Scaife ATLAS

CTS Library / Περὶ τῆς Ἡροδότου κακοηθείας

Περὶ τῆς Ἡροδότου κακοηθείας (36-40)

urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:36-40
Refs {'start': {'reference': '36', 'human_reference': 'Section 36'}, 'end': {'reference': '40', 'human_reference': 'Section 40'}}
Ancestors []
Children []
prev
plain textXML
next

οὐ δεῖ δὲ θαυμάζειν, εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους καὶ

5
869a
συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι. Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων οὕτως; οὐδʼ ἐπαινεῖν ἄνευ τοῦ
10
ψέγειν οἶδεν, ἀλλʼ ἵνʼ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. ἀντιμαρτυρεῖ δʼ αὐτῷ τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, μὲν ἓξ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας.
15
αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι
869b
λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπλεύσαντα πλοίοις ἑκατόν,
20
εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δʼ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ
25
τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. ὅτι δʼ οὐκ
ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλʼ ἐπʼ αἰσχύνῃ Ναξίων
869c
συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι, Σιμωνίδης ἐδήλωσε
5
Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα
Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει
πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δʼ ὑπὸ χεῖρα
ῥύσατο βαρβαρικὴν Δωρίδʼ ἁλισκομένην.

ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων;

10
εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι
869d
πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης
15
Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον
20
ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν,
εἶπε οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται. καὶ μετʼ ὀλίγον
869e
ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ
5
διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν εὖθʼ ὑπειπὼν ὅτι κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην πάλιν αὐταῖς λέξεσι
10
γέγραφεν ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ καταλέγει κεῖνά τε πάντα ἤκουσε Μνησιφίλου
869f
ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς. ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;

15
ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν φρόνησιν Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν, μηδενὸς διδάξαντος, αὐτὴν ἀφʼ ἑαυτῆς ἐπινοήσασαν
20
Ξέρξῃ προειπεῖν, ὡς οὐχ οἷοί τε πολλὸν χρόνον ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς,
870a
κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν, οὐδέ σφι μελήσειν
πρὸ τῶν Ἀθηνέων ναυμαχέειν ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ναυτικὸς στρατὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται ταῦτα μὲν οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι
5
τὴν Ἀρτεμισίαν τὰ μέλλοντα προθεσπίζουσαν οὕτως ἀκριβῶς. διὸ καὶ Ξέρξης αὐτῇ παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖδες.

10
ἀλλʼ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς
870b
δὲ τ ψεῦσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν Ἀθηναίους· λέγειν, ὡς Ἀδείμαντος Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν · οὐ πρύμναν
15
κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας, ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις σὺ μέν,
20
Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας · οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι
870c
τῶν ἐχθρῶν δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν, οὐρανοπετής· τί γὰρ ἔδει τίθεσθαι μηχανῆς
τραγικῆς, ἐν πᾶσι τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν Ἀδείμαντος ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπʼ ἐξειργασμένοις αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων οὐ μέντοι Κορίνθιοι
5
ὁμολογέουσι, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι μαρτυρεῖ δέ σφι καὶ ἄλλη Ἑλλάς. Τοιοῦτός ἐστιν ἐν πολλοῖς ἄνθρωπος ἑτέρας καθʼ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναὶ
10
870d
τινα πάντως πονηρόν ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους, ἢν οἶμαι μηδὲ Κορινθίων Ἀθηναίους, ἀλλὰ τοῦτον ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν ἀντιλέγοντα
15
ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας οὐδεμίαν αἰτίαν προδοσίας λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναίους ταῦτα βλασφημεῖν περὶ
20
τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρων μετὰ Λακεδαιμονίους καὶ μετʼ αὐτοὺς ἐγχαραττομένην
870e
τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν· ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς
ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον
ξένε, εὔυδρὸν ποτʼ ἐναίομεν ἄστυ Κορίνθου,
νῦν δʼ ἅμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.
5
ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα.
τὸ δʼ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
870f
ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
10
Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται
ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.
15
αὐτός γε μὴν Ἀδείμαντος, πλεῖστα λοιδορούμενος Ἡρόδοτος διατελεῖ καὶ λέγων μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα σκόπει τίνα δόξαν εἶχεν
οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
20
Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.
871a
οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτʼ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην τῇ δʼ Ἀκροθίνιον τῇ δʼ Ἀλεξιβίαν, Ἀριστέα δὲ
5
καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης
10
871b
ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν
15
λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ δʼ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δʼ ἐπίγραμμα τοῦτʼ ἐστὶν
αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνια.
20
οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖʼ Ἀφροδίτα
Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
871c
ταῦτʼ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον, τὴν Ἀμεινοκλέους ἐμβαλεῖν παιδοφονίαν.

τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα

5
λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους · τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦτα πέμψαντες ἀκροθίνια, οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε
10
πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· δὲ παρʼ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρʼ Αἰγινητέων
871d
δὲ οὒ · ἀλλʼ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας. οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις οὐδʼ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι
15
πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος, ἀπωθεῖ τῶν ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ μὲν τὸ πρωτεῖον ἐκείνῳ
20
δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως μὴ λαβούσης, δέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν
871e
στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.

Tokens

οὐ 1 w 2
δεῖ 1 w 5
δὲ 1 w 7
θαυμάζειν 1 w 16
εἰ 1 w 19
τοῖς 1 w 23
ἀτυχήσασιν 1 w 33
ἔγκειται 1 w 41
πικρῶς 1 w 47
ὅπου 1 w 52
καὶ 1 w 55
τοὺς 1 w 59
παραγενομένους 1 w 73
καὶ 2 w 76
συγκινδυνεύσαντας 1 w 93
εἰς 1 w 96
τὴν 1 w 99
τῶν 1 w 102
πολεμίων 1 w 110
μερίδα 1 w 116
καὶ 3 w 119
προδοτῶν 1 w 127
μετατίθησι 1 w 137
Νάξιοι 1 w 144
γὰρ 1 w 147
τρεῖς 1 w 152
ἔπεμψαν 1 w 159
τριήρεις 1 w 167
συμμάχους 1 w 176
τοῖς 2 w 180
βαρβάροις 1 w 189
εἷς 1 w 193
δὲ 2 w 195
τῶν 3 w 198
τριηράρχων 1 w 208
Δημόκριτος 1 w 218
ἔπεισε 1 w 224
τοὺς 2 w 228
ἄλλους 1 w 234
ἑλέσθαι 1 w 241
τὰ 1 w 243
τῶν 4 w 246
Ἑλλήνων 1 w 253
οὕτως 1 w 258
οὐδʼ 1 w 263
ἐπαινεῖν 1 w 271
ἄνευ 1 w 275
τοῦ 1 w 278
ψέγειν 1 w 284
οἶδεν 1 w 289
ἀλλʼ 1 w 294
ἵνʼ 1 w 297
εἷς 2 w 300
ἀνὴρ 1 w 304
ἐγκωμιασθῇ 1 w 314
πόλιν 1 w 320
ὅλην 1 w 324
δεῖ 2 w 327
κακῶς 1 w 332
ἀκοῦσαι 1 w 339
καὶ 4 w 342
δῆμον 1 w 347
ἀντιμαρτυρεῖ 1 w 360
δʼ 2 w 362
αὐτῷ 1 w 366
τῶν 5 w 369
μὲν 1 w 372
πρεσβυτέρων 1 w 383
Ἑλλάνικος 1 w 392
τῶν 6 w 395
δὲ 3 w 397
νεωτέρων 1 w 405
Ἔφορος 1 w 411
1 w 413
μὲν 2 w 416
ἓξ 1 w 418
2 w 419
δὲ 4 w 421
πέντε 1 w 426
ναυσὶ 1 w 431
τοὺς 3 w 435
Ναξίους 1 w 442
ἐλθεῖν 1 w 448
τοῖς 3 w 452
Ἕλλησι 1 w 458
βοηθοῦντας 1 w 468
ἱστορήσας 1 w 477
αὐτὸς 1 w 483
δὲ 5 w 485
καὶ 5 w 488
παντάπασιν 1 w 498
ἑαυτὸν 1 w 504
3 w 505
Ἡρόδοτος 1 w 513
ἐξελέγχει 1 w 522
ταῦτα 1 w 527
πλαττόμενον 1 w 538
οἱ 1 w 541
μὲν 3 w 544
γὰρ 2 w 547
Ναξίων 1 w 553
ὡρογράφοι 1 w 562
λέγουσι 1 w 569
καὶ 6 w 572
πρότερον 1 w 580
Μεγαβάτην 1 w 589
ἀπώσασθαι 1 w 598
ναυσὶ 2 w 603
διακοσίαις 1 w 613
ἐπιπλεύσαντα 1 w 625
τῇ 1 w 627
νήσῳ 1 w 631
καὶ 7 w 635
Δᾶτιν 1 w 640
αὖθις 1 w 645
τὸν 2 w 648
στρατηγὸν 1 w 657
ἐξελάσαι 1 w 665
καταπλεύσαντα 1 w 678
πλοίοις 1 w 685
ἑκατόν 1 w 691
εἰ 3 w 694
δέ 1 w 696
ὡς 1 w 699
Ἡρόδοτος 2 w 707
εἴρηκεν 1 w 714
ἀλλαχόθι 1 w 722
τὴν 2 w 726
μὲν 4 w 729
πόλιν 2 w 734
αὐτῶν 1 w 739
ἐμπρήσαντες 1 w 750
διέφθειραν 1 w 760
οἱ 2 w 763
δʼ 3 w 765
ἄνθρωποι 1 w 773
καταφυγόντες 1 w 785
εἰς 2 w 788
τὰ 2 w 790
ὄρη 1 w 793
διεσώθησαν 1 w 803
ἦπου 1 w 808
καλὴν 1 w 813
αἰτίαν 1 w 819
εἶχον 1 w 824
τοῖς 4 w 828
ἀπολέσασι 1 w 837
τὴν 3 w 840
πατρίδα 1 w 847
πέμπειν 1 w 854
βοήθειαν 1 w 862
ἀλλὰ 1 w 867
μὴ 1 w 869
τοῖς 5 w 873
ἀμυνομένοις 1 w 884
ὑπὲρ 1 w 888
τῆς 1 w 891
κοινῆς 1 w 897
ἐλευθερίας 1 w 907
ἀμύνειν 1 w 914
ὅτι 1 w 918
δʼ 4 w 920
οὐκ 1 w 923
ἐπαινέσαι 1 w 932
βουληθεὶς 1 w 941
Δημόκριτον 1 w 951
ἀλλʼ 2 w 956
ἐπʼ 1 w 959
αἰσχύνῃ 1 w 966
Ναξίων 2 w 972
συνέθηκε 1 w 980
τὸ 4 w 982
ψεῦδος 1 w 988
δῆλός 1 w 994
ἐστι 1 w 998
τῷ 2 w 1000
παραλιπεῖν 1 w 1010
ὅλως 1 w 1014
καὶ 8 w 1017
παρασιωπῆσαι 1 w 1029
τὸ 5 w 1031
Δημοκρίτου 1 w 1041
κατόρθωμα 1 w 1050
καὶ 9 w 1053
τὴν 4 w 1056
ἀριστείαν 1 w 1065
ἣν 1 w 1068
ἐπιγράμματι 1 w 1079
Σιμωνίδης 1 w 1089
ἐδήλωσε 1 w 1096
Δημόκριτος 2 w 1106
τρίτος 1 w 1112
ἦρξε 1 w 1116
μάχης 1 w 1121
ὅτε 1 w 1125
πὰρ 1 w 1128
Σαλαμῖνα 1 w 1136
Ἕλληνες 1 w 1143
Μήδοις 1 w 1149
σύμβαλον 1 w 1157
ἐν 1 w 1159
πελάγει 1 w 1166
πέντε 2 w 1171
δὲ 6 w 1173
νῆας 1 w 1177
ἕλεν 1 w 1181
δηίων 1 w 1186
ἕκτην 1 w 1192
δʼ 5 w 1194
ὑπὸ 1 w 1197
χεῖρα 1 w 1202
ῥύσατο 1 w 1208
βαρβαρικὴν 1 w 1218
Δωρίδʼ 1 w 1224
ἁλισκομένην 1 w 1235
ἀλλὰ 2 w 1240
τί 3 w 1242
ἄν 3 w 1244
τις 1 w 1247
ἀγανακτοίη 1 w 1257
περὶ 1 w 1261
Ναξίων 3 w 1267
εἰ 5 w 1270
γάρ 1 w 1273
εἰσιν 1 w 1278
ἀντίποδες 1 w 1287
ἡμῶν 1 w 1291
ὥσπερ 1 w 1297
ἔνιοι 1 w 1302
λέγουσι 2 w 1309
τῆς 2 w 1313
γῆς 1 w 1316
τὰ 3 w 1318
κάτω 1 w 1322
περιοικοῦντες 1 w 1335
οἶμαι 1 w 1341
μηδʼ 1 w 1345
ἐκείνους 1 w 1353
ἀνηκόους 1 w 1361
εἶναι 1 w 1366
Θεμιστοκλέους 1 w 1379
καὶ 10 w 1382
τοῦ 2 w 1385
Θεμιστοκλέους 2 w 1398
βουλεύματος 1 w 1409
1 w 1411
βουλεύσας 1 w 1420
τῇ 2 w 1422
Ἑλλάδι 1 w 1428
ναυμαχῆσαι 1 w 1438
πρὸ 1 w 1441
τῆς 3 w 1444
Σαλαμῖνος 1 w 1453
ἱδρύσατο 1 w 1461
ναὸν 1 w 1465
Ἀριστοβούλης 1 w 1477
Ἀρτέμιδος 1 w 1486
ἐν 2 w 1488
Μελίτῃ 1 w 1494
τοῦ 3 w 1498
βαρβάρου 1 w 1506
καταπολεμηθέντος 1 w 1522
τοῦτο 1 w 1528
μὲν 5 w 1531
τοῦ 5 w 1534
Θεμιστοκλέους 3 w 1547
4 w 1548
χαρίεις 1 w 1555
συγγραφεὺς 1 w 1565
ὅσον 1 w 1569
ἐφʼ 1 w 1572
ἑαυτῷ 1 w 1577
παραιρούμενος 1 w 1590
καὶ 11 w 1593
τὴν 5 w 1596
δόξαν 1 w 1601
εἰς 3 w 1604
ἕτερον 1 w 1610
μεταφέρων 1 w 1619
ταυτὶ 1 w 1624
γράφει 1 w 1630
κατὰ 1 w 1634
λέξιν 1 w 1639
ἐνταῦθα 1 w 1646
δὴ 1 w 1648
Θεμιστοκλέα 1 w 1659
ἀφικόμενον 1 w 1669
ἐπὶ 1 w 1672
τὴν 6 w 1675
νέα 1 w 1678
εἴρετο 1 w 1684
Μνησίφιλος 1 w 1694
ἀνὴρ 2 w 1698
Ἀθηναῖος 1 w 1706
2 w 1708
τι 7 w 1710
σφι 1 w 1713
εἴη 1 w 1716
βεβουλευμένον 1 w 1729
πυθόμενος 1 w 1738
δὲ 7 w 1740
πρὸς 1 w 1744
αὐτοῦ 1 w 1749
ὡς 2 w 1752
εἴη 2 w 1755
δεδογμένον 1 w 1765
ἀνάγειν 1 w 1772
τὰς 1 w 1775
νέας 1 w 1779
πρὸς 2 w 1783
τὸν 3 w 1786
Ἰσθμὸν 1 w 1792
καὶ 12 w 1795
πρὸ 4 w 1798
τῆς 4 w 1801
Πελοποννήσου 1 w 1813
ναυμαχέειν 1 w 1823
εἶπε 1 w 1828
οὐκ 2 w 1831
ἄρα 1 w 1834
ἢν 1 w 1837
ἀπαίρωσι 1 w 1845
τὰς 2 w 1848
νέας 2 w 1852
ἀπὸ 1 w 1855
Σαλαμῖνος 2 w 1864
οὐδὲ 1 w 1869
περὶ 2 w 1873
μιῆς 1 w 1877
ἔτι 1 w 1880
πατρίδος 1 w 1888
ναυμαχήσεις 1 w 1899
κατὰ 2 w 1904
γὰρ 3 w 1907
πόλεις 1 w 1913
ἕκαστοι 1 w 1920
τρέψονται 1 w 1929
καὶ 13 w 1933
μετʼ 1 w 1937
ὀλίγον 1 w 1943
ἀλλὰ 3 w 1947
εἴ 5 w 1949
τις 2 w 1952
ἔστι 1 w 1956
μηχανή 1 w 1962
ἴθι 1 w 1966
τε 10 w 1968
καὶ 14 w 1971
πειρῶ 1 w 1976
διαχέαι 1 w 1983
τὰ 8 w 1985
βεβουλευμένα 1 w 1997
ἤν 1 w 2000
κως 1 w 2003
δύνῃ 1 w 2007
ἀναγνῶσαι 1 w 2016
Εὐρυβιάδεα 1 w 2026
μεταβουλεύσασθαι 1 w 2042
ὥστε 1 w 2046
αὐτοῦ 2 w 2051
μενεῖν 1 w 2057
εὖθʼ 1 w 2061
ὑπειπὼν 1 w 2068
ὅτι 2 w 2071
κάρτα 1 w 2076
τῷ 4 w 2078
Θεμιστοκλεῖ 1 w 2089
ἤρεσε 1 w 2094
2 w 2095
ὑποθήκη 1 w 2102
καὶ 15 w 2106
οὐδὲν 1 w 2111
πρὸς 3 w 2115
ταῦτα 2 w 2120
ἀμειψάμενος 1 w 2131
ἀφίκετο 1 w 2138
πρὸς 4 w 2142
τὸν 4 w 2145
Εὐρυβιάδην 1 w 2155
πάλιν 1 w 2160
αὐταῖς 1 w 2166
λέξεσι 1 w 2172
γέγραφεν 1 w 2180
ἐνταῦθα 2 w 2187
δὲ 10 w 2189
Θεμιστοκλῆς 1 w 2200
παριζόμενὸς 1 w 2211
οἱ 3 w 2213
καταλέγει 1 w 2222
κεῖνά 1 w 2227
τε 12 w 2229
πάντα 1 w 2234
1 w 2235
ἤκουσε 1 w 2241
Μνησιφίλου 1 w 2251
ἑωυτοῦ 1 w 2257
ποιεύμενος 1 w 2267
καὶ 16 w 2271
ἄλλα 1 w 2275
προστιθείς 1 w 2285
ὁρᾷς 1 w 2290
ὅτι 3 w 2293
κακοηθείας 1 w 2303
προστρίβεται 1 w 2315
τἀνδρὶ 1 w 2321
δόξαν 2 w 2326
ἴδιον 1 w 2332
αὐτοῦ 3 w 2337
βούλευμα 1 w 2345
ποιεῖσθαι 1 w 2354
τὸ 8 w 2356
τοῦ 10 w 2359
Μνησιφίλου 2 w 2369
λέγων 1 w 2374
ἔτι 2 w 2378
δὲ 11 w 2380
μᾶλλον 1 w 2386
τῶν 8 w 2389
Ἑλλήνων 2 w 2396
καταγελῶν 1 w 2405
Θεμιστοκλέα 2 w 2416
μὲν 6 w 2419
οὔτε 1 w 2423
φησὶ 1 w 2427
φρονῆσαι 1 w 2435
τὸ 9 w 2437
συμφέρον 1 w 2445
ἀλλὰ 4 w 2449
παριδεῖν 1 w 2457
ὃς 1 w 2460
Ὀδυσσεὺς 1 w 2468
ἐπωνομάσθη 1 w 2478
διὰ 1 w 2481
τὴν 7 w 2484
φρόνησιν 1 w 2492
Ἀρτεμισίαν 1 w 2502
δὲ 12 w 2504
τὴν 8 w 2507
Ἡροδότου 1 w 2515
πολῖτιν 1 w 2522
μηδενὸς 1 w 2530
διδάξαντος 1 w 2540
αὐτὴν 1 w 2546
ἀφʼ 1 w 2549
ἑαυτῆς 1 w 2555
ἐπινοήσασαν 1 w 2566
Ξέρξῃ 1 w 2571
προειπεῖν 1 w 2580
ὡς 3 w 2583
οὐχ 1 w 2586
οἷοί 1 w 2590
τε 15 w 2592
πολλὸν 1 w 2598
χρόνον 1 w 2604
ἔσονταί 1 w 2611
τοι 2 w 2614
ἀντέχειν 1 w 2622
οἱ 4 w 2624
Ἕλληνες 2 w 2631
ἀλλά 1 w 2636
σφεας 1 w 2641
διασκεδᾷς 1 w 2650
κατὰ 3 w 2655
πόλεις 2 w 2661
δὲ 13 w 2663
ἕκαστοι 2 w 2670
φεύξονται 1 w 2679
καὶ 17 w 2682
οὐκ 3 w 2685
εἰκὸς 1 w 2690
αὐτούς 1 w 2696
ἢν 2 w 2699
σὺ 1 w 2701
ἐπὶ 2 w 2704
τὴν 10 w 2707
Πελοπόννησον 1 w 2719
ἐλαύνῃς 1 w 2726
τὸν 5 w 2729
πεζὸν 1 w 2734
στρατόν 1 w 2741
ἀτρεμήσειν 1 w 2752
οὐδέ 1 w 2757
σφι 2 w 2760
μελήσειν 1 w 2768
πρὸ 7 w 2771
τῶν 9 w 2774
Ἀθηνέων 1 w 2781
ναυμαχέειν 2 w 2791
ἢν 3 w 2793
δὲ 14 w 2795
αὐτίκα 1 w 2801
ἐπειχθῇς 1 w 2809
ναυμαχῆσαι 2 w 2819
δειμαίνω 1 w 2828
μὴ 2 w 2830
6 w 2831
ναυτικὸς 1 w 2839
στρατὸς 1 w 2846
κακωθεὶς 1 w 2854
καὶ 18 w 2857
τὸν 6 w 2860
πεζὸν 2 w 2865
προσδηλήσηται 1 w 2878
ταῦτα 3 w 2883
μὲν 7 w 2886
οὖν 1 w 2889
μέτρων 1 w 2895
ἐνδεῖ 1 w 2900
τῷ 5 w 2902
Ἡροδότῳ 1 w 2909
Σίβυλλαν 1 w 2918
ἀποφῆναι 1 w 2926
τὴν 11 w 2929
Ἀρτεμισίαν 2 w 2939
τὰ 10 w 2941
μέλλοντα 1 w 2949
προθεσπίζουσαν 1 w 2963
οὕτως 2 w 2968
ἀκριβῶς 1 w 2975
διὸ 1 w 2979
καὶ 19 w 2982
Ξέρξης 1 w 2988
αὐτῇ 1 w 2992
παρέδωκε 1 w 3000
τοὺς 4 w 3004
ἑαυτοῦ 1 w 3010
παῖδας 1 w 3016
ἀπάγειν 1 w 3023
εἰς 4 w 3026
Ἔφεσον 1 w 3032
ἐπελέληστο 1 w 3043
γὰρ 4 w 3046
ἐκ 2 w 3048
Σούσων 1 w 3054
ὡς 4 w 3057
ἔοικεν 1 w 3063
ἄγειν 1 w 3069
γυναῖκας 1 w 3077
εἰ 10 w 3080
γυναικείας 1 w 3090
ἐδέοντο 1 w 3097
παραπομπῆς 1 w 3107
οἱ 5 w 3109
παῖδες 1 w 3115
ἀλλʼ 3 w 3120
4 w 3121
μὲν 8 w 3124
ἔψευσται 1 w 3132
λόγος 1 w 3138
ἡμῖν 1 w 3142
οὐδείς 1 w 3148
2 w 3149
δὲ 15 w 3151
τ 213 w 3152
ψεῦσται 1 w 3159
μόνον 1 w 3164
ἐξετάζομεν 1 w 3174
φησὶ 2 w 3179
τοίνυν 1 w 3185
Ἀθηναίους 1 w 3194
λέγειν 1 w 3201
ὡς 5 w 3204
Ἀδείμαντος 1 w 3214
7 w 3215
Κορινθίων 1 w 3224
στρατηγός 1 w 3233
ἐν 6 w 3236
χερσὶ 1 w 3241
τῶν 10 w 3244
πολεμίων 2 w 3252
γενομένων 1 w 3261
ὑπερεκπλαγεὶς 1 w 3275
καὶ 20 w 3278
καταδείσας 1 w 3288
ἔφευγεν 1 w 3295
οὐ 11 w 3298
πρύμναν 1 w 3305
κρουσάμενος 1 w 3316
οὐδὲ 3 w 3320
διαδὺς 1 w 3326
ἀτρέμα 1 w 3332
διὰ 2 w 3335
τῶν 11 w 3338
μαχομένων 1 w 3347
ἀλλὰ 5 w 3352
λαμπρῶς 1 w 3359
ἐπαιρόμενος 1 w 3370
τὰ 11 w 3372
ἱστία 1 w 3377
καὶ 21 w 3380
τὰς 3 w 3383
ναῦς 1 w 3387
ἁπάσας 1 w 3393
ἀποστρέψας 1 w 3403
εἶτα 1 w 3408
μέντοι 1 w 3414
κέλης 1 w 3419
ἐλαυνόμενος 1 w 3430
αὐτῷ 2 w 3434
συνέτυχε 1 w 3442
περὶ 3 w 3446
τὰ 13 w 3448
λήγοντα 1 w 3455
τῆς 6 w 3458
Σαλαμινίας 1 w 3468
ἐκ 3 w 3471
δὲ 17 w 3473
τοῦ 12 w 3476
κέλητος 1 w 3483
ἐφθέγξατό 1 w 3492
τις 3 w 3495
σὺ 2 w 3497
μέν 10 w 3500
1 w 3502
Ἀδείμαντε 1 w 3511
φεύγεις 1 w 3519
καταπροδοὺς 1 w 3530
τοὺς 5 w 3534
Ἕλληνας 1 w 3541
οἱ 6 w 3544
δὲ 18 w 3546
καὶ 22 w 3549
δὴ 2 w 3551
νικῶσι 1 w 3557
καθάπερ 1 w 3565
ἠρῶντο 1 w 3571
ἐπικρατῆσαι 1 w 3582
τῶν 12 w 3585
ἐχθρῶν 1 w 3591
8 w 3592
δὲ 19 w 3594
κέλης 2 w 3599
οὗτος 1 w 3604
ἦν 1 w 3606
ὡς 6 w 3609
ἔοικεν 2 w 3615
οὐρανοπετής 1 w 3627
τί 7 w 3630
γὰρ 5 w 3633
ἔδει 1 w 3637
τίθεσθαι 1 w 3645
μηχανῆς 1 w 3652
τραγικῆς 1 w 3660
ἐν 7 w 3663
πᾶσι 1 w 3667
τοῖς 6 w 3671
ἄλλοις 1 w 3677
ὑπερπαίοντα 1 w 3688
τοὺς 6 w 3692
τραγῳδοὺς 1 w 3701
ἀλαζονείᾳ 1 w 3710
πιστεύσας 1 w 3720
οὖν 2 w 3723
9 w 3724
Ἀδείμαντος 2 w 3734
ἐπανῆλθεν 1 w 3743
εἰς 5 w 3746
τὸ 13 w 3748
στρατόπεδον 1 w 3759
ἐπʼ 2 w 3762
ἐξειργασμένοις 1 w 3776
αὕτη 1 w 3780
φάτις 1 w 3785
ἔχει 1 w 3789
ὑπὸ 2 w 3792
Ἀθηναίων 1 w 3800
οὐ 14 w 3802
μέντοι 2 w 3808
Κορίνθιοι 1 w 3817
ὁμολογέουσι 1 w 3828
ἀλλὰ 6 w 3833
ἐν 8 w 3835
πρώτοισι 1 w 3843
σφέας 1 w 3848
αὐτοὺς 1 w 3854
τῆς 7 w 3857
ναυμαχίης 1 w 3866
νομίζουσι 1 w 3875
γενέσθαι 1 w 3883
μαρτυρεῖ 2 w 3891
δέ 4 w 3893
σφι 3 w 3896
καὶ 23 w 3899
4 w 3900
ἄλλη 1 w 3904
Ἑλλάς 1 w 3909
Τοιοῦτός 1 w 3918
ἐστιν 1 w 3923
ἐν 9 w 3925
πολλοῖς 1 w 3932
11 w 3933
ἄνθρωπος 1 w 3941
ἑτέρας 1 w 3947
καθʼ 1 w 3951
ἑτέρων 1 w 3957
διαβολὰς 1 w 3965
καὶ 24 w 3968
κατηγορίας 1 w 3978
κατατίθησιν 1 w 3989
ὥστε 2 w 3994
μὴ 3 w 3996
διαμαρτεῖν 1 w 4006
τοῦ 13 w 4009
φανῆναὶ 1 w 4016
τινα 1 w 4020
πάντως 1 w 4026
πονηρόν 1 w 4033
ὥσπερ 2 w 4038
ἐνταῦθα 3 w 4045
περίεστιν 1 w 4054
αὐτῷ 3 w 4058
ἀπιστουμένους 1 w 4072
μὲν 9 w 4075
τῆς 8 w 4078
διαβολῆς 1 w 4086
Κορινθίους 1 w 4097
ἀδοξεῖν 1 w 4104
ἀπιστουμένης 1 w 4117
δέ 5 w 4119
Ἀθηναίους 2 w 4129
ἢν 4 w 4132
οἶμαι 2 w 4137
μηδὲ 1 w 4141
Κορινθίων 2 w 4150
Ἀθηναίους 3 w 4159
ἀλλὰ 7 w 4164
τοῦτον 1 w 4170
ἀμφοτέρων 1 w 4179
ὁμοῦ 1 w 4183
καταψεύδεσθαι 1 w 4196
Θουκυδίδης 1 w 4207
γοῦν 1 w 4211
ἀντιλέγοντα 1 w 4222
ποιῶν 1 w 4227
τῷ 8 w 4229
Κορινθίῳ 1 w 4237
τὸν 7 w 4240
Ἀθηναῖον 1 w 4248
ἐν 11 w 4250
Λακεδαίμονι 1 w 4261
καὶ 25 w 4264
πολλὰ 1 w 4269
περὶ 4 w 4273
τῶν 13 w 4276
Μηδικῶν 1 w 4283
λαμπρυνόμενον 1 w 4296
ἔργων 1 w 4301
καὶ 26 w 4304
περὶ 5 w 4308
τῆς 9 w 4311
ἐν 12 w 4313
Σαλαμῖνι 1 w 4321
ναυμαχίας 1 w 4330
οὐδεμίαν 1 w 4338
αἰτίαν 2 w 4344
προδοσίας 1 w 4353
5 w 4354
λιποταξίας 1 w 4364
ἐπενήνοχε 1 w 4373
Κορινθίοις 1 w 4383
οὐδὲ 4 w 4388
γὰρ 6 w 4391
εἰκὸς 2 w 4396
ἦν 2 w 4398
Ἀθηναίους 4 w 4407
ταῦτα 4 w 4412
βλασφημεῖν 1 w 4422
περὶ 6 w 4426
τῆς 10 w 4429
Κορινθίων 3 w 4438
πόλεως 1 w 4444
ἣν 2 w 4447
τρίτην 1 w 4453
μὲν 10 w 4456
ἑώρων 1 w 4461
μετὰ 1 w 4465
Λακεδαιμονίους 1 w 4479
καὶ 27 w 4482
μετʼ 2 w 4486
αὐτοὺς 2 w 4492
ἐγχαραττομένην 1 w 4506
τοῖς 7 w 4510
ἀπὸ 2 w 4513
τῶν 14 w 4516
βαρβάρων 1 w 4524
ἀναθήμασιν 1 w 4534
ἐν 13 w 4537
δὲ 22 w 4539
Σαλαμῖνι 2 w 4547
παρὰ 1 w 4551
τὴν 12 w 4554
πόλιν 3 w 4559
ἔδωκαν 1 w 4565
αὐτοῖς 1 w 4571
θάψαι 1 w 4576
τε 21 w 4578
τοὺς 9 w 4582
ἀποθανόντας 1 w 4593
ὡς 7 w 4596
ἄνδρας 1 w 4602
ἀγαθοὺς 1 w 4609
γενομένους 2 w 4619
καὶ 28 w 4623
ἐπιγράψαι 1 w 4632
τόδε 1 w 4636
τὸ 15 w 4638
ἐλεγεῖον 1 w 4646
2 w 4647
ξένε 1 w 4651
εὔυδρὸν 1 w 4659
ποτʼ 1 w 4663
ἐναίομεν 1 w 4671
ἄστυ 1 w 4675
Κορίνθου 1 w 4683
νῦν 1 w 4687
δʼ 8 w 4689
ἅμʼ 1 w 4692
Αἴαντος 1 w 4699
νᾶσος 1 w 4704
ἔχει 2 w 4708
Σαλαμίς 1 w 4715
ἐνθάδε 1 w 4722
Φοινίσσας 1 w 4731
νῆας 2 w 4735
καὶ 29 w 4738
Πέρσας 1 w 4744
ἑλόντες 1 w 4751
καὶ 30 w 4754
Μήδους 1 w 4760
ἱερὰν 1 w 4766
Ἑλλάδα 1 w 4772
ῥυσάμεθα 1 w 4780
τὸ 16 w 4783
δʼ 9 w 4785
ἐν 16 w 4787
Ἰσθμῷ 1 w 4792
κενοτάφιον 1 w 4802
ἐπιγραφὴν 1 w 4811
ἔχει 3 w 4815
ταύτην 1 w 4821
ἀκμᾶς 1 w 4826
ἑστακυῖαν 1 w 4835
ἐπὶ 3 w 4838
ξυροῦ 1 w 4843
Ἑλλάδα 2 w 4849
πᾶσαν 1 w 4854
ταῖς 2 w 4858
αὐτῶν 2 w 4863
ψυχαῖς 1 w 4869
κείμεθα 1 w 4876
ῥυσάμενοι 1 w 4885
Διοδώρου 1 w 4894
δέ 6 w 4896
τινος 1 w 4901
τῶν 16 w 4904
Κορινθίων 4 w 4913
τριηράρχων 2 w 4923
ἐν 17 w 4925
ἱερῷ 1 w 4929
Λητοῦς 1 w 4935
ἀναθήμασι 2 w 4944
κειμένοις 1 w 4953
καὶ 31 w 4956
τοῦτʼ 1 w 4961
ἐπιγέγραπται 1 w 4973
ταῦτʼ 1 w 4978
ἀπὸ 3 w 4981
δυσμενέων 1 w 4990
Μήδων 1 w 4995
ναῦται 1 w 5001
Διοδώρου 2 w 5009
ὅπλʼ 1 w 5013
ἀνέθεν 1 w 5019
Λατοῖ 1 w 5024
μνάματα 1 w 5032
ναυμαχίας 2 w 5041
αὐτός 1 w 5047
γε 17 w 5049
μὴν 1 w 5052
13 w 5053
Ἀδείμαντος 3 w 5063
πλεῖστα 1 w 5071
λοιδορούμενος 1 w 5084
Ἡρόδοτος 3 w 5092
διατελεῖ 1 w 5100
καὶ 32 w 5103
λέγων 2 w 5108
μοῦνον 1 w 5114
ἀσπαίρειν 1 w 5123
τῶν 17 w 5126
στρατηγῶν 1 w 5135
ὡς 8 w 5138
φευξόμενον 1 w 5148
ἀπʼ 1 w 5151
Ἀρτεμισίου 1 w 5161
καὶ 33 w 5164
μὴ 5 w 5167
περιμενοῦντα 1 w 5179
σκόπει 1 w 5185
τίνα 1 w 5189
δόξαν 3 w 5194
εἶχεν 1 w 5199
οὗτος 2 w 5204
Ἀδειμάντου 1 w 5214
κείνου 2 w 5220
τάφος 1 w 5225
ὃν 1 w 5228
δία 1 w 5231
πᾶσα 2 w 5235
Ἑλλὰς 1 w 5240
ἐλευθερίας 2 w 5250
ἀμφέθετο 1 w 5258
στέφανον 1 w 5266
οὔτε 2 w 5271
γὰρ 7 w 5274
τελευτήσαντι 1 w 5286
τοιαύτην 1 w 5294
εἰκὸς 3 w 5299
ἦν 3 w 5301
ἀνδρὶ 2 w 5306
δειλῷ 1 w 5311
καὶ 34 w 5314
προδότῃ 1 w 5321
γενέσθαι 2 w 5329
τιμήν 1 w 5334
οὔτʼ 1 w 5339
ἂν 1 w 5341
ἐτόλμησε 1 w 5349
τῶν 18 w 5352
θυγατέρων 1 w 5361
ὄνομα 1 w 5366
θέσθαι 1 w 5372
τῇ 4 w 5374
μὲν 11 w 5377
Ναυσινίκην 1 w 5387
τῇ 5 w 5389
δʼ 10 w 5391
Ἀκροθίνιον 1 w 5401
τῇ 6 w 5403
δʼ 11 w 5405
Ἀλεξιβίαν 1 w 5414
Ἀριστέα 1 w 5422
δὲ 23 w 5424
καλέσαι 1 w 5431
τὸν 8 w 5434
υἱόν 1 w 5438
εἰ 14 w 5441
μή 3 w 5443
τις 5 w 5446
ἦν 4 w 5448
ἐπιφάνεια 1 w 5457
καὶ 35 w 5460
λαμπρότης 1 w 5469
περὶ 7 w 5473
αὐτὸν 1 w 5478
ἀπὸ 4 w 5481
τῶν 19 w 5484
ἔργων 2 w 5489
ἐκείνων 1 w 5496
καὶ 36 w 5500
μὴν 2 w 5503
ὅτι 4 w 5506
μόναι 1 w 5511
τῶν 20 w 5514
Ἑλληνίδων 1 w 5523
αἱ 1 w 5525
Κορίνθιαι 1 w 5534
γυναῖκες 1 w 5542
εὔξαντο 1 w 5549
τὴν 13 w 5552
καλὴν 2 w 5557
ἐκείνην 1 w 5564
καὶ 37 w 5567
δαιμόνιον 1 w 5576
εὐχήν 1 w 5581
ἔρωτα 1 w 5587
τοῖς 9 w 5591
ἀνδράσι 1 w 5598
τῆς 11 w 5601
πρὸς 5 w 5605
τοὺς 10 w 5609
βαρβάρους 1 w 5618
μάχης 2 w 5623
ἐμβαλεῖν 1 w 5631
τὴν 14 w 5634
θεόν 1 w 5638
οὐχ 2 w 5642
ὅπως 1 w 5646
τοὺς 11 w 5650
περὶ 8 w 5654
τὸν 10 w 5657
Ἡρόδοτον 1 w 5665
ἀγνοῆσαι 1 w 5673
πιθανὸν 1 w 5680
ἦν 5 w 5682
ἀλλʼ 4 w 5687
οὐδὲ 5 w 5691
τὸν 11 w 5694
ἔσχατον 1 w 5701
Καρῶν 1 w 5706
διεβοήθη 1 w 5715
γὰρ 8 w 5718
τὸ 21 w 5720
πρᾶγμα 1 w 5726
καὶ 38 w 5729
Σιμωνίδης 2 w 5738
ἐποίησεν 1 w 5746
ἐπίγραμμα 1 w 5755
χαλκῶν 1 w 5762
εἰκόνων 1 w 5769
ἀνασταθεισῶν 1 w 5781
ἐν 18 w 5783
τῷ 9 w 5785
ναῷ 1 w 5788
τῆς 12 w 5791
Ἀφροδίτης 1 w 5800
ὃν 2 w 5803
ἱδρύσασθαι 1 w 5813
Μήδειαν 1 w 5820
λέγουσιν 1 w 5828
οἱ 7 w 5831
μὲν 12 w 5834
αὐτὴν 2 w 5839
παυσαμένην 1 w 5849
τἀνδρός 1 w 5856
οἱ 8 w 5859
δʼ 12 w 5861
ἐπὶ 4 w 5864
τῷ 10 w 5866
τὸν 12 w 5869
Ἰάσονα 1 w 5875
τῆς 13 w 5878
Θέτιδος 1 w 5885
ἐρῶντα 1 w 5891
παῦσαι 1 w 5897
τὴν 16 w 5900
θεόν 2 w 5904
τὸ 23 w 5907
δʼ 13 w 5909
ἐπίγραμμα 2 w 5918
τοῦτʼ 2 w 5923
ἐστὶν 1 w 5928
αἵδʼ 1 w 5932
ὑπὲρ 2 w 5936
Ἑλλάνων 1 w 5943
τε 27 w 5945
καὶ 39 w 5948
ἰθυμάχων 1 w 5956
πολιητᾶν 1 w 5964
ἔσταθεν 1 w 5971
εὐξάμεναι 1 w 5980
Κύπριδι 1 w 5987
δαιμόνια 1 w 5995
οὐ 19 w 5998
γὰρ 9 w 6001
τοξοφόροισιν 1 w 6013
ἐμήδετο 1 w 6020
δῖʼ 1 w 6023
Ἀφροδίτα 1 w 6031
Μήδοις 2 w 6037
Ἑλλάνων 2 w 6044
ἀκρόπολιν 1 w 6053
προδόμεν 1 w 6061
ταῦτʼ 2 w 6067
ἔδει 2 w 6071
γράφειν 1 w 6078
καὶ 40 w 6081
τούτων 1 w 6087
μεμνῆσθαι 1 w 6096
μᾶλλον 2 w 6102
6 w 6104
τὴν 17 w 6107
Ἀμεινοκλέους 1 w 6119
ἐμβαλεῖν 2 w 6127
παιδοφονίαν 1 w 6138
τῶν 21 w 6142
τοίνυν 2 w 6148
αἰτιῶν 1 w 6154
τῶν 22 w 6157
κατὰ 4 w 6161
Θεμιστοκλέους 4 w 6174
ἀνέδην 1 w 6180
ἐμφορηθείς 1 w 6190
ἐν 19 w 6193
οἷς 1 w 6196
κλέπτοντα 1 w 6205
καὶ 41 w 6208
πλεονεκτοῦντα 1 w 6221
λάθρα 1 w 6226
τῶν 23 w 6229
ἄλλων 1 w 6234
στρατηγῶν 2 w 6243
οὔ 4 w 6245
φησι 1 w 6249
παύσασθαι 1 w 6258
περὶ 9 w 6262
τὰς 4 w 6265
νήσους 1 w 6271
τέλος 1 w 6277
αὐτῶν 3 w 6282
Ἀθηναίων 2 w 6290
τὸν 13 w 6293
στέφανον 2 w 6301
ἀφελόμενος 1 w 6311
Αἰγινήταις 1 w 6321
ἐπιτίθησι 1 w 6330
γράφων 1 w 6337
ταῦτα 5 w 6342
πέμψαντες 1 w 6351
ἀκροθίνια 1 w 6360
οἱ 9 w 6363
Ἕλληνες 3 w 6370
εἰς 6 w 6373
Δελφοὺς 1 w 6380
ἐπηρώτων 1 w 6388
τὸν 14 w 6391
θεὸν 1 w 6395
κοινῇ 1 w 6400
εἰ 17 w 6403
λελάβηκε 1 w 6411
πλήρεα 1 w 6417
καὶ 42 w 6420
ἀρεστὰ 1 w 6426
τὰ 18 w 6428
ἀκροθίνια 2 w 6437
14 w 6439
δὲ 25 w 6441
παρʼ 1 w 6445
Ἑλλήνων 3 w 6452
μὲν 13 w 6455
τῶν 25 w 6458
ἄλλων 2 w 6463
ἔφησε 1 w 6468
ἔχειν 1 w 6473
παρʼ 2 w 6478
Αἰγινητέων 1 w 6488
δὲ 26 w 6490
οὒ 1 w 6492
ἀλλʼ 5 w 6497
ἀπαίτεε 1 w 6504
αὐτοὺς 3 w 6510
τὰ 19 w 6512
ἀριστεῖα 1 w 6520
τῆς 14 w 6523
ἐν 20 w 6525
Σαλαμῖνι 3 w 6533
ναυμαχίας 3 w 6542
οὐκέτι 1 w 6549
Σκύθαις 1 w 6556
οὐδὲ 6 w 6560
Πέρσαις 1 w 6567
οὐδʼ 2 w 6571
Αἰγυπτίοις 1 w 6581
τοὺς 13 w 6585
ἑαυτοῦ 2 w 6591
λόγους 1 w 6597
ἀνατίθησι 1 w 6606
πλάττων 1 w 6613
ὥσπερ 3 w 6619
Αἴσωπος 1 w 6626
κόραξι 1 w 6632
καὶ 43 w 6635
πιθήκοις 1 w 6643
ἀλλὰ 8 w 6648
τῷ 11 w 6650
τοῦ 20 w 6653
Πυθίου 1 w 6659
προσώπῳ 1 w 6666
χρώμενος 1 w 6674
ἀπωθεῖ 1 w 6681
τῶν 26 w 6684
ἐν 21 w 6686
Σαλαμῖνι 4 w 6694
πρωτείων 1 w 6702
τὰς 5 w 6705
Ἀθήνας 1 w 6711
Θεμιστοκλεῖ 2 w 6723
δὲ 28 w 6725
τῶν 27 w 6728
δευτερείων 1 w 6738
ἐν 22 w 6740
Ἰσθμῷ 2 w 6745
γενομένων 2 w 6754
διὰ 3 w 6757
τὸ 26 w 6759
τῶν 28 w 6762
στρατηγῶν 3 w 6771
ἕκαστον 1 w 6778
αὑτῷ 1 w 6782
μὲν 14 w 6785
τὸ 27 w 6787
πρωτεῖον 1 w 6795
ἐκείνῳ 1 w 6801
δὲ 29 w 6803
τὸ 28 w 6805
δευτερεῖον 1 w 6815
ἀποδοῦναι 1 w 6824
καὶ 44 w 6828
τέλος 2 w 6833
τῆς 15 w 6836
κρίσεως 1 w 6843
μὴ 7 w 6845
λαβούσης 1 w 6853
δέον 2 w 6858
αἰτιάσασθαι 1 w 6869
τὴν 18 w 6872
φιλοτιμίαν 1 w 6882
τῶν 29 w 6885
στρατηγῶν 4 w 6894
πάντας 1 w 6901
ἀποπλεῦσαί 1 w 6911
φησι 2 w 6915
τοὺς 14 w 6919
Ἕλληνας 2 w 6926
ὑπὸ 3 w 6929
φθόνου 1 w 6935
μὴ 8 w 6937
βουληθέντας 1 w 6948
ἀναγορεῦσαι 1 w 6959
τὸν 15 w 6962
ἄνδρα 2 w 6967
πρῶτον 1 w 6973