
οὖν 6 w 8800
χρῆναι 1 w 8806
καὶ 121 w 8809
τὰ 53 w 8811
διαχωρήματα 1 w 8822
αὐτοῦ 1 w 8827
θεάσασθαι 1 w 8836
καὶ 122 w 8840
ὀλιγοστὸν 1 w 8849
εἶχε 1 w 8853
χολῆς 1 w 8858
ἐτεκμηράμην 1 w 8870
οὖν 7 w 8873
τούτῳ 1 w 8878
τὸν 10 w 8881
τὸ 46 w 8883
χολῶδες 1 w 8890
ὑγρὸν 3 w 8895
ἐξοχετεύοντα 1 w 8907
πόρον 1 w 8912
οὐ 26 w 8914
μικρὰν 2 w 8920
ἑαυτοῦ 1 w 8926
μοῖραν 1 w 8932
εἰς 4 w 8935
τὸν 11 w 8938
πυλωρὸν 1 w 8945
τῆς 33 w 8948
γαστρὸς 2 w 8955
ἀποπέμπειν 1 w 8965
ὡς 4 w 8968
ἐπ 24 w 8970
ἐνίων 1 w 8976
φαίνεται 2 w 8984
ζώων 1 w 8988
ἐξ 4 w 8991
ὧν 2 w 8993
δῆλον 1 w 8998
ὡς 5 w 9001
ἐν 32 w 9003
τοῖς 18 w 9007
ἀδήλοις 1 w 9014
τῇ 12 w 9016
αἰσθήσει 1 w 9024
μεγάλα 1 w 9030
συντελεῖ 1 w 9038
πρὸς 2 w 9042
διάγνωσιν 2 w 9051
5 w 9052
τε 95 w 9054
τῶν 48 w 9057
ἐξ 5 w 9059
ἀνατομῆς 1 w 9067
φαινομένων 1 w 9077
γνῶσις 1 w 9083
6 w 9085
τε 96 w 9087
τῶν 49 w 9090
ἐνεργειῶν 1 w 9099
τε 97 w 9101
καὶ 123 w 9104
τῶν 50 w 9107
χρειῶν 1 w 9113
εὕρεσις 1 w 9120
ὅστις 1 w 9126
οὖν 8 w 9129
διαγνωστικὸς 1 w 9141
εἶναι 5 w 9146
βούλεται 1 w 9154
τῶν 51 w 9157
ὡς 6 w 9159
εἴρηται 3 w 9166
νῦν 1 w 9169
ἐσφαλμένων 1 w 9179
σωμάτων 2 w 9186
ἐν 34 w 9189
ταῖς 10 w 9193
ἀνατομαῖς 1 w 9202
αὑτὸν 1 w 9207
γυμναστέον 1 w 9217
ἐστὶ 6 w 9221
κᾀν 1 w 9225
ταῖς 11 w 9229
τῶν 52 w 9232
ἐνεργειῶν 2 w 9241
τε 98 w 9243
καὶ 124 w 9246
χρειῶν 2 w 9252
εὑρέσεσι 1 w 9260
γέγραπται 1 w 9270
δὲ 70 w 9272
ὑπὲρ 3 w 9276
πάντων 2 w 9282
ἰδίᾳ 1 w 9286
καθ 5 w 9289
ἑτέρας 4 w 9296
πραγματείας 1 w 9307
ὑπὲρ 4 w 9312
ὧν 3 w 9314
ἐπὶ 11 w 9317
τελευτῇ 1 w 9324
τοῦ 16 w 9327
λόγου 1 w 9332
παντὸς 2 w 9338
εἰρήσεται 1 w 9347
χάριν 1 w 9353
τοῦ 17 w 9356
γινώσκειν 4 w 9365
τοὺς 6 w 9369
φιλομαθεῖς 1 w 9379
ἕκαστον 1 w 9386
ὧν 4 w 9388
ἂν 2 w 9390
ὀρεχθῶσι 1 w 9398
μαθεῖν 1 w 9404
ἐκ 6 w 9407
ποίας 1 w 9412
μάλιστα 2 w 9419
πραγματείας 2 w 9430
ἀναλέγεσθαι 1 w 9441
χρή 1 w 9444
ἀλλὰ 6 w 9449
περὶ 6 w 9453
μὲν 35 w 9456
τούτων 3 w 9462
ἅλις 1 w 9466