Scaife ATLAS

CTS Library / De sectis ad eos qui introducuntur

De sectis ad eos qui introducuntur (2-5)

urn:cts:greekLit:tlg0057.tlg004.1st1K-grc1:2-5
Refs {'start': {'reference': '2', 'human_reference': 'Chapter 2'}, 'end': {'reference': '5', 'human_reference': 'Chapter 5'}}
Ancestors []
Children []
prev
plain textXML
next

Συστήσασθαι δὲ τὴν τέχνην οἱ μὲν Ἐμπειρικοὶ
τόνδε τὸν τρόπον φασίν. ἐπειδὴ πολλὰ τοῖς ἀνθρώποις
ἑώρων πάθη τὰ μὲν ἀπὸ ταὐτομάτου γινόμενα νοσοῦσί
τε καὶ ὑγιαίνουσιν, οἷον αἵματος ῥύσιν ἐκ ῥινῶν,
ἱδρῶτας, διαῤῥοίας, τι τοιοῦτον ἄλλο βλάβην ὠφέλειαν
φέρον, οὐ μὴν τόγε ποιῆσαν αἴτιον αἰσθητὸν ἔχον·
ἕτερα δὲ, ὧν τὸ μὲν αἴτιον ἐφαίνετο, οὐ μὴν ἐκ προαιρέσεως
ἡμετέρας,

287
ἀλλὰ κατά τινα συντυχίαν, οἷον συνέβη
πεσόντα τινὰ πληγέντα, ἄλλως πως τρωθέντα
αἷμα ῥυῆναι, καὶ πιεῖν ἐν νόσῳ, χαρισάμενον τῇ ἐπιθυμίᾳ,
ψυχρὸν ὕδωρ, οἶνον, τι τοιοῦτον ἄλλο, ὧν ἕκαστον εἰς
ὠφέλειαν βλάβην ἐτελεύτα· τὸ μὲν οὖν πρότερον εἶδος
τῶν ὠφελούντων βλαπτόντων, ἐκάλουν φυσικὸν, τὸ δὲ
δεύτερον, τυχικόν· ἑκατέρου δ αὐτῶν τὴν πρώτην θέαν
περίπτωσιν ὠνόμαζον ἀπὸ τοῦ περιπίπτειν ἀβουλήτως τοῖς
πράγμασι τοὔνομα θέμενοι. τὸ μὲν οὖν περιπτωτικὸν εἶδος
τῆς ἐμπειρίας, τοιόνδ ἐστί. τὸ δὲ αὐτοσχέδιον, ὅταν ἑκόντες
67
ἐπὶ τὸ πειράζειν ἀφίκωνται, ὑπὸ ὀνειράτων προτραπέντες,
ἄλλως πως δόξαντες. ἀλλὰ καὶ τρίτον τῆς ἐμπειρίας
εἶδός ἐστι τὸ μιμητικὸν, ὅταν τῶν ὠφελησάντων
βλαψάντων ὁτιοῦν, φύσει, τύχῃ, αὐτοσχεδίως, αὖθις
ἐπὶ τῶν αὐτῶν παθῶν, εἰς πεῖραν ἄγοιτο. καὶ τοῦτό ἐστι
τὸ μάλιστα τὴν τέχνην αὐτῶν συστησάμενον. οὐ γὰρ δὶς
μόνον, τρὶς, ἀλλὰ καὶ πολλάκις μιμησάμενοι τὸ πρόσθεν
ὠφελῆσαν, εἶτα ἐπὶ τῶν αὐτῶν παθῶν τὸ αὐτὸ ποιοῦν εὑρίσκοντες,
ὡς ἐπὶ τὸ πολὺ, τὴν τοιαύτην μνήμην, θεώρημα
καλέσαντες, ἤδη πιστὸν ἡγοῦνται καὶ μέρος τῆς τέχνης. ὡς
δὲ πολλὰ θεωρήματα τοιαῦτα ἠθροίζετο αὐτοῖς, ἰατρικὴ μὲν
ἦν τὸ σύμπαν ἄθροισμα, καὶ ἀθροίσας ἰατρός. ἐκλήθη δὲ
ὑπ αὐτῶν αὐτοψία τὸ τοιοῦτον ἄθροισμα, μνήμη τις οὖσα τῶν
πολλάκις καὶ ὡσαύτως ὀφθέντων. ὠνόμαζον δὲ αὐτὸ τοῦτο
καὶ ἐμπειρίαν· ἱστορίαν δὲ, τὴν ἐπαγγελίαν αὐτοῦ. τὸ γὰρ
αὐτὸ τοῦτο τῷ μὲν τηρήσαντι, αὐτοψία, τῷ δὲ μαθόντι τὸ
τετηρημένον, ἱστορία ἐστίν. ἐπεὶ δὲ καὶ νοσήμασί τισιν
68
ἐνετύγχανον ἔστιν ὅτε πρόσθεν οὐχ ἑωραμένοις, τισιν
ἐγνωσμένοις μὲν, ἀλλ ἐν χωρίοις, ἐν οἷς οὐκ ἦν ἰαμάτων
εὐπορία τῶν διὰ τῆς πείρας τετηρημένων, ὄργανόν τι βοηθημάτων
εὑρετικὸν ἐποιήσαντο, τὴν τοῦ ὁμοίου μετάβασιν,
χρώμενοι πολλάκις καὶ ἀπὸ πάθους ἐπὶ πάθος ὅμοιον τὸ
αὐτὸ βοήθημα μεταφέρουσι, καὶ ἀπὸ τόπου ἐπὶ τόπον, καὶ
ἀπὸ τοῦ πρόσθεν ἐγνωσμένου βοηθήματος ἐπί τι παραπλήσιον
ἔρχονται. ἀπὸ μὲν πάθους ἐπὶ πάθος, ὡς εἰ ἀπὸ
ἐρυσιπέλατος ἐπὶ ἕρπητα μεταβαίνοιεν. ἀπὸ δὲ τόπου ἐπὶ
τόπον, ὡς ἀπὸ βραχίονος ἐπὶ μηρόν. ἀπὸ δὲ βοηθήματος
ἐπὶ βοήθημα, ὡς ἐν διαῤῥοίαις ἀπὸ μήλου κυδωνίου ἐπὶ
μέσπιλον. ἅπασα δὲ τοιαύτη μετάβασις, ὁδὸς μέν ἐστιν ἐπὶ
τὴν εὕρεσιν· εὕρεσις δὲ οὐδέπω πρὸ τῆς πείρας, ἀλλ ἡνίκα
ἂν τὸ ἐλπισθὲν εἰς πεῖραν ἀχθῇ, πιστὸν ἤδη τὸ μαρτυρηθὲν
ὑπ αὐτῆς ἐστιν, οὐδὲν ἧττον εἰ καὶ πλειστάκις ὡσαύτως
ἔχον ἐτετήρητο. τὴν δὲ πεῖραν ταύτην τὴν ἑπομένην τῇ
τοῦ ὁμοίου μεταβάσει τριβικὴν καλοῦσιν, ὅτι χρὴ τετρίφθαι
69
κατὰ τὴν τέχνην τὸν μέλλοντά τι οὕτως εὑρήσειν. αἱ δὲ
ἔμπροσθεν ἅπασαι πεῖραι, αἱ πρὸ τῆς ἐμπειρίας, ὧν εἰς
σύστασιν ἐδεῖτο τέχνη, καὶ περὶ τὸν τυχόντα δύνανται
γενέσθαι. τοιαύτη μὲν διὰ τῆς πείρας πρὸς τὸ τέλος τῆς
τέχνης ὁδός.

δὲ διὰ τοῦ λόγου φύσιν ἐκμαθεῖν παρακελεύεται,
τοῦ τε σώματος, οὗ ἐπιχειρεῖ ἰᾶσθαι, καὶ τῶν
αἰτίων ἁπάντων τὰς δυνάμεις, οἷς ὁσημέραι περιπίπτον τὸ
σῶμα ὑγιεινότερον νοσερώτερον αὐτὸ ἑαυτοῦ γίγνεται.
μετὰ δὲ ταῦτα ἤδη καὶ ἀέρων φύσιν, καὶ ὑδάτων, καὶ χωρίων,
καὶ ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ
ἐθῶν ἐπιστήμονά φασι δεῖν εἶναι τὸν ἰατρὸν,

288
ὅπως
τῶν τε νοσημάτων ἁπάντων τὰς αἰτίας εὑρίσκῃ, καὶ τῶν
ἰαμάτων τὰς δυνάμεις, καὶ παραβάλλειν οἷός τε καὶ λογίζεσθαι,
ὅτι τῷ τοιῷδε τῆς αἰτίας εἴδει τὸ τοιάνδε δύναμιν
ἔχον προσαχθὲν φάρμακον τοῖόν τι ἐργάσασθαι πέφυκε.
πρὶν γὰρ ἐν τούτοις γυμνάσασθαι πολυειδῶς ἅπασιν, οὐχ
οἶόν τέ φασιν, ἰαμάτων εὐπο
11
ρήσειν αὐτόν. οἷον, ἵνα ἐκ
70
μικροῦ παραδείγματος ἴδῃς τὸ πᾶν, ἔστω τι μέρος τοῦ σώματος
ὀδυνώμενόν τε καὶ σκληρὸν, καὶ ἀντίτυπον, καὶ ἐν
ὄγκῳ μείζονι· ἐνταῦθα χρὴ τὸν ἰατρὸν ἐξευρεῖν τὴν αἰτίαν.
πρῶτον μὲν, ὅτι ῥυὲν ὑγρόν τι πλέον τοῦ κατὰ φύσιν εἰς τὸ
μέρος, ἐξῇρέ τε αὐτὸ, καὶ διατεῖνον, εἰς ὀδύνην ἤγαγεν.
ἐφεξῆς δὲ, εἰ μὲν ἔτι ἐπιῤῥέοι, εἴργειν τοῦ ἐπιῤῥεῖν. εἰ δὲ
μὴ, τοῦτο κενοῦν ἤδη τὸ μέρος. πῶς οὖν τὸ μὲν ἐπιῤῥέον
ἔτι κωλύσεις, τὸ δ ἤδη περιεχόμενον κενώσεις; ψύχων μὲν
καὶ στύφων σὺ τὸ μέρος, κωλύσεις τὸ ἐπιῤῥέον. ὑγραίνων
δὲ καὶ χαλῶν, κενώσεις τὸ ἠθροισμένον. οὕτω μὲν οὖν ἐπ
αὐτῆς τῆς διαθέσεως ἔνδειξις αὐτοῖς τοῦ συμφέροντος
γίνεται. οὐ μὴν ἀρκεῖν ταύτην γε μόνην φασὶν, ἀλλὰ καὶ
παρὰ τῆς δυνάμεως τοῦ νοσοῦντος ἑτέραν ἔνδειξιν εἶναι, καὶ
παρὰ τῆς ἡλικίας ἄλλην, καὶ παρὰ τῆς ἰδίας αὐτοῦ τοῦ
κάμνοντος φύσεως ἄλλην. οὕτω δὲ καὶ παρὰ τῆς ὥρας τοῦ
ἔτους, καὶ τοῦ χωρίου τῆς φύσεως, καὶ τῶν ἐπιτηδευμάτων,
καὶ τῶν ἐθῶν, ἔνδειξιν ἀφ ἑκάστου τούτων γίγνεσθαι τοῦ
συμφέροντος ἰδίαν. οἷον, ἴνα καὶ τοῦτο σαφέστερον ἐπὶ
παραδείγματος ἐκμάθῃς, ἔστω τινὰ πυρέττειν ὀξέως,
71
ὀκνοῦντά τε κινεῖσθαι καὶ βαρέως τοῦ σώματος αἰσθανόμενον.
ἔστω δὲ καὶ εὐογκότερος νῦν πρόσθεν, καὶ
ἔρευθος πλέον ἐχέτω, ἔστωσαν δ αὐτῷ καὶ φλέβες ἐν
ὄγκῳ μείζονι. παντί που δῆλον, ὡς τῷ τοιούτῳ πλῆθος
αἵματος θερμοτέρου πλεονάζει. τίς οὖν ἴασις; δῆλον
ὅτι κένωσις; ἐναντίον γὰρ τοῦτο τῷ πλήθει. τὰ δὲ
ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. πῶς οὖν αὐτὸ κενώσομεν,
μέχρι πόσου; τοῦτο οὐκέτι δυνατὸν ἀπὸ τῆς αἰτίας
μόνης εἰδέναι. χρὴ γὰρ καὶ δύναμιν, καὶ ἡλικίαν, καὶ
ὥραν, καὶ χώραν, καὶ τὰ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα
προσεπισκοπεῖν. εἰ μὲν γὰρ ἰσχυρότερος εἴη τὴν δύναμιν.
καὶ ἀκμάζων τὴν ἡλικίαν, καὶ ὥρα τοῦ ἔτους ἐαρινὴ, καὶ
τὸ χωρίον εὔκρατον, οὐκ ἂν ἁμάρτοις, εἰ φλέβα τεμὼν κενώσεις
τοῦ αἵματος, ὅσον αἰτία κελεύει. ἀῤῥώστου δὲ
τῆς δυνάμεως οὔσης, καὶ τῆς ἡλικίας, παιδὸς κομιδῇ μικροῦ,
πρεσβύτου πάνυ, καὶ τοῦ χωρίου κατεψυγμένου,
οἶα τὰ περὶ τὴν Σκυθίαν, διακεκαυμένου, οἷα τὰ περὶ
τὴν Αἰθιοπίαν, καὶ τῆς ὥρας τοῦ ἔτους σφόδρα ψυχρᾶς,
σφόδρα θερμῆς, οὐκ ἄν τις ἔτι τολμήσειε φλεβοτομεῖν.
72
οὕτω δὲ καὶ ἔθη, καὶ ἐπιτηδεύματα, καὶ φύσεις σωμάτων
ἐπισκοπεῖσθαι κελεύουσι. γίνεσθαι γὰρ αὐτοῖς ἐξ ἁπάντων
αὐτῶν ἔνδειξιν τοῦ συμφέροντος ἰδίαν.

Ἀφ ὧν δὲ ἔνδειξις τοῦ συμφέροντος τοῖς
δογματικοῖς, ἀπὸ τούτων τήρησις τοῖς ἐμπειρικοῖς. τὸ γὰρ
προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος,
συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ
τὴν κένωσιν ὑπαγορεύει, τῷ δὲ ἐμπειρικῷ τὴν ὑπόμνησιν
τῆς τηρήσεως.

289
ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων
πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν, ἐλπίζει καὶ νῦν
χρησάμενος ὀνήσειν. ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικία
τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν, ἐξ ὧν πολλάκις
ἑώρακεν. οὕτω δὲ καὶ ἦρος μᾶλλον θέρους, καὶ ἐν χωρίῳ
εὐκράτῳ, καὶ εἰ ἔθος δέ τι κενώσεως εἴη τῷ κάμνοντι, οἷον
δι αἱμοῤῥοΐδος, διὰ ῥινῶν, μὲν δογματικὸς ἀφέλοι ἂν
καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος
φύσεως ὁρμώμενος· δ ἐμπειρικὸς, ὅτι οὕτω τετήρηκεν. καὶ
73
καθόλου φάναι, τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις
οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι, περὶ
τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες. ἐπὶ γὰρ
τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις
μὲν τῆς αἰτίας γίνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν
εὑρίσκουσιν· ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν
πολλάκις ὡσαύτως τετηρημένων. ἐφ ὧν δὲ μηδὲν ἔχουσιν
οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνυμένον,
ἐπὶ τούτων ἐρωτᾷν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν
καλούμενον αἴτιον· οἷον, εἰ κύων λυττῶν ἦν δάκνων,
ἔχιδνα, τι τοιοῦτον ἄλλο. τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν
ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν
πάντως γε κατ ἀρχάς. ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς
μέχρι παντὸς ὅμοιον φαίνεται τοῖς ὑπ ἄλλου τινὸς
δηχθεῖσιν. ἐπὶ δὲ τῶν ἐχιδνῶν, ἐν μὲν ταῖς πρώταις ἡμέραις
ὅμοιον τοῖς ἄλλοις, ὕστερον δὲ, ἡνίκα ἤδη μοχθηρῶς
ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα ὀλέθρια προσγίνεται
αὐτοῖς. τὰ δὴ τοιαῦτα συμπτώματα πάντα, ὅσα ὑπὸ τῶν
74
ἰοβόλων καλουμένων ζώων γίγνεται, μὴ θεραπευόμενα καλῶς
εὐθὺς ἐξ ἀρχῆς, ἐσχάτως ὀλέθρια καθίστανται. τίς
οὖν ὀρθὴ θεραπεία; δηλονότι κενῶσαι τὸν ἰὸν τὸν
ἅμα τῇ δήξει τοῦ σώματος τοῦ δηχθέντος ἐμπεσόντα; οὐκ
οὖν ἐπ οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν,
ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ μικρὰ παντελῶς·
ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν καὶ
ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι, διὰ τὴν αὐτὴν αἰτίαν.
τὰ δ αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν, οὐχ
ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν
εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι.
ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις, καὶ ταῖς ὥραις, καὶ
ταῖς χώραις, ἑκάστου τῶν εἰρημένων θεραπεία δι ἐμπειρίας
ἐγινώσκετο αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς
ὀνομαζομένοις αἰτίοις. εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις
τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν
αὐτοῖς ἔδει μακροτέρων λόγων.

75

Ἐπεὶ δὲ τῆς ἐμπειρίας οἱ δογματικοὶ κατηγοροῦσιν,
οἱ μὲν ὡς ἀσυστάτου, οἱ δὲ ὡς ἀτελοῦς, οἱ δὲ
ὡς ἀτέχνου, τοῦ λόγου δὲ πάλιν οἱ ἐμπειρικοὶ ὡς πιθανοῦ
μὲν, οὐκ ἀληθοῦς δὲ, διὰ τοῦτο διπλοῦς ἑκατέροις λόγος
καὶ μακρὸς πάνυ περαίνεται, κατηγοροῦσί τε καὶ ἀπολογουμένοις
ἐν μέρει. τὰ μὲν γὰρ ὑπὸ Ἀσκληπιάδου κατὰ τῆς
ἐμπειρίας εἰρημένα, δεικνύντος, ὡς οἶόν τε μηδὲν πλειστάκις
ὡσαύτως ὀφθῆναι δύνασθαι, παντάπασιν αὐτὴν ἀσύστατον
εἶναι βούλεται, μηδέ τι σμικρότατον εὑρεῖν οὖσαν ἱκανήν.
τὰ δ ὑπὸ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ, καὶ ἐφ ἁπλοῖς
εὑρίσκεσθαι, διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος,

290
οἶον
ὅτι καὶ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τάγε
σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον
μὲν αὐτὴν τὸ παράπαν εὑρίσκειν, οὐ μὴν εἰς ἅπαντά γε
ἱκανὴν εἶναι βούλεται. τὰ δὲ, τῶν μὲν τοιαῦτα συγχωρούντων
εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας, αἰτιωμένων δὲ αὐτῆς τὸ
ἀπεριόριστόν τε καὶ μακρὸν, καὶ, ὡς αὐτοί φασιν, ἀμέθοδον,
76
εἶθ οὕτω τὸν λόγον εἰσαγόντων, οὐκ ἀσύστατον μέν, οὐδὲ
ἀνύπαρκτον, οἷον δ ἄτεχνόν τι πρᾶγμα τὴν ἐμπειρίαν
εἶναι βούλεται. πρὸς ταύτας οὖν τὰς ἐφόδους τῶν λόγων
ἀπολογούμενοι καὶ συστατικὴν καὶ αὐτάρκη καὶ τεχνικὴν ἐπιδεικνύναι
πειρῶνται τὴν ἐμπειρίαν, καὶ αὐτοὶ δὲ τοῦ ἀναλογισμοῦ
καθάπτονται πολυειδῶς, ὥστε πάλιν ἀπολογεῖσθαι
πρὸς ἕκαστον εἶδος τῆς κατηγορίας τοῖς δογματικοῖς, ἀναγκαῖον.
ἐπαγγελλομένοις γὰρ αὐτοῖς τοῦ τε σώματος τὴν
φύσιν ἐπίστασθαι, καὶ τῶν νοσημάτων ἁπάντων τὰς γενέσεις,
καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, ὁμόσε χωροῦν
12
τες οἱ ἐμπειρικοὶ
πάντα διαβάλλουσιν, ὡς ἄχρι μὲν τοῦ πιθανοῦ καὶ
εἰκότος προιόντα, βεβαίαν δὲ γνῶσιν οὐδεμίαν ἔχοντα. ἔστι
δ ὅτε καὶ τὴν γνῶσιν αὐτῶν συγχωρήσαντες, τὸ ἄχρηστον
αὐτῶν ἐπιδεικνύναι πειρῶνται· καὶ τοῦτό ποτε δόντες, αὖθις
τὸ περιττὸν ἐξελέγχουσιν. τοιαῦτα μὲν δὴ καθόλου
πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοί.
ἐν μέρει δὲ πολλὰ καθ ἕκαστον αὐτῶν, οἷον ἐν ταῖς περὶ
77
τῆς εὑρέσεως τῶν ἀφανῶν ζητήσεσιν, τῶν μὲν τὴν ἀνατομὴν,
καὶ τὴν ἔνδειξιν, καὶ τὴν διαλεκτικὴν θεωρίαν ἐπαινούντων·
ὄργανα γὰρ αὐτοῖς ταῦτα τῶν ἀδήλων θηρευτικά·
τῶν δ ἐμπειρικῶν μήθ εὑρίσκειν τι τὴν ἀνατομὴν συγχωρούντων,
μήτ’, εἰ καὶ εὑρίσκοιτο, ἀναγκαῖον εἰς τὴν τέχνην.
εἶναι τοῦτο, ἀλλὰ μήτε ἔνδειξιν ὑπάρχειν τοπαράπαν, μήθ
ἕτερον ἐξ ἑτέρου δύνασθαι γνωσθῆναι. πάντα γὰρ δεῖσθαι
τῆς ἐξ αὐτῶν γνώσεως, μηδ εἶναί τι σημεῖον ἀδήλου φύσει
πράγματος οὐδενός· ἀλλὰ μηδὲ διαλεκτικῆς δεῖσθαι μηδεμίαν
τέχνην. εἶτα καὶ πρὸς τὰς ὑποθέσεις τῆς διαλεκτικῆς
λέγουσί τι, καὶ πρὸς τοὺς ὅρους, καὶ οὐδὲ τὴν ἀρχὴν εἶναι
ἀπόδειξίν φασιν ἀδήλου φύσει πράγματος οὐδενός. ἤδη
δὲ καὶ περὶ τῶν μοχθηρῶν τρόπων τῆς ἀποδείξεως, οἷς
εἰώθασιν οἱ δογματικοὶ χρῆσθαι, λέγουσί τι, καὶ περὶ παντὸς
ἀναλογισμοῦ· καὶ ὡς τοῦτο μὲν ἀδύνατος εὑρίσκειν, ἐπαγγέλλεται·
καὶ οὔτ ἄλλη τις τέχνη συνίσταται κατ αὐτὸν,
οὐδὲ βίος τῶν ἀνθρώπων πρόεισιν. δὲ ἐπιλογισμὸς, ὃν
78
δὴ φαινόμενον εἶναί φασι, χρήσιμος μὲν εἰς εὕρεσιν τῶν
προσκαίρων ἀδήλων, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ὅσα τοῦ γένους
μέν ἐστι τῶν αἰσθητῶν, οὐ μὴν ἤδη γέ πω πέφηνε.
χρήσιμος δὲ καὶ πρὸς ἔλεγχον τῶν κατὰ τοῦ φαινομένου τι
λέγειν τολμώντων. χρήσιμος δὲ καὶ τὸ παρορώμενον τοῖς
φαινομένοις δεῖξαι, καὶ σοφίσμασιν ἀπαντῆσαι, μηδαμοῦ τῶν
ἐναργῶν ἀφιστάμενος, ἀλλ ἐν τούτοις ἀεὶ διατρίβων, οὐ
μὴν ὅγε ἀναλογισμὸς, φασὶν, ἀλλὰ ἄρχεται μὲν ἀπὸ τῶν
φαινομένων, λήγει δὲ ἐπὶ τὰ διαπαντὸς ἄδηλα, καὶ διὰ
τοῦτο πολυειδής ἐστιν. ἀπὸ γὰρ τῶν αὐτῶν φαινομένων
ἄλλο ἐπ ἄλλῳ τῶν ἀδήλων παραγίνεται. καὶ τὴν διαφωνίαν
ἐνταῦθα προχειρίζονται τὴν ἀνεπίκριτον, ἣν δὴ σημεῖον
εἶναι τῆς ἀκαταληψίας φασίν. οὕτω γὰρ αὐτοὶ καλοῦσιν τὴν
μὲν ἀληθῆ καὶ βεβαίαν γνῶσιν κατάληψιν, ἀκαταληψίαν δὲ
τὸ ἐναντίον ταύτῃ, καὶ τὴν μὲν ἀκαταληψίαν αἰτίαν εἶναί
φασι τῆς διαφωνίας τῆς ἀνεπικρίτου, τὴν διαφωνίαν δ αὖ
πάλιν τῆς ἀκαταληψίας σημεῖον. ἀνεπίκριτον δὲ τὴν ἐπὶ
79
τῶν ἀδήλων ἀγωνολογίαν εἶναί φασιν,
291
οὐ τὴν περὶ
τῶν φαινομένων. ἐνταῦθα γὰρ ἕκαστόν φαμεν οἷόν ἐστι, μαρτυρεῖ
μὲν τοῖς ἀληθεύουσιν; ἐξελέγχει δὲ τοὺς ψευδομένους.
τοιαῦτα μυρία πρὸς ἀλλήλους ἐρίζουσιν ἐμπειρικοί τε καὶ δογματικοὶ
τὴν θεραπείαν ἐπὶ τῶν αὐτῶν παθῶν τὴν αὐτὴν
ποιούμενοι, ὅσοι γε νόμῳ καθ ἑκατέραν τὴν αἵρεσιν ἤσκηνται.

Tokens

Συστήσασθαι 1 w 11
δὲ 1 w 13
τὴν 1 w 16
τέχνην 1 w 22
οἱ 1 w 24
μὲν 1 w 27
Ἐμπειρικοὶ 1 w 37
τόνδε 1 w 42
τὸν 1 w 45
τρόπον 1 w 51
φασίν 1 w 56
ἐπειδὴ 1 w 63
πολλὰ 1 w 68
τοῖς 1 w 72
ἀνθρώποις 1 w 81
ἑώρων 1 w 86
πάθη 1 w 90
τὰ 1 w 92
μὲν 2 w 95
ἀπὸ 1 w 98
ταὐτομάτου 1 w 108
γινόμενα 1 w 116
νοσοῦσί 1 w 123
τε 1 w 125
καὶ 1 w 128
ὑγιαίνουσιν 1 w 139
οἷον 1 w 144
αἵματος 1 w 151
ῥύσιν 1 w 156
ἐκ 1 w 158
ῥινῶν 1 w 163
1 w 165
ἱδρῶτας 1 w 172
2 w 174
διαῤῥοίας 1 w 183
1 w 185
τι 1 w 187
τοιοῦτον 1 w 195
ἄλλο 1 w 199
βλάβην 1 w 205
3 w 206
ὠφέλειαν 1 w 214
φέρον 1 w 219
οὐ 1 w 222
μὴν 1 w 225
τόγε 1 w 229
ποιῆσαν 1 w 236
αἴτιον 1 w 242
αἰσθητὸν 1 w 250
ἔχον 1 w 254
ἕτερα 1 w 260
δὲ 2 w 262
ὧν 1 w 265
τὸ 3 w 267
μὲν 3 w 270
αἴτιον 2 w 276
ἐφαίνετο 1 w 284
οὐ 2 w 287
μὴν 2 w 290
ἐκ 2 w 292
προαιρέσεως 1 w 303
ἡμετέρας 1 w 311
ἀλλὰ 1 w 316
κατά 1 w 320
τινα 1 w 324
συντυχίαν 1 w 333
οἷον 2 w 338
συνέβη 1 w 344
πεσόντα 1 w 351
τινὰ 1 w 355
4 w 356
πληγέντα 1 w 364
5 w 366
ἄλλως 1 w 371
πως 1 w 374
τρωθέντα 1 w 382
αἷμα 1 w 386
ῥυῆναι 1 w 392
καὶ 2 w 396
πιεῖν 1 w 401
ἐν 1 w 403
νόσῳ 1 w 407
χαρισάμενον 1 w 419
τῇ 1 w 421
ἐπιθυμίᾳ 1 w 429
ψυχρὸν 1 w 436
ὕδωρ 1 w 440
6 w 442
οἶνον 1 w 447
2 w 449
τι 6 w 451
τοιοῦτον 2 w 459
ἄλλο 2 w 463
ὧν 2 w 466
ἕκαστον 1 w 473
εἰς 1 w 476
ὠφέλειαν 2 w 484
7 w 485
βλάβην 2 w 491
ἐτελεύτα 1 w 499
τὸ 4 w 502
μὲν 4 w 505
οὖν 1 w 508
πρότερον 1 w 516
εἶδος 1 w 521
τῶν 1 w 524
ὠφελούντων 1 w 534
8 w 535
βλαπτόντων 1 w 545
ἐκάλουν 1 w 553
φυσικὸν 1 w 560
τὸ 5 w 563
δὲ 3 w 565
δεύτερον 1 w 573
τυχικόν 1 w 581
ἑκατέρου 1 w 590
δ 11 w 591
αὐτῶν 1 w 597
τὴν 2 w 600
πρώτην 1 w 606
θέαν 1 w 610
περίπτωσιν 1 w 620
ὠνόμαζον 1 w 628
ἀπὸ 2 w 631
τοῦ 1 w 634
περιπίπτειν 1 w 645
ἀβουλήτως 1 w 654
τοῖς 2 w 658
πράγμασι 1 w 666
τοὔνομα 1 w 673
θέμενοι 1 w 680
τὸ 6 w 683
μὲν 5 w 686
οὖν 2 w 689
περιπτωτικὸν 1 w 701
εἶδος 2 w 706
τῆς 1 w 709
ἐμπειρίας 1 w 718
τοιόνδ 1 w 725
ἐστί 1 w 730
τὸ 7 w 733
δὲ 4 w 735
αὐτοσχέδιον 1 w 746
ὅταν 1 w 751
ἑκόντες 1 w 758
ἐπὶ 1 w 761
τὸ 8 w 763
πειράζειν 1 w 772
ἀφίκωνται 1 w 781
9 w 783
ὑπὸ 1 w 786
ὀνειράτων 1 w 795
προτραπέντες 1 w 807
10 w 809
ἄλλως 2 w 814
πως 2 w 817
δόξαντες 1 w 825
ἀλλὰ 2 w 830
καὶ 3 w 833
τρίτον 1 w 839
τῆς 2 w 842
ἐμπειρίας 2 w 851
εἶδός 1 w 856
ἐστι 1 w 860
τὸ 9 w 862
μιμητικὸν 1 w 871
ὅταν 2 w 876
τῶν 3 w 879
ὠφελησάντων 1 w 890
11 w 891
βλαψάντων 1 w 900
ὁτιοῦν 1 w 906
12 w 908
φύσει 1 w 913
13 w 915
τύχῃ 1 w 919
14 w 921
αὐτοσχεδίως 1 w 932
αὖθις 1 w 938
ἐπὶ 2 w 941
τῶν 4 w 944
αὐτῶν 2 w 949
παθῶν 1 w 954
εἰς 2 w 958
πεῖραν 1 w 964
ἄγοιτο 1 w 970
καὶ 4 w 974
τοῦτό 1 w 979
ἐστι 2 w 983
τὸ 10 w 985
μάλιστα 1 w 992
τὴν 3 w 995
τέχνην 2 w 1001
αὐτῶν 3 w 1006
συστησάμενον 1 w 1018
οὐ 3 w 1021
γὰρ 1 w 1024
δὶς 1 w 1027
μόνον 1 w 1032
15 w 1034
τρὶς 1 w 1038
ἀλλὰ 3 w 1043
καὶ 5 w 1046
πολλάκις 1 w 1054
μιμησάμενοι 1 w 1065
τὸ 11 w 1067
πρόσθεν 1 w 1074
ὠφελῆσαν 1 w 1082
εἶτα 1 w 1087
ἐπὶ 3 w 1090
τῶν 7 w 1093
αὐτῶν 4 w 1098
παθῶν 2 w 1103
τὸ 12 w 1105
αὐτὸ 1 w 1109
ποιοῦν 1 w 1115
εὑρίσκοντες 1 w 1126
ὡς 1 w 1129
ἐπὶ 4 w 1132
τὸ 14 w 1134
πολὺ 1 w 1138
τὴν 4 w 1142
τοιαύτην 1 w 1150
μνήμην 1 w 1156
θεώρημα 1 w 1164
καλέσαντες 1 w 1174
ἤδη 1 w 1178
πιστὸν 1 w 1184
ἡγοῦνται 1 w 1192
καὶ 6 w 1195
μέρος 1 w 1200
τῆς 3 w 1203
τέχνης 1 w 1209
ὡς 2 w 1212
δὲ 5 w 1214
πολλὰ 2 w 1219
θεωρήματα 1 w 1228
τοιαῦτα 1 w 1235
ἠθροίζετο 1 w 1244
αὐτοῖς 1 w 1250
ἰατρικὴ 1 w 1258
μὲν 6 w 1261
ἦν 1 w 1263
τὸ 16 w 1265
σύμπαν 1 w 1271
ἄθροισμα 1 w 1279
καὶ 7 w 1283
2 w 1284
ἀθροίσας 1 w 1292
ἰατρός 1 w 1298
ἐκλήθη 1 w 1305
δὲ 6 w 1307
ὑπ 2 w 1309
αὐτῶν 5 w 1315
αὐτοψία 1 w 1322
τὸ 17 w 1324
τοιοῦτον 3 w 1332
ἄθροισμα 2 w 1340
μνήμη 2 w 1346
τις 1 w 1349
οὖσα 1 w 1353
τῶν 10 w 1356
πολλάκις 2 w 1364
καὶ 8 w 1367
ὡσαύτως 1 w 1374
ὀφθέντων 1 w 1382
ὠνόμαζον 2 w 1391
δὲ 7 w 1393
αὐτὸ 2 w 1397
τοῦτο 1 w 1402
καὶ 9 w 1405
ἐμπειρίαν 1 w 1414
ἱστορίαν 1 w 1423
δὲ 8 w 1425
τὴν 5 w 1429
ἐπαγγελίαν 1 w 1439
αὐτοῦ 1 w 1444
τὸ 19 w 1447
γὰρ 2 w 1450
αὐτὸ 3 w 1454
τοῦτο 2 w 1459
τῷ 1 w 1461
μὲν 7 w 1464
τηρήσαντι 1 w 1473
αὐτοψία 2 w 1481
τῷ 2 w 1484
δὲ 9 w 1486
μαθόντι 1 w 1493
τὸ 21 w 1495
τετηρημένον 1 w 1506
ἱστορία 2 w 1514
ἐστίν 1 w 1519
ἐπεὶ 1 w 1524
δὲ 10 w 1526
καὶ 10 w 1529
νοσήμασί 1 w 1537
τισιν 1 w 1542
ἐνετύγχανον 1 w 1553
ἔστιν 1 w 1558
ὅτε 1 w 1561
πρόσθεν 2 w 1568
οὐχ 1 w 1571
ἑωραμένοις 1 w 1581
4 w 1583
τισιν 2 w 1588
ἐγνωσμένοις 1 w 1599
μὲν 8 w 1602
ἀλλ 4 w 1606
ἐν 3 w 1609
χωρίοις 1 w 1616
ἐν 4 w 1619
οἷς 1 w 1622
οὐκ 1 w 1625
ἦν 2 w 1627
ἰαμάτων 1 w 1634
εὐπορία 1 w 1641
τῶν 11 w 1644
διὰ 1 w 1647
τῆς 4 w 1650
πείρας 1 w 1656
τετηρημένων 1 w 1667
ὄργανόν 1 w 1675
τι 18 w 1677
βοηθημάτων 1 w 1687
εὑρετικὸν 1 w 1696
ἐποιήσαντο 1 w 1706
τὴν 6 w 1710
τοῦ 6 w 1713
ὁμοίου 1 w 1719
μετάβασιν 1 w 1728
1 w 1730
χρώμενοι 1 w 1738
πολλάκις 3 w 1746
καὶ 11 w 1749
ἀπὸ 3 w 1752
πάθους 1 w 1758
ἐπὶ 5 w 1761
πάθος 1 w 1766
ὅμοιον 1 w 1772
τὸ 22 w 1774
αὐτὸ 4 w 1778
βοήθημα 1 w 1785
μεταφέρουσι 1 w 1796
καὶ 12 w 1800
ἀπὸ 4 w 1803
τόπου 1 w 1808
ἐπὶ 6 w 1811
τόπον 1 w 1816
καὶ 13 w 1820
ἀπὸ 5 w 1823
τοῦ 7 w 1826
πρόσθεν 3 w 1833
ἐγνωσμένου 1 w 1843
βοηθήματος 1 w 1853
ἐπί 1 w 1856
τι 20 w 1858
παραπλήσιον 1 w 1869
ἔρχονται 1 w 1877
ἀπὸ 6 w 1881
μὲν 9 w 1884
πάθους 2 w 1890
ἐπὶ 7 w 1893
πάθος 2 w 1898
ὡς 3 w 1901
εἰ 3 w 1903
ἀπὸ 7 w 1906
ἐρυσιπέλατος 1 w 1918
ἐπὶ 8 w 1921
ἕρπητα 1 w 1927
μεταβαίνοιεν 1 w 1939
ἀπὸ 8 w 1943
δὲ 11 w 1945
τόπου 2 w 1950
ἐπὶ 9 w 1953
τόπον 2 w 1958
ὡς 4 w 1961
ἀπὸ 9 w 1964
βραχίονος 1 w 1973
ἐπὶ 10 w 1976
μηρόν 1 w 1981
ἀπὸ 10 w 1985
δὲ 12 w 1987
βοηθήματος 2 w 1997
ἐπὶ 11 w 2000
βοήθημα 2 w 2007
ὡς 5 w 2010
ἐν 5 w 2012
διαῤῥοίαις 1 w 2022
ἀπὸ 11 w 2025
μήλου 1 w 2030
κυδωνίου 1 w 2038
ἐπὶ 12 w 2041
μέσπιλον 1 w 2049
ἅπασα 1 w 2055
δὲ 13 w 2057
3 w 2058
τοιαύτη 2 w 2065
μετάβασις 1 w 2074
ὁδὸς 1 w 2079
μέν 6 w 2082
ἐστιν 1 w 2087
ἐπὶ 13 w 2090
τὴν 7 w 2093
εὕρεσιν 1 w 2100
εὕρεσις 1 w 2108
δὲ 14 w 2110
οὐδέπω 1 w 2116
πρὸ 1 w 2119
τῆς 5 w 2122
πείρας 2 w 2128
ἀλλ 5 w 2132
ἡνίκα 1 w 2138
ἂν 1 w 2140
τὸ 24 w 2142
ἐλπισθὲν 1 w 2150
εἰς 3 w 2153
πεῖραν 2 w 2159
ἀχθῇ 1 w 2163
πιστὸν 2 w 2170
ἤδη 2 w 2173
τὸ 26 w 2175
μαρτυρηθὲν 1 w 2185
ὑπ 3 w 2187
αὐτῆς 1 w 2193
ἐστιν 2 w 2198
οὐδὲν 1 w 2204
ἧττον 1 w 2209
16 w 2210
εἰ 5 w 2212
καὶ 14 w 2215
πλειστάκις 1 w 2225
ὡσαύτως 2 w 2232
ἔχον 2 w 2236
ἐτετήρητο 1 w 2245
τὴν 8 w 2249
δὲ 16 w 2251
πεῖραν 3 w 2257
ταύτην 1 w 2263
τὴν 9 w 2266
ἑπομένην 1 w 2274
τῇ 2 w 2276
τοῦ 8 w 2279
ὁμοίου 2 w 2285
μεταβάσει 1 w 2294
τριβικὴν 1 w 2302
καλοῦσιν 1 w 2310
ὅτι 1 w 2314
χρὴ 1 w 2317
τετρίφθαι 1 w 2326
κατὰ 1 w 2330
τὴν 10 w 2333
τέχνην 3 w 2339
τὸν 5 w 2342
μέλλοντά 1 w 2350
τι 24 w 2352
οὕτως 1 w 2357
εὑρήσειν 1 w 2365
αἱ 1 w 2368
δὲ 17 w 2370
ἔμπροσθεν 1 w 2379
ἅπασαι 1 w 2385
πεῖραι 1 w 2391
αἱ 2 w 2394
πρὸ 2 w 2397
τῆς 7 w 2400
ἐμπειρίας 3 w 2409
ὧν 3 w 2412
εἰς 4 w 2415
σύστασιν 1 w 2423
ἐδεῖτο 1 w 2429
5 w 2430
τέχνη 5 w 2435
καὶ 15 w 2439
περὶ 1 w 2443
τὸν 6 w 2446
τυχόντα 1 w 2453
δύνανται 1 w 2461
γενέσθαι 1 w 2469
τοιαύτη 3 w 2477
μὲν 10 w 2480
6 w 2481
διὰ 2 w 2484
τῆς 8 w 2487
πείρας 3 w 2493
πρὸς 1 w 2497
τὸ 29 w 2499
τέλος 1 w 2504
τῆς 9 w 2507
τέχνης 2 w 2513
ὁδός 1 w 2517
1 w 2519
δὲ 18 w 2521
διὰ 3 w 2524
τοῦ 9 w 2527
λόγου 1 w 2532
φύσιν 1 w 2537
ἐκμαθεῖν 1 w 2545
παρακελεύεται 1 w 2558
τοῦ 10 w 2562
τε 17 w 2564
σώματος 1 w 2571
οὗ 1 w 2574
ἐπιχειρεῖ 1 w 2583
ἰᾶσθαι 1 w 2589
καὶ 16 w 2593
τῶν 12 w 2596
αἰτίων 1 w 2602
ἁπάντων 1 w 2609
τὰς 1 w 2612
δυνάμεις 1 w 2620
οἷς 2 w 2624
ὁσημέραι 1 w 2632
περιπίπτον 1 w 2642
τὸ 30 w 2644
σῶμα 1 w 2648
17 w 2649
ὑγιεινότερον 1 w 2661
18 w 2662
νοσερώτερον 1 w 2673
αὐτὸ 5 w 2677
ἑαυτοῦ 1 w 2683
γίγνεται 1 w 2691
μετὰ 1 w 2696
δὲ 19 w 2698
ταῦτα 1 w 2703
ἤδη 3 w 2706
καὶ 17 w 2709
ἀέρων 1 w 2714
φύσιν 2 w 2719
καὶ 18 w 2723
ὑδάτων 1 w 2729
καὶ 19 w 2733
χωρίων 1 w 2739
καὶ 20 w 2743
ἐπιτηδευμάτων 1 w 2756
καὶ 21 w 2760
ἐδεσμάτων 1 w 2769
καὶ 22 w 2773
πομάτων 1 w 2780
καὶ 23 w 2784
ἐθῶν 1 w 2788
ἐπιστήμονά 1 w 2798
φασι 1 w 2802
δεῖν 1 w 2806
εἶναι 1 w 2811
τὸν 7 w 2814
ἰατρὸν 1 w 2820
ὅπως 1 w 2825
τῶν 13 w 2828
τε 20 w 2830
νοσημάτων 1 w 2839
ἁπάντων 2 w 2846
τὰς 2 w 2849
αἰτίας 1 w 2855
εὑρίσκῃ 1 w 2862
καὶ 24 w 2866
τῶν 14 w 2869
ἰαμάτων 2 w 2876
τὰς 3 w 2879
δυνάμεις 2 w 2887
καὶ 25 w 2891
παραβάλλειν 1 w 2902
οἷός 1 w 2906
τε 21 w 2908
1 w 2909
καὶ 26 w 2912
λογίζεσθαι 1 w 2922
ὅτι 2 w 2926
τῷ 3 w 2928
τοιῷδε 1 w 2934
τῆς 10 w 2937
αἰτίας 2 w 2943
εἴδει 1 w 2948
τὸ 33 w 2950
τοιάνδε 1 w 2957
δύναμιν 1 w 2964
ἔχον 3 w 2968
προσαχθὲν 1 w 2977
φάρμακον 1 w 2985
τοῖόν 1 w 2990
τι 26 w 2992
ἐργάσασθαι 1 w 3002
πέφυκε 1 w 3008
πρὶν 1 w 3013
γὰρ 3 w 3016
ἐν 6 w 3018
τούτοις 1 w 3025
γυμνάσασθαι 1 w 3036
πολυειδῶς 1 w 3045
ἅπασιν 1 w 3051
οὐχ 2 w 3055
οἶόν 1 w 3059
τέ 10 w 3061
φασιν 1 w 3066
ἰαμάτων 3 w 3074
εὐπο 2 w 3078
ρήσειν 2 w 3084
αὐτόν 1 w 3089
οἷον 3 w 3094
ἵνα 1 w 3098
ἐκ 6 w 3100
μικροῦ 1 w 3106
παραδείγματος 1 w 3119
ἴδῃς 1 w 3123
τὸ 34 w 3125
πᾶν 1 w 3128
ἔστω 1 w 3133
τι 27 w 3135
μέρος 2 w 3140
τοῦ 12 w 3143
σώματος 2 w 3150
ὀδυνώμενόν 1 w 3160
τε 22 w 3162
καὶ 27 w 3165
σκληρὸν 1 w 3172
καὶ 28 w 3176
ἀντίτυπον 1 w 3185
καὶ 29 w 3189
ἐν 7 w 3191
ὄγκῳ 1 w 3195
μείζονι 1 w 3202
ἐνταῦθα 1 w 3210
χρὴ 2 w 3213
τὸν 8 w 3216
ἰατρὸν 2 w 3222
ἐξευρεῖν 1 w 3230
τὴν 11 w 3233
αἰτίαν 1 w 3239
πρῶτον 1 w 3246
μὲν 11 w 3249
ὅτι 3 w 3253
ῥυὲν 1 w 3257
ὑγρόν 1 w 3262
τι 29 w 3264
πλέον 1 w 3269
τοῦ 13 w 3272
κατὰ 2 w 3276
φύσιν 3 w 3281
εἰς 5 w 3284
τὸ 36 w 3286
μέρος 3 w 3291
ἐξῇρέ 1 w 3297
τε 23 w 3299
αὐτὸ 6 w 3303
καὶ 30 w 3307
διατεῖνον 1 w 3316
εἰς 6 w 3320
ὀδύνην 1 w 3326
ἤγαγεν 1 w 3332
ἐφεξῆς 1 w 3339
δὲ 20 w 3341
εἰ 9 w 3344
μὲν 12 w 3347
ἔτι 1 w 3350
ἐπιῤῥέοι 1 w 3358
εἴργειν 1 w 3366
τοῦ 14 w 3369
ἐπιῤῥεῖν 1 w 3377
εἰ 10 w 3380
δὲ 21 w 3382
μὴ 3 w 3384
τοῦτο 3 w 3390
κενοῦν 1 w 3396
ἤδη 4 w 3399
τὸ 38 w 3401
μέρος 4 w 3406
πῶς 1 w 3410
οὖν 3 w 3413
τὸ 39 w 3415
μὲν 13 w 3418
ἐπιῤῥέον 1 w 3426
ἔτι 2 w 3429
κωλύσεις 1 w 3437
τὸ 40 w 3440
δ 67 w 3441
ἤδη 5 w 3445
περιεχόμενον 1 w 3457
κενώσεις 1 w 3465
ψύχων 1 w 3471
μὲν 14 w 3474
καὶ 31 w 3477
στύφων 1 w 3483
σὺ 1 w 3485
τὸ 41 w 3487
μέρος 5 w 3492
κωλύσεις 2 w 3501
τὸ 42 w 3503
ἐπιῤῥέον 2 w 3511
ὑγραίνων 1 w 3520
δὲ 22 w 3522
καὶ 32 w 3525
χαλῶν 1 w 3530
κενώσεις 2 w 3539
τὸ 43 w 3541
ἠθροισμένον 1 w 3552
οὕτω 2 w 3557
μὲν 15 w 3560
οὖν 4 w 3563
ἐπ 27 w 3565
αὐτῆς 2 w 3571
τῆς 12 w 3574
διαθέσεως 1 w 3583
7 w 3584
ἔνδειξις 1 w 3592
αὐτοῖς 2 w 3598
τοῦ 16 w 3601
συμφέροντος 1 w 3612
γίνεται 1 w 3619
οὐ 9 w 3622
μὴν 3 w 3625
ἀρκεῖν 1 w 3631
ταύτην 2 w 3637
γε 6 w 3639
μόνην 1 w 3644
φασὶν 1 w 3649
ἀλλὰ 4 w 3654
καὶ 33 w 3657
παρὰ 1 w 3661
τῆς 13 w 3664
δυνάμεως 1 w 3672
τοῦ 17 w 3675
νοσοῦντος 1 w 3684
ἑτέραν 1 w 3690
ἔνδειξιν 1 w 3698
εἶναι 2 w 3703
καὶ 34 w 3707
παρὰ 2 w 3711
τῆς 14 w 3714
ἡλικίας 1 w 3721
ἄλλην 1 w 3726
καὶ 35 w 3730
παρὰ 3 w 3734
τῆς 15 w 3737
ἰδίας 1 w 3742
αὐτοῦ 2 w 3747
τοῦ 19 w 3750
κάμνοντος 1 w 3759
φύσεως 1 w 3765
ἄλλην 2 w 3770
οὕτω 3 w 3775
δὲ 23 w 3777
καὶ 36 w 3780
παρὰ 4 w 3784
τῆς 16 w 3787
ὥρας 1 w 3791
τοῦ 20 w 3794
ἔτους 1 w 3799
καὶ 37 w 3803
τοῦ 21 w 3806
χωρίου 1 w 3812
τῆς 17 w 3815
φύσεως 2 w 3821
καὶ 38 w 3825
τῶν 15 w 3828
ἐπιτηδευμάτων 2 w 3841
καὶ 39 w 3845
τῶν 16 w 3848
ἐθῶν 2 w 3852
ἔνδειξιν 2 w 3861
ἀφ 2 w 3863
ἑκάστου 1 w 3871
τούτων 1 w 3877
γίγνεσθαι 1 w 3886
τοῦ 22 w 3889
συμφέροντος 2 w 3900
ἰδίαν 1 w 3905
οἷον 4 w 3910
ἴνα 1 w 3914
καὶ 40 w 3917
τοῦτο 4 w 3922
σαφέστερον 1 w 3932
ἐπὶ 14 w 3935
παραδείγματος 2 w 3948
ἐκμάθῃς 1 w 3955
ἔστω 2 w 3960
τινὰ 2 w 3964
πυρέττειν 1 w 3973
ὀξέως 1 w 3978
ὀκνοῦντά 1 w 3987
τε 27 w 3989
κινεῖσθαι 1 w 3998
καὶ 41 w 4001
βαρέως 1 w 4007
τοῦ 24 w 4010
σώματος 3 w 4017
αἰσθανόμενον 1 w 4029
ἔστω 3 w 4034
δὲ 24 w 4036
καὶ 42 w 4039
εὐογκότερος 1 w 4050
νῦν 1 w 4053
19 w 4054
πρόσθεν 4 w 4061
καὶ 43 w 4065
ἔρευθος 1 w 4072
πλέον 2 w 4077
ἐχέτω 1 w 4082
ἔστωσαν 1 w 4090
δ 81 w 4091
αὐτῷ 1 w 4096
καὶ 44 w 4099
φλέβες 1 w 4105
ἐν 9 w 4107
ὄγκῳ 2 w 4111
μείζονι 2 w 4118
παντί 1 w 4124
που 3 w 4127
δῆλον 1 w 4132
ὡς 6 w 4135
τῷ 5 w 4137
τοιούτῳ 1 w 4144
πλῆθος 1 w 4150
αἵματος 2 w 4157
θερμοτέρου 1 w 4167
πλεονάζει 1 w 4176
τίς 1 w 4180
οὖν 5 w 4183
9 w 4184
ἴασις 1 w 4189
20 w 4191
δῆλον 2 w 4196
ὅτι 4 w 4199
10 w 4200
κένωσις 1 w 4207
ἐναντίον 1 w 4216
γὰρ 4 w 4219
τοῦτο 5 w 4224
τῷ 6 w 4226
πλήθει 1 w 4232
τὰ 8 w 4235
δὲ 25 w 4237
ἐναντία 1 w 4244
τῶν 17 w 4247
ἐναντίων 1 w 4255
ἐστὶν 1 w 4260
ἰάματα 1 w 4266
πῶς 2 w 4270
οὖν 6 w 4273
αὐτὸ 7 w 4277
κενώσομεν 1 w 4286
21 w 4288
μέχρι 1 w 4293
πόσου 1 w 4298
τοῦτο 6 w 4304
οὐκέτι 1 w 4310
δυνατὸν 1 w 4317
ἀπὸ 12 w 4320
τῆς 18 w 4323
αἰτίας 3 w 4329
μόνης 1 w 4334
εἰδέναι 1 w 4341
χρὴ 3 w 4345
γὰρ 5 w 4348
καὶ 45 w 4351
δύναμιν 2 w 4358
καὶ 46 w 4362
ἡλικίαν 1 w 4369
καὶ 47 w 4373
ὥραν 1 w 4377
καὶ 48 w 4381
χώραν 1 w 4386
καὶ 49 w 4390
τὰ 9 w 4392
ἄλλα 1 w 4396
τὰ 10 w 4398
μικρῷ 1 w 4403
πρόσθεν 5 w 4410
εἰρημένα 1 w 4418
προσεπισκοπεῖν 1 w 4432
εἰ 13 w 4435
μὲν 16 w 4438
γὰρ 6 w 4441
ἰσχυρότερος 1 w 4452
εἴη 1 w 4455
τὴν 12 w 4458
δύναμιν 3 w 4465
καὶ 50 w 4469
ἀκμάζων 1 w 4476
τὴν 13 w 4479
ἡλικίαν 2 w 4486
καὶ 51 w 4490
13 w 4491
ὥρα 3 w 4494
τοῦ 27 w 4497
ἔτους 2 w 4502
ἐαρινὴ 1 w 4508
καὶ 52 w 4512
τὸ 46 w 4514
χωρίον 1 w 4520
εὔκρατον 1 w 4528
οὐκ 3 w 4532
ἂν 2 w 4534
ἁμάρτοις 1 w 4542
εἰ 14 w 4545
φλέβα 1 w 4550
τεμὼν 1 w 4555
κενώσεις 3 w 4563
τοῦ 28 w 4566
αἵματος 3 w 4573
ὅσον 1 w 4578
14 w 4579
αἰτία 5 w 4584
κελεύει 1 w 4591
ἀῤῥώστου 1 w 4600
δὲ 26 w 4602
τῆς 19 w 4605
δυνάμεως 2 w 4613
οὔσης 1 w 4618
καὶ 53 w 4622
τῆς 20 w 4625
ἡλικίας 2 w 4632
22 w 4634
παιδὸς 1 w 4640
κομιδῇ 1 w 4646
μικροῦ 2 w 4652
23 w 4654
πρεσβύτου 1 w 4663
πάνυ 1 w 4667
καὶ 54 w 4671
τοῦ 29 w 4674
χωρίου 2 w 4680
κατεψυγμένου 1 w 4692
οἶα 1 w 4696
τὰ 11 w 4698
περὶ 2 w 4702
τὴν 14 w 4705
Σκυθίαν 1 w 4712
24 w 4714
διακεκαυμένου 1 w 4727
οἷα 1 w 4731
τὰ 12 w 4733
περὶ 3 w 4737
τὴν 15 w 4740
Αἰθιοπίαν 1 w 4749
καὶ 55 w 4753
τῆς 21 w 4756
ὥρας 2 w 4760
τοῦ 30 w 4763
ἔτους 3 w 4768
25 w 4769
σφόδρα 1 w 4775
ψυχρᾶς 1 w 4781
26 w 4783
σφόδρα 2 w 4789
θερμῆς 1 w 4795
οὐκ 4 w 4799
ἄν 1 w 4801
τις 2 w 4804
ἔτι 3 w 4807
τολμήσειε 1 w 4816
φλεβοτομεῖν 1 w 4827
οὕτω 4 w 4832
δὲ 27 w 4834
καὶ 56 w 4837
ἔθη 1 w 4840
καὶ 57 w 4844
ἐπιτηδεύματα 1 w 4856
καὶ 58 w 4860
φύσεις 1 w 4866
σωμάτων 1 w 4873
ἐπισκοπεῖσθαι 1 w 4886
κελεύουσι 1 w 4895
γίνεσθαι 1 w 4904
γὰρ 7 w 4907
αὐτοῖς 3 w 4913
ἐξ 3 w 4915
ἁπάντων 3 w 4922
αὐτῶν 6 w 4927
ἔνδειξιν 3 w 4935
τοῦ 31 w 4938
συμφέροντος 3 w 4949
ἰδίαν 2 w 4954
Ἀφ 1 w 4957
ὧν 4 w 4960
δὲ 28 w 4962
16 w 4963
ἔνδειξις 2 w 4971
τοῦ 32 w 4974
συμφέροντος 4 w 4985
τοῖς 6 w 4989
δογματικοῖς 1 w 5000
ἀπὸ 13 w 5004
τούτων 2 w 5010
17 w 5011
τήρησις 1 w 5018
τοῖς 7 w 5022
ἐμπειρικοῖς 1 w 5033
τὸ 47 w 5036
γὰρ 8 w 5039
προειρημένον 1 w 5051
ἄθροισμα 3 w 5059
τῶν 19 w 5062
συμπτωμάτων 1 w 5073
ἐπὶ 15 w 5076
τοῦ 33 w 5079
πυρέττοντος 1 w 5090
1 w 5092
συνδρομὴν 1 w 5101
καλεῖν 1 w 5107
εἰσιν 1 w 5112
εἰθισμένοι 1 w 5122
τῷ 7 w 5125
μὲν 17 w 5128
δογματικῷ 1 w 5137
τὴν 16 w 5140
κένωσιν 1 w 5147
ὑπαγορεύει 1 w 5157
τῷ 8 w 5160
δὲ 29 w 5162
ἐμπειρικῷ 1 w 5171
τὴν 17 w 5174
ὑπόμνησιν 1 w 5183
τῆς 22 w 5186
τηρήσεως 1 w 5194
ἐπὶ 16 w 5198
γὰρ 9 w 5201
τῶν 20 w 5204
οὕτως 2 w 5209
ἐχόντων 1 w 5216
πολλάκις 4 w 5224
ἑωρακὼς 1 w 5231
τὴν 18 w 5234
κένωσιν 2 w 5241
ὠφελοῦσαν 1 w 5250
ἐλπίζει 1 w 5258
καὶ 59 w 5261
νῦν 2 w 5264
χρησάμενος 1 w 5274
ὀνήσειν 1 w 5281
ἀλλὰ 5 w 5286
καὶ 60 w 5289
τοὺς 1 w 5293
ἀκμάζοντας 1 w 5303
τῇ 3 w 5305
ἡλικία 5 w 5311
τὴν 19 w 5314
ἱκανὴν 1 w 5320
κένωσιν 3 w 5327
ἀλύπως 1 w 5333
φέροντας 1 w 5341
οἶδεν 1 w 5346
ἐξ 4 w 5349
ὧν 5 w 5351
πολλάκις 5 w 5359
ἑώρακεν 1 w 5366
οὕτω 6 w 5371
δὲ 30 w 5373
καὶ 61 w 5376
ἦρος 1 w 5380
μᾶλλον 1 w 5386
27 w 5387
θέρους 1 w 5393
καὶ 62 w 5397
ἐν 13 w 5399
χωρίῳ 1 w 5404
εὐκράτῳ 1 w 5411
καὶ 63 w 5415
εἰ 17 w 5417
ἔθος 1 w 5421
δέ 3 w 5423
τι 39 w 5425
κενώσεως 1 w 5433
εἴη 2 w 5436
τῷ 9 w 5438
κάμνοντι 1 w 5446
οἷον 5 w 5451
δι 10 w 5453
αἱμοῤῥοΐδος 1 w 5465
28 w 5467
διὰ 4 w 5470
ῥινῶν 2 w 5475
8 w 5477
μὲν 18 w 5480
δογματικὸς 1 w 5490
ἀφέλοι 1 w 5496
ἂν 3 w 5498
καὶ 64 w 5501
διὰ 5 w 5504
τοῦτο 7 w 5509
πλέον 3 w 5514
τοῦ 35 w 5517
αἵματος 4 w 5524
ἀπὸ 14 w 5527
τῆς 23 w 5530
τοῦ 36 w 5533
πράγματος 1 w 5542
φύσεως 3 w 5548
ὁρμώμενος 1 w 5557
10 w 5559
δ 114 w 5560
ἐμπειρικὸς 1 w 5571
ὅτι 5 w 5575
οὕτω 7 w 5579
τετήρηκεν 1 w 5588
καὶ 65 w 5592
καθόλου 1 w 5599
φάναι 1 w 5604
τὰς 4 w 5608
αὐτὰς 1 w 5613
ἐπὶ 17 w 5616
τῶν 21 w 5619
αὐτῶν 7 w 5624
παθῶν 3 w 5629
ἰάσεις 1 w 5635
οἵ 1 w 5637
τε 33 w 5639
δογματικοὶ 1 w 5649
καὶ 66 w 5652
οἱ 2 w 5654
ἐμπειρικοὶ 1 w 5664
παραλαμβάνουσι 1 w 5678
περὶ 4 w 5683
τοῦ 37 w 5686
τρόπου 1 w 5692
τῆς 24 w 5695
εὑρέσεως 1 w 5703
αὐτῶν 8 w 5708
ἀμφισβητοῦντες 1 w 5722
ἐπὶ 18 w 5726
γὰρ 10 w 5729
τοῖς 8 w 5733
αὐτοῖς 4 w 5739
φαινομένοις 1 w 5750
κατὰ 3 w 5754
τὸ 48 w 5756
σῶμα 2 w 5760
συμπτώμασιν 1 w 5771
ἔνδειξις 3 w 5779
μὲν 19 w 5782
τῆς 25 w 5785
αἰτίας 4 w 5791
γίνεται 2 w 5798
τοῖς 10 w 5802
δογματικοῖς 2 w 5813
ἐξ 5 w 5816
ἧς 1 w 5818
τὴν 20 w 5821
θεραπείαν 1 w 5830
εὑρίσκουσιν 1 w 5841
ὑπόμνησις 1 w 5851
δὲ 31 w 5853
τοῖς 11 w 5857
ἐμπειρικοῖς 2 w 5868
τῶν 24 w 5871
πολλάκις 6 w 5879
ὡσαύτως 3 w 5886
τετηρημένων 2 w 5897
ἐφ 3 w 5900
ὧν 6 w 5903
δὲ 32 w 5905
μηδὲν 1 w 5910
ἔχουσιν 1 w 5917
οἱ 3 w 5919
δογματικοὶ 2 w 5929
φαινόμενον 1 w 5939
σύμπτωμα 1 w 5947
τὸ 49 w 5949
τὴν 21 w 5952
αἰτίαν 2 w 5958
ἐνδεικνυμένον 1 w 5971
ἐπὶ 19 w 5975
τούτων 3 w 5981
ἐρωτᾷν 1 w 5987
οὐκ 5 w 5990
ὀκνοῦσι 1 w 5997
τὸ 50 w 5999
προκαταρκτικὸν 1 w 6013
καλούμενον 1 w 6023
αἴτιον 3 w 6029
οἷον 6 w 6034
εἰ 18 w 6037
κύων 1 w 6041
λυττῶν 1 w 6047
ἦν 3 w 6049
11 w 6050
δάκνων 1 w 6056
29 w 6058
ἔχιδνα 1 w 6064
10 w 6066
τι 48 w 6068
τοιοῦτον 4 w 6076
ἄλλο 3 w 6080
τὸ 51 w 6083
μὲν 20 w 6086
γὰρ 11 w 6089
ἕλκος 1 w 6094
αὐτὸ 8 w 6098
οὐδὲν 2 w 6103
ἀλλοιότερον 1 w 6114
μέχρι 2 w 6119
παντὸς 1 w 6125
φαίνεται 1 w 6133
τῶν 26 w 6136
ἄλλων 1 w 6141
ἑλκῶν 1 w 6146
30 w 6147
πάντως 1 w 6153
γε 7 w 6155
κατ 8 w 6158
ἀρχάς 1 w 6164
ἐπὶ 20 w 6168
μὲν 21 w 6171
γὰρ 12 w 6174
τοῦ 39 w 6177
λυττῶντος 1 w 6186
κυνὸς 1 w 6191
μέχρι 3 w 6196
παντὸς 2 w 6202
ὅμοιον 2 w 6208
φαίνεται 2 w 6216
τοῖς 12 w 6220
ὑπ 7 w 6222
ἄλλου 1 w 6228
τινὸς 1 w 6233
δηχθεῖσιν 1 w 6242
ἐπὶ 21 w 6246
δὲ 35 w 6248
τῶν 28 w 6251
ἐχιδνῶν 1 w 6258
ἐν 15 w 6261
μὲν 22 w 6264
ταῖς 1 w 6268
πρώταις 1 w 6275
ἡμέραις 1 w 6282
ὅμοιον 3 w 6288
τοῖς 13 w 6292
ἄλλοις 1 w 6298
ὕστερον 1 w 6306
δὲ 36 w 6308
ἡνίκα 2 w 6314
ἤδη 6 w 6317
μοχθηρῶς 1 w 6325
ἔχωσι 1 w 6330
παθήματά 1 w 6339
τινα 2 w 6343
περὶ 5 w 6347
τὸ 55 w 6349
σῶμα 3 w 6353
ὀλέθρια 1 w 6360
προσγίνεται 1 w 6371
αὐτοῖς 5 w 6377
τὰ 16 w 6380
δὴ 2 w 6382
τοιαῦτα 2 w 6389
συμπτώματα 1 w 6399
πάντα 1 w 6404
ὅσα 1 w 6408
ὑπὸ 2 w 6411
τῶν 29 w 6414
ἰοβόλων 1 w 6421
καλουμένων 1 w 6431
ζώων 1 w 6435
γίγνεται 2 w 6443
μὴ 6 w 6446
θεραπευόμενα 1 w 6458
καλῶς 1 w 6463
εὐθὺς 1 w 6468
ἐξ 6 w 6470
ἀρχῆς 1 w 6475
ἐσχάτως 1 w 6483
ὀλέθρια 2 w 6490
καθίστανται 1 w 6501
τίς 2 w 6505
οὖν 7 w 6508
21 w 6509
ὀρθὴ 1 w 6513
θεραπεία 2 w 6521
31 w 6523
δηλονότι 1 w 6531
κενῶσαι 1 w 6538
τὸν 10 w 6541
ἰὸν 1 w 6544
τὸν 11 w 6547
ἅμα 1 w 6550
τῇ 4 w 6552
δήξει 1 w 6557
τοῦ 40 w 6560
σώματος 4 w 6567
τοῦ 41 w 6570
δηχθέντος 1 w 6579
ἐμπεσόντα 1 w 6588
οὐκ 6 w 6592
οὖν 8 w 6595
ἐπ 39 w 6597
οὐλὴν 1 w 6603
ἄγειν 1 w 6608
δεῖ 3 w 6611
καὶ 67 w 6614
κλείειν 1 w 6621
τὰ 17 w 6623
τοιαῦτα 3 w 6630
σπεύδειν 1 w 6638
ἀλλὰ 6 w 6643
τοὐναντίον 1 w 6653
ἐπιτέμνειν 1 w 6663
πολλάκις 7 w 6671
εἰ 19 w 6674
μικρὰ 1 w 6679
παντελῶς 1 w 6687
ἤδη 7 w 6691
δὲ 37 w 6693
καὶ 68 w 6696
θερμοῖς 1 w 6703
καὶ 69 w 6706
δριμέσι 1 w 6713
καὶ 70 w 6716
δυναμένοις 1 w 6726
ἕλκειν 1 w 6732
καὶ 71 w 6735
ξηραίνειν 1 w 6744
τὸν 12 w 6747
ἰὸν 2 w 6750
φαρμάκοις 1 w 6759
χρῆσθαι 1 w 6766
διὰ 6 w 6770
τὴν 22 w 6773
αὐτὴν 1 w 6778
αἰτίαν 3 w 6784
τὰ 18 w 6787
δ 142 w 6788
αὐτὰ 2 w 6793
φάρμακα 1 w 6800
καὶ 72 w 6803
οἱ 4 w 6805
ἐμπειρικοὶ 2 w 6815
προσφέρουσιν 1 w 6827
οὐχ 3 w 6831
ὑπὸ 3 w 6834
τῆς 26 w 6837
φύσεως 4 w 6843
αὐτοῦ 3 w 6848
τοῦ 43 w 6851
πράγματος 2 w 6860
ποδηγούμενοι 1 w 6872
πρὸς 2 w 6876
τὴν 24 w 6879
εὕρεσιν 2 w 6886
αὐτῶν 9 w 6891
ἀλλὰ 7 w 6896
τῶν 31 w 6899
διὰ 7 w 6902
τῆς 27 w 6905
πείρας 4 w 6911
φανέντων 1 w 6919
μεμνημένοι 1 w 6929
ὥσπερ 1 w 6935
γὰρ 13 w 6938
ἐπὶ 22 w 6941
ταῖς 2 w 6945
ἡλικίαις 1 w 6953
καὶ 73 w 6957
ταῖς 3 w 6961
ὥραις 1 w 6966
καὶ 74 w 6970
ταῖς 4 w 6974
χώραις 1 w 6980
ἑκάστου 2 w 6988
τῶν 32 w 6991
εἰρημένων 1 w 7000
23 w 7001
θεραπεία 3 w 7009
δι 15 w 7011
ἐμπειρίας 4 w 7021
ἐγινώσκετο 1 w 7031
αὐτοῖς 6 w 7037
οὕτω 8 w 7042
καὶ 75 w 7045
ἐπὶ 23 w 7048
τοῖς 16 w 7052
προκαταρκτικοῖς 1 w 7067
ὀνομαζομένοις 1 w 7080
αἰτίοις 1 w 7087
εἰ 21 w 7090
μὲν 23 w 7093
δὴ 3 w 7095
οὖν 9 w 7098
συνεχώρουν 1 w 7108
ἀλλήλοις 1 w 7116
τὰς 6 w 7119
ὁδοὺς 1 w 7124
τῆς 28 w 7127
εὑρέσεως 2 w 7135
ἀμφοτέρας 1 w 7144
ἀληθεῖς 1 w 7151
εἶναι 3 w 7156
οὐδὲν 3 w 7162
ἂν 4 w 7164
αὐτοῖς 7 w 7170
ἔδει 1 w 7174
μακροτέρων 1 w 7184
λόγων 1 w 7189
Ἐπεὶ 1 w 7194
δὲ 39 w 7196
τῆς 29 w 7199
ἐμπειρίας 5 w 7208
οἱ 5 w 7210
δογματικοὶ 3 w 7220
κατηγοροῦσιν 1 w 7232
οἱ 6 w 7235
μὲν 24 w 7238
ὡς 7 w 7240
ἀσυστάτου 1 w 7249
οἱ 7 w 7252
δὲ 40 w 7254
ὡς 8 w 7256
ἀτελοῦς 1 w 7263
οἱ 8 w 7266
δὲ 41 w 7268
ὡς 9 w 7270
ἀτέχνου 1 w 7277
τοῦ 44 w 7281
λόγου 2 w 7286
δὲ 42 w 7288
πάλιν 1 w 7293
οἱ 9 w 7295
ἐμπειρικοὶ 3 w 7305
ὡς 10 w 7307
πιθανοῦ 1 w 7314
μὲν 25 w 7317
οὐκ 7 w 7321
ἀληθοῦς 1 w 7328
δὲ 43 w 7330
διὰ 8 w 7334
τοῦτο 8 w 7339
διπλοῦς 1 w 7346
ἑκατέροις 1 w 7355
13 w 7356
λόγος 1 w 7361
καὶ 76 w 7364
μακρὸς 1 w 7370
πάνυ 2 w 7374
περαίνεται 1 w 7384
κατηγοροῦσί 1 w 7396
τε 40 w 7398
καὶ 77 w 7401
ἀπολογουμένοις 1 w 7415
ἐν 16 w 7417
μέρει 1 w 7422
τὰ 21 w 7425
μὲν 26 w 7428
γὰρ 14 w 7431
ὑπὸ 4 w 7434
Ἀσκληπιάδου 1 w 7445
κατὰ 4 w 7449
τῆς 30 w 7452
ἐμπειρίας 6 w 7461
εἰρημένα 2 w 7469
δεικνύντος 1 w 7480
ὡς 11 w 7483
οἶόν 2 w 7487
τε 41 w 7489
μηδὲν 2 w 7494
πλειστάκις 2 w 7504
ὡσαύτως 4 w 7511
ὀφθῆναι 1 w 7518
δύνασθαι 1 w 7526
παντάπασιν 1 w 7537
αὐτὴν 2 w 7542
ἀσύστατον 1 w 7551
εἶναι 4 w 7556
βούλεται 1 w 7564
μηδέ 1 w 7569
τι 54 w 7571
σμικρότατον 1 w 7582
εὑρεῖν 1 w 7588
οὖσαν 1 w 7593
ἱκανήν 1 w 7599
τὰ 23 w 7602
δ 163 w 7603
ὑπὸ 5 w 7607
Ἐρασιστράτου 1 w 7619
τὰ 24 w 7622
μὲν 27 w 7625
ἁπλᾶ 1 w 7629
καὶ 78 w 7633
ἐφ 4 w 7635
ἁπλοῖς 1 w 7642
εὑρίσκεσθαι 1 w 7653
διὰ 9 w 7657
τῆς 31 w 7660
ἐμπειρίας 7 w 7669
ὁμολογοῦντος 1 w 7681
οἶον 1 w 7686
ὅτι 6 w 7689
καὶ 79 w 7692
24 w 7693
ἀνδράχνη 1 w 7701
τῆς 32 w 7704
αἱμωδίας 1 w 7712
ἴαμά 1 w 7716
ἐστιν 3 w 7721
οὐ 21 w 7724
μὴν 5 w 7727
τάγε 1 w 7731
σύνθετα 1 w 7738
καὶ 80 w 7741
ἐπὶ 24 w 7744
συνθέτοις 1 w 7753
ἔτι 4 w 7756
συγχωροῦντος 1 w 7768
οὐκ 8 w 7772
ἀδύνατον 1 w 7780
μὲν 28 w 7783
αὐτὴν 3 w 7788
τὸ 59 w 7790
παράπαν 1 w 7797
εὑρίσκειν 1 w 7806
οὐ 23 w 7809
μὴν 6 w 7812
εἰς 7 w 7815
ἅπαντά 1 w 7821
γε 10 w 7823
ἱκανὴν 2 w 7829
εἶναι 5 w 7834
βούλεται 2 w 7842
τὰ 25 w 7845
δὲ 45 w 7847
τῶν 33 w 7851
μὲν 29 w 7854
τοιαῦτα 4 w 7861
συγχωρούντων 1 w 7873
εὑρίσκεσθαι 2 w 7884
διὰ 10 w 7887
τῆς 33 w 7890
ἐμπειρίας 8 w 7899
αἰτιωμένων 1 w 7910
δὲ 46 w 7912
αὐτῆς 3 w 7917
τὸ 60 w 7919
ἀπεριόριστόν 1 w 7931
τε 42 w 7933
καὶ 81 w 7936
μακρὸν 1 w 7942
καὶ 82 w 7946
ὡς 12 w 7949
αὐτοί 1 w 7954
φασιν 2 w 7959
ἀμέθοδον 1 w 7968
εἶθ 1 w 7972
οὕτω 9 w 7977
τὸν 13 w 7980
λόγον 1 w 7985
εἰσαγόντων 1 w 7995
οὐκ 9 w 7999
ἀσύστατον 2 w 8008
μέν 25 w 8011
οὐδὲ 4 w 8016
ἀνύπαρκτον 1 w 8026
οἷον 7 w 8031
δ 173 w 8032
ἄτεχνόν 1 w 8040
τι 59 w 8042
πρᾶγμα 1 w 8048
τὴν 27 w 8051
ἐμπειρίαν 2 w 8060
εἶναι 6 w 8065
βούλεται 3 w 8073
πρὸς 3 w 8078
ταύτας 1 w 8084
οὖν 10 w 8087
τὰς 7 w 8090
ἐφόδους 1 w 8097
τῶν 34 w 8100
λόγων 2 w 8105
ἀπολογούμενοι 1 w 8118
καὶ 83 w 8121
συστατικὴν 1 w 8131
καὶ 84 w 8134
αὐτάρκη 1 w 8141
καὶ 85 w 8144
τεχνικὴν 1 w 8152
ἐπιδεικνύναι 1 w 8164
πειρῶνται 1 w 8173
τὴν 28 w 8176
ἐμπειρίαν 3 w 8185
καὶ 86 w 8189
αὐτοὶ 1 w 8194
δὲ 48 w 8196
τοῦ 46 w 8199
ἀναλογισμοῦ 1 w 8210
καθάπτονται 1 w 8221
πολυειδῶς 2 w 8230
ὥστε 1 w 8235
πάλιν 2 w 8240
ἀπολογεῖσθαι 1 w 8252
πρὸς 4 w 8256
ἕκαστον 2 w 8263
εἶδος 3 w 8268
τῆς 35 w 8271
κατηγορίας 1 w 8281
τοῖς 18 w 8285
δογματικοῖς 3 w 8296
ἀναγκαῖον 1 w 8306
ἐπαγγελλομένοις 1 w 8322
γὰρ 15 w 8325
αὐτοῖς 8 w 8331
τοῦ 47 w 8334
τε 46 w 8336
σώματος 5 w 8343
τὴν 29 w 8346
φύσιν 4 w 8351
ἐπίστασθαι 1 w 8361
καὶ 87 w 8365
τῶν 35 w 8368
νοσημάτων 2 w 8377
ἁπάντων 4 w 8384
τὰς 8 w 8387
γενέσεις 1 w 8395
καὶ 88 w 8399
τῶν 36 w 8402
ἰαμάτων 4 w 8409
τὰς 9 w 8412
δυνάμεις 3 w 8420
ὁμόσε 1 w 8426
χωροῦν 2 w 8432
τες 7 w 8435
οἱ 10 w 8437
ἐμπειρικοὶ 4 w 8447
πάντα 2 w 8452
διαβάλλουσιν 1 w 8464
ὡς 13 w 8467
ἄχρι 1 w 8471
μὲν 30 w 8474
τοῦ 48 w 8477
πιθανοῦ 2 w 8484
καὶ 89 w 8487
εἰκότος 1 w 8494
προιόντα 1 w 8502
βεβαίαν 1 w 8510
δὲ 49 w 8512
γνῶσιν 1 w 8518
οὐδεμίαν 1 w 8526
ἔχοντα 1 w 8532
ἔστι 2 w 8537
δ 184 w 8538
ὅτε 2 w 8542
καὶ 90 w 8545
τὴν 30 w 8548
γνῶσιν 2 w 8554
αὐτῶν 10 w 8559
συγχωρήσαντες 1 w 8572
τὸ 62 w 8575
ἄχρηστον 1 w 8583
αὐτῶν 11 w 8588
ἐπιδεικνύναι 2 w 8600
πειρῶνται 2 w 8609
καὶ 91 w 8613
τοῦτό 2 w 8618
ποτε 1 w 8622
δόντες 1 w 8628
αὖθις 2 w 8634
τὸ 63 w 8636
περιττὸν 1 w 8644
ἐξελέγχουσιν 1 w 8656
τοιαῦτα 5 w 8664
μὲν 31 w 8667
δὴ 4 w 8669
καθόλου 2 w 8676
πρὸς 5 w 8680
ἀλλήλους 1 w 8688
ἀμφισβητοῦσιν 1 w 8701
ἐμπειρικοί 1 w 8711
τε 52 w 8713
καὶ 92 w 8716
δογματικοί 1 w 8726
ἐν 17 w 8729
μέρει 2 w 8734
δὲ 50 w 8736
πολλὰ 3 w 8741
καθ 5 w 8744
ἕκαστον 3 w 8752
αὐτῶν 12 w 8757
οἷον 8 w 8762
ἐν 18 w 8764
ταῖς 5 w 8768
περὶ 6 w 8772
τῆς 36 w 8775
εὑρέσεως 3 w 8783
τῶν 40 w 8786
ἀφανῶν 1 w 8792
ζητήσεσιν 1 w 8801
τῶν 41 w 8805
μὲν 32 w 8808
τὴν 31 w 8811
ἀνατομὴν 1 w 8819
καὶ 93 w 8823
τὴν 32 w 8826
ἔνδειξιν 4 w 8834
καὶ 94 w 8838
τὴν 33 w 8841
διαλεκτικὴν 1 w 8852
θεωρίαν 1 w 8859
ἐπαινούντων 1 w 8870
ὄργανα 1 w 8877
γὰρ 16 w 8880
αὐτοῖς 9 w 8886
ταῦτα 2 w 8891
τῶν 42 w 8894
ἀδήλων 1 w 8900
θηρευτικά 1 w 8909
τῶν 43 w 8913
δ 193 w 8914
ἐμπειρικῶν 1 w 8925
μήθ 1 w 8928
εὑρίσκειν 2 w 8938
τι 66 w 8940
τὴν 34 w 8943
ἀνατομὴν 2 w 8951
συγχωρούντων 2 w 8963
μήτ 1 w 8967
εἰ 26 w 8971
καὶ 95 w 8974
εὑρίσκοιτο 1 w 8984
ἀναγκαῖον 2 w 8994
εἰς 8 w 8997
τὴν 35 w 9000
τέχνην 4 w 9006
εἶναι 7 w 9012
τοῦτο 9 w 9017
ἀλλὰ 8 w 9022
μήτε 1 w 9026
ἔνδειξιν 5 w 9034
ὑπάρχειν 1 w 9042
τοπαράπαν 1 w 9051
μήθ 2 w 9055
ἕτερον 1 w 9062
ἐξ 8 w 9064
ἑτέρου 1 w 9070
δύνασθαι 2 w 9078
γνωσθῆναι 1 w 9087
πάντα 3 w 9093
γὰρ 17 w 9096
δεῖσθαι 1 w 9103
τῆς 37 w 9106
ἐξ 9 w 9108
αὐτῶν 13 w 9113
γνώσεως 1 w 9120
μηδ 4 w 9124
εἶναί 1 w 9130
τι 67 w 9132
σημεῖον 1 w 9139
ἀδήλου 1 w 9145
φύσει 3 w 9150
πράγματος 3 w 9159
οὐδενός 1 w 9166
ἀλλὰ 9 w 9171
μηδὲ 3 w 9175
διαλεκτικῆς 1 w 9186
δεῖσθαι 2 w 9193
μηδεμίαν 1 w 9201
τέχνην 5 w 9207
εἶτα 2 w 9212
καὶ 96 w 9215
πρὸς 6 w 9219
τὰς 10 w 9222
ὑποθέσεις 1 w 9231
τῆς 38 w 9234
διαλεκτικῆς 2 w 9245
λέγουσί 1 w 9252
τι 70 w 9254
καὶ 97 w 9258
πρὸς 7 w 9262
τοὺς 2 w 9266
ὅρους 1 w 9271
καὶ 98 w 9275
οὐδὲ 5 w 9279
τὴν 36 w 9282
ἀρχὴν 1 w 9287
εἶναι 8 w 9292
ἀπόδειξίν 1 w 9301
φασιν 3 w 9306
ἀδήλου 2 w 9312
φύσει 4 w 9317
πράγματος 4 w 9326
οὐδενός 2 w 9333
ἤδη 8 w 9337
δὲ 53 w 9339
καὶ 99 w 9342
περὶ 7 w 9346
τῶν 45 w 9349
μοχθηρῶν 1 w 9357
τρόπων 1 w 9363
τῆς 39 w 9366
ἀποδείξεως 1 w 9376
οἷς 3 w 9380
εἰώθασιν 1 w 9388
οἱ 11 w 9390
δογματικοὶ 4 w 9400
χρῆσθαι 2 w 9407
λέγουσί 2 w 9415
τι 72 w 9417
καὶ 100 w 9421
περὶ 8 w 9425
παντὸς 3 w 9431
ἀναλογισμοῦ 2 w 9442
καὶ 101 w 9446
ὡς 14 w 9448
τοῦτο 10 w 9453
μὲν 33 w 9456
ἀδύνατος 1 w 9464
εὑρίσκειν 3 w 9473
2 w 9475
ἐπαγγέλλεται 1 w 9487
καὶ 102 w 9491
οὔτ 1 w 9494
ἄλλη 3 w 9499
τις 3 w 9502
τέχνη 9 w 9507
συνίσταται 1 w 9517
κατ 15 w 9520
αὐτὸν 1 w 9526
οὐδὲ 6 w 9531
16 w 9532
βίος 1 w 9536
τῶν 46 w 9539
ἀνθρώπων 1 w 9547
πρόεισιν 1 w 9555
17 w 9557
δὲ 55 w 9559
ἐπιλογισμὸς 1 w 9570
ὃν 1 w 9573
δὴ 5 w 9575
φαινόμενον 2 w 9585
εἶναί 2 w 9590
φασι 5 w 9594
χρήσιμος 1 w 9603
μὲν 34 w 9606
εἰς 9 w 9609
εὕρεσιν 3 w 9616
τῶν 47 w 9619
προσκαίρων 1 w 9629
ἀδήλων 2 w 9635
οὕτω 10 w 9640
γὰρ 18 w 9643
αὐτοὶ 2 w 9648
καλοῦσιν 2 w 9656
ὅσα 2 w 9660
τοῦ 53 w 9663
γένους 1 w 9669
μέν 27 w 9672
ἐστι 6 w 9676
τῶν 48 w 9679
αἰσθητῶν 1 w 9687
οὐ 31 w 9690
μὴν 9 w 9693
ἤδη 9 w 9696
γέ 4 w 9698
πω 8 w 9700
πέφηνε 1 w 9706
χρήσιμος 2 w 9715
δὲ 56 w 9717
καὶ 103 w 9720
πρὸς 8 w 9724
ἔλεγχον 1 w 9731
τῶν 50 w 9734
κατὰ 5 w 9738
τοῦ 54 w 9741
φαινομένου 1 w 9751
τι 75 w 9753
λέγειν 1 w 9759
τολμώντων 1 w 9768
χρήσιμος 3 w 9777
δὲ 57 w 9779
καὶ 104 w 9782
τὸ 67 w 9784
παρορώμενον 1 w 9795
τοῖς 21 w 9799
φαινομένοις 2 w 9810
δεῖξαι 1 w 9816
καὶ 105 w 9820
σοφίσμασιν 1 w 9830
ἀπαντῆσαι 1 w 9839
μηδαμοῦ 1 w 9847
τῶν 51 w 9850
ἐναργῶν 1 w 9857
ἀφιστάμενος 1 w 9868
ἀλλ 15 w 9872
ἐν 20 w 9875
τούτοις 2 w 9882
ἀεὶ 1 w 9885
διατρίβων 1 w 9894
οὐ 32 w 9897
μὴν 10 w 9900
ὅγε 1 w 9903
ἀναλογισμὸς 1 w 9914
φασὶν 2 w 9920
ἀλλὰ 10 w 9925
ἄρχεται 1 w 9932
μὲν 35 w 9935
ἀπὸ 15 w 9938
τῶν 52 w 9941
φαινομένων 1 w 9951
λήγει 1 w 9957
δὲ 58 w 9959
ἐπὶ 25 w 9962
τὰ 31 w 9964
διαπαντὸς 1 w 9973
ἄδηλα 1 w 9978
καὶ 106 w 9982
διὰ 11 w 9985
τοῦτο 11 w 9990
πολυειδής 1 w 9999
ἐστιν 4 w 10004
ἀπὸ 16 w 10008
γὰρ 19 w 10011
τῶν 53 w 10014
αὐτῶν 14 w 10019
φαινομένων 2 w 10029
ἄλλο 6 w 10033
ἐπ 52 w 10035
ἄλλῳ 1 w 10040
τῶν 55 w 10043
ἀδήλων 3 w 10049
παραγίνεται 1 w 10060
καὶ 107 w 10064
τὴν 37 w 10067
διαφωνίαν 1 w 10076
ἐνταῦθα 2 w 10083
προχειρίζονται 1 w 10097
τὴν 38 w 10100
ἀνεπίκριτον 1 w 10111
ἣν 1 w 10114
δὴ 6 w 10116
σημεῖον 2 w 10123
εἶναι 9 w 10128
τῆς 40 w 10131
ἀκαταληψίας 1 w 10142
φασίν 2 w 10147
οὕτω 11 w 10152
γὰρ 20 w 10155
αὐτοὶ 3 w 10160
καλοῦσιν 3 w 10168
τὴν 39 w 10171
μὲν 36 w 10174
ἀληθῆ 1 w 10179
καὶ 108 w 10182
βεβαίαν 2 w 10189
γνῶσιν 3 w 10195
κατάληψιν 1 w 10204
ἀκαταληψίαν 1 w 10216
δὲ 59 w 10218
τὸ 69 w 10220
ἐναντίον 2 w 10228
ταύτῃ 1 w 10233
καὶ 109 w 10237
τὴν 40 w 10240
μὲν 37 w 10243
ἀκαταληψίαν 2 w 10254
αἰτίαν 4 w 10260
εἶναί 3 w 10265
φασι 6 w 10269
τῆς 41 w 10272
διαφωνίας 1 w 10281
τῆς 42 w 10284
ἀνεπικρίτου 1 w 10295
τὴν 41 w 10299
διαφωνίαν 2 w 10308
δ 235 w 10309
αὖ 3 w 10312
πάλιν 3 w 10317
τῆς 43 w 10320
ἀκαταληψίας 2 w 10331
σημεῖον 3 w 10338
ἀνεπίκριτον 2 w 10350
δὲ 60 w 10352
τὴν 42 w 10355
ἐπὶ 26 w 10358
τῶν 56 w 10361
ἀδήλων 4 w 10367
ἀγωνολογίαν 1 w 10378
εἶναί 4 w 10383
φασιν 4 w 10388
οὐ 33 w 10391
τὴν 43 w 10394
περὶ 9 w 10398
τῶν 57 w 10401
φαινομένων 3 w 10411
ἐνταῦθα 3 w 10419
γὰρ 21 w 10422
ἕκαστόν 1 w 10429
φαμεν 1 w 10434
οἷόν 1 w 10438
ἐστι 8 w 10442
μαρτυρεῖ 1 w 10451
μὲν 38 w 10454
τοῖς 22 w 10458
ἀληθεύουσιν 1 w 10469
ἐξελέγχει 1 w 10479
δὲ 61 w 10481
τοὺς 3 w 10485
ψευδομένους 1 w 10496
τοιαῦτα 6 w 10504
μυρία 1 w 10509
πρὸς 9 w 10513
ἀλλήλους 2 w 10521
ἐρίζουσιν 1 w 10530
ἐμπειρικοί 2 w 10540
τε 55 w 10542
καὶ 110 w 10545
δογματικοὶ 5 w 10555
τὴν 44 w 10558
θεραπείαν 2 w 10567
ἐπὶ 27 w 10570
τῶν 58 w 10573
αὐτῶν 15 w 10578
παθῶν 4 w 10583
τὴν 45 w 10586
αὐτὴν 4 w 10591
ποιούμενοι 1 w 10601
ὅσοι 1 w 10606
γε 17 w 10608
νόμῳ 1 w 10612
καθ 6 w 10615
ἑκατέραν 1 w 10624
τὴν 47 w 10627
αἵρεσιν 1 w 10634
ἤσκηνται 1 w 10642