Scaife ATLAS

CTS Library / Περὶ τῆς Ῥωμαίων τύχης

Περὶ τῆς Ῥωμαίων τύχης (1-5)

urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4:1-5
Refs {'start': {'reference': '1', 'human_reference': 'Section 1'}, 'end': {'reference': '5', 'human_reference': 'Section 5'}}
Ancestors []
Children []
prev
plain textXML
next

316b
αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους
316c
ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλοις μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ
5
ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ [*] μὲν ὡς καλὸν μὲν [*] ἀνωφελὲς δέ, Τύχη [*] δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν
10
λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ
316d
λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, λυσιτελέστατον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά· βεβαιότατον εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ποιητὴς ἐν τοῖς
15
δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα [*] τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων [*] γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν [*] ἄνδρας, εἰς δόξαν ἀνάγουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί
δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι
316e
τῇ Ῥώμῃ καὶ ζηλωτὸν ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν,
5
εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν κατὰ πρόνοιαν.

ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός

10
γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων [*] φησὶν ἐκ πυρὸς
15
316f
καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν· αἱ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι
20
τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ
317a
θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις
25
ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν [*] καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ
πλάνης ὥς φησι Δημόκριτος. [*] ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδʼ ἐθέλειν [*] τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι
5
μικρῶν καὶ σποράδην φερομένων [*] διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς,
317b
τῶν δʼ ἁδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης
10
καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν [*] παρασχεῖν· οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας
15
ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν [*] φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ
317c
τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο
20
δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης,
25
ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι.

νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος [*] ὥσπερ ἀπὸ σκοπῆς [*] καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα

5
καθεστηκός, ἐπανθεῖ [*] δέ τι καὶ τῷ προσώπῳ πρὸς
317d
τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος
ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, [*]
10
ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Μούκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι
15
Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος [*] ἐκεῖ Σκευόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην
317e
τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος [*] ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ
20
σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι; τοιοῦτος τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν,
βριθὺς [*] ὁπλιτοπάλας δάιος ἀντιπάλοις.

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ

τὸ φρόνημα καὶ μεγάλαυχον ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα [*] περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν,
5
εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν
317f
Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως Τύχη καταλιποῦσα Πέρσας
10
καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου
318a
καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν
15
ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ἀπειθὴς [*] κατὰ Πίνδαρον οὐδὲ δίδυμον στρέφουσα πηδάλιον ἀλλὰ
20
μᾶλλον εὐνομίας καὶ [*] Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας [*] θυγάτηρ ὡς γενεαλογεῖ Ἀλκμάν. [*] τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει
318b
πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα
25
καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ
δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς [*] ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, [*] οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος
5
Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων
318c
ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ [*] καὶ
10
Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ
15
αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς
20
οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους [*]
318d
ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.
καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος.
25
καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ [*] τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,
καὶ εἰκότως· [*] πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ κατὰ Μένανδρον, [*] ἀλλὰ τύχη μετέσχηκεν.

ἆρʼ οὖν [*] ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους,

5
ὡς, τῇ Τύχῃ πλέον τῇ Ἀρετῇ νέμοντας; Ἀρετῆς μέν γε [*] παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων Νομαντῖνος, εἶτα Μάρκελλος
318e
τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον· καὶ τὸ τῆς Μέντις καλουμένης (Γνώμης ἂν
10
νομίζοιτο) [*] Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη [*] τότε λόγων καὶ σοφισμάτων [*] καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης καρτερίας
15
μεγαλοψυχίας ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος,
318f
Νομᾶ [*] θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς
20
γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, [*] πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε [*] Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο [*] διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ
αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων
319a
ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα
5
τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν ὁσίως [*] με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας
10
οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη [*] παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ [*] βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. [*] τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν [*]
15
319b
καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἀριστευτικὴν ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς
20
ἐμαρτύρησε.

Tokens

αἱ 1 w 2
πολλοὺς 1 w 9
πολλάκις 1 w 17
ἠγωνισμέναι 1 w 28
καὶ 1 w 31
μεγάλους 1 w 39
ἀγῶνας 1 w 45
Ἀρετὴ 1 w 50
καὶ 2 w 53
Τύχη 1 w 57
πρὸς 1 w 61
ἀλλήλοις 1 w 69
μέγιστον 1 w 77
ἀγωνίζονται 1 w 88
τὸν 1 w 91
παρόντα 1 w 98
περὶ 1 w 103
τῆς 1 w 106
Ῥωμαίων 1 w 113
ἡγεμονίας 1 w 122
διαδικαζόμεναι 1 w 136
ποτέρας 1 w 143
γέγονεν 1 w 150
ἔργον 1 w 155
καὶ 3 w 158
ποτέρα 2 w 164
τὴν 1 w 167
τηλικαύτην 1 w 177
δύναμιν 1 w 184
γεγέννηκεν 1 w 194
οὐ 1 w 197
γὰρ 1 w 200
μικρὸν 1 w 206
ἔσται 1 w 211
τῇ 1 w 213
περιγενομένῃ 1 w 225
τοῦτο 1 w 230
μαρτύριον 1 w 239
μᾶλλον 1 w 246
δʼ 1 w 248
ἀπολόγημα 1 w 257
πρὸς 2 w 261
κατηγορίαν 1 w 271
κατηγορεῖται 1 w 284
δʼ 2 w 286
Ἀρετὴ 2 w 291
Ἀρετὴ 3 w 296
ἀρετῆς 1 w 303
Cobetus 1 w 310
μὲν 1 w 313
ὡς 1 w 315
καλὸν 1 w 320
μὲν 2 w 323
καλὸν 2 w 328
μὲν 3 w 331
R 1 w 332
καλὸν 3 w 338
ἀνωφελὲς 1 w 346
δέ 1 w 348
Τύχη 2 w 353
Τύχη 3 w 357
τύχης 1 w 363
δὲ 1 w 365
Cobetus 2 w 372
δʼ 3 w 374
ὡς 2 w 376
ἀβέβαιον 1 w 384
μὲν 4 w 387
ἀγαθὸν 1 w 393
δέ 2 w 395
καὶ 4 w 399
τὴν 2 w 402
μὲν 5 w 405
ἄκαρπα 1 w 411
πονεῖν 1 w 417
λέγουσι 1 w 424
τὴν 3 w 428
δʼ 4 w 430
ἄπιστα 1 w 436
δωρεῖσθαι 1 w 445
τίς 1 w 449
οὖν 1 w 452
οὐχὶ 1 w 456
λέξει 1 w 461
τῇ 2 w 464
ἑτέρᾳ 1 w 469
τῆς 3 w 472
Ῥώμης 1 w 477
προστεθείσης 1 w 489
1 w 491
λυσιτελέστατον 1 w 505
Ἀρετήν 1 w 511
εἰ 1 w 514
τηλικαῦτα 1 w 523
τοὺς 1 w 527
ἀγαθοὺς 1 w 534
δέδρακεν 1 w 542
ἀγαθά 1 w 547
2 w 549
βεβαιότατον 1 w 560
εὐτυχίαν 1 w 568
χρόνον 1 w 575
ἤδη 1 w 578
τοσοῦτον 1 w 586
1 w 587
δέδωκε 1 w 593
τηροῦσαν 1 w 601
Ἴων 1 w 605
μὲν 6 w 608
οὖν 2 w 611
1 w 612
ποιητὴς 1 w 619
ἐν 1 w 621
τοῖς 1 w 625
δίχα 1 w 629
μέτρου 1 w 635
καὶ 5 w 638
καταλογάδην 1 w 649
αὐτῷ 1 w 653
γεγραμμένοις 1 w 665
φησὶν 1 w 670
ἀνομοιότατον 1 w 682
πρᾶγμα 1 w 688
πρᾶγμα 2 w 694
del 1 w 698
Abreschius 1 w 709
τῇ 3 w 711
σοφίᾳ 1 w 716
τὴν 4 w 719
τύχην 1 w 724
οὖσαν 1 w 729
ὁμοιοτάτων 1 w 739
πραγμάτων 1 w 748
πραγμάτων 2 w 757
del 2 w 761
Abreschius 2 w 772
γίγνεσθαι 1 w 781
δημιουργόν 1 w 791
αὔξουσιν 1 w 800
ἀμφότεραι 1 w 809
πόλεις 1 w 815
κοσμοῦσιν 1 w 825
πόλεις 2 w 831
κοσμοῦσιν 2 w 841
R 2 w 842
προσκοσμοῦσιν 1 w 856
ἄνδρας 1 w 862
εἰς 1 w 866
δόξαν 1 w 871
ἀνάγουσιν 1 w 880
εἰς 2 w 883
δύναμιν 2 w 890
εἰς 3 w 893
ἡγεμονίαν 1 w 902
τί 2 w 905
δεῖ 1 w 908
τὰ 1 w 910
πολλὰ 1 w 915
μηκύνειν 1 w 923
ἐξαριθμούμενον 1 w 937
αὐτὴν 1 w 943
τὴν 6 w 946
τὰ 2 w 948
πάντα 1 w 953
γεννῶσαν 1 w 961
ἡμῖν 1 w 965
καὶ 6 w 968
φέρουσαν 1 w 976
φύσιν 1 w 981
οἱ 1 w 983
μὲν 7 w 986
τύχην 2 w 991
εἶναι 1 w 996
νομίζουσιν 1 w 1006
οἱ 2 w 1009
δὲ 2 w 1011
σοφίαν 1 w 1017
διὸ 1 w 1021
καλόν 1 w 1026
τι 1 w 1028
τῇ 4 w 1030
Ῥώμῃ 1 w 1034
καὶ 7 w 1037
ζηλωτὸν 1 w 1044
3 w 1045
ἐνεστὼς 1 w 1052
λόγος 1 w 1057
ἀξίωμα 1 w 1063
περιτίθησιν 1 w 1074
εἰ 5 w 1077
διαποροῦμεν 1 w 1088
περὶ 2 w 1092
αὐτῆς 1 w 1097
ὡς 3 w 1100
ὑπὲρ 1 w 1104
γῆς 1 w 1107
καὶ 8 w 1110
θαλάττης 1 w 1118
καὶ 9 w 1121
οὐρανοῦ 1 w 1128
καὶ 10 w 1131
ἄστρων 1 w 1137
πότερον 1 w 1145
κατὰ 1 w 1149
τύχην 3 w 1154
συνέστηκεν 1 w 1164
3 w 1165
κατὰ 2 w 1169
πρόνοιαν 1 w 1177
ἐγὼ 1 w 1181
δέ 5 w 1183
ὅτι 1 w 1187
μέν 4 w 1190
εἰ 6 w 1193
καὶ 11 w 1196
πάνυ 1 w 1200
πρὸς 3 w 1204
ἀλλήλας 1 w 1211
ἀεὶ 1 w 1214
πολεμοῦσι 1 w 1223
καὶ 12 w 1226
διαφέρονται 1 w 1237
Τύχη 4 w 1241
καὶ 13 w 1244
Ἀρετή 2 w 1249
πρός 1 w 1254
γε 7 w 1256
τηλικαύτην 2 w 1266
σύμπηξιν 1 w 1274
ἀρχῆς 1 w 1279
καὶ 14 w 1282
δυνάμεως 1 w 1290
εἰκός 1 w 1295
ἐστιν 1 w 1300
αὐτὰς 1 w 1305
σπεισαμένας 1 w 1316
συνελθεῖν 1 w 1325
καὶ 15 w 1328
συνελθούσας 1 w 1339
ἐπιτελειῶσαι 1 w 1351
καὶ 16 w 1354
συναπεργάσασθαι 1 w 1369
τῶν 1 w 1372
ἀνθρωπίνων 1 w 1382
ἔργων 1 w 1387
τὸ 3 w 1389
κάλλιστον 1 w 1398
ὀρθῶς 1 w 1404
ὑπονοεῖν 1 w 1412
οἴομαι 1 w 1418
καὶ 17 w 1422
νομίζω 1 w 1428
καθάπερ 1 w 1436
Πλάτων 1 w 1442
Πλάτων 2 w 1448
Tim 1 w 1452
p 1 w 1454
28 1 w 1457
b 5 w 1458
32 1 w 1461
b 6 w 1462
φησὶν 2 w 1467
ἐκ 1 w 1469
πυρὸς 1 w 1474
καὶ 18 w 1477
γῆς 2 w 1480
ὡς 4 w 1482
ἀναγκαίων 1 w 1491
τε 6 w 1493
καὶ 19 w 1496
πρώτων 1 w 1502
γεγονέναι 1 w 1511
τὸν 3 w 1514
σύμπαντα 1 w 1522
κόσμον 1 w 1528
ἵνʼ 1 w 1532
ὁρατός 1 w 1538
τε 7 w 1540
γένηται 1 w 1547
καὶ 20 w 1550
ἁπτός 1 w 1555
γῆς 3 w 1559
μὲν 8 w 1562
τὸ 5 w 1564
ἐμβριθὲς 1 w 1572
καὶ 21 w 1575
στάσιμον 1 w 1583
αὐτῷ 2 w 1587
συμβαλομένης 1 w 1599
πυρὸς 2 w 1605
δὲ 3 w 1607
χρῶμα 1 w 1612
καὶ 22 w 1615
μορφὴν 1 w 1621
καὶ 23 w 1624
κίνησιν 1 w 1631
αἱ 2 w 1634
δʼ 5 w 1636
ἐν 3 w 1638
μέσῳ 1 w 1642
φύσεις 1 w 1648
ὕδωρ 1 w 1653
καὶ 24 w 1656
ἀήρ 1 w 1659
μαλάξασαι 1 w 1669
καὶ 25 w 1672
σβέσασαι 1 w 1680
τὴν 7 w 1683
ἑκατέρου 1 w 1691
τῶν 2 w 1694
ἄκρων 1 w 1699
ἀνομοιότητα 1 w 1710
συνήγαγον 1 w 1719
καὶ 26 w 1722
ἀνεμίξαντο 1 w 1732
τὴν 8 w 1735
ὕλην 1 w 1739
διʼ 1 w 1742
αὐτῶν 1 w 1747
οὕτως 1 w 1753
ἄρα 1 w 1756
καὶ 27 w 1759
5 w 1760
τὴν 9 w 1763
Ῥώμην 1 w 1768
ὑποβαλόμενος 1 w 1780
χρόνος 1 w 1786
μετὰ 1 w 1790
θεοῦ 1 w 1794
τύχην 4 w 1799
καὶ 28 w 1802
ἀρετὴν 1 w 1808
ἐκέρασε 1 w 1815
καὶ 29 w 1818
συνέζευξεν 1 w 1828
ἵνʼ 2 w 1832
ἑκατέρας 1 w 1840
λαβὼν 1 w 1845
τὸ 6 w 1847
οἰκεῖον 1 w 1854
ἀπεργάσηται 1 w 1865
πᾶσιν 1 w 1870
ἀνθρώποις 1 w 1879
ἑστίαν 1 w 1885
ἱερὰν 1 w 1890
ὡς 5 w 1892
ἀληθῶς 1 w 1898
καὶ 30 w 1901
ἀνησιδώραν 1 w 1911
ἀνησιδώραν 2 w 1921
Iunius 1 w 1927
ὀνησιδώραν 1 w 1938
καὶ 31 w 1941
πεῖσμα 1 w 1947
μόνιμον 1 w 1954
καὶ 32 w 1957
στοιχεῖον 1 w 1966
ἀίδιον 1 w 1972
ὑποφερομένοις 1 w 1986
τοῖς 2 w 1990
πράγμασιν 1 w 1999
ἀγκυρηβόλιον 1 w 2011
σάλου 1 w 2016
καὶ 33 w 2019
πλάνης 1 w 2025
ὥς 1 w 2027
φησι 1 w 2031
Δημόκριτος 1 w 2041
Δημόκριτος 2 w 2052
Mullach 1 w 2060
1 1 w 2062
p 2 w 2063
359 1 w 2067
ὡς 6 w 2069
γὰρ 2 w 2072
οἱ 3 w 2074
φυσικοὶ 1 w 2081
τὸν 4 w 2084
κόσμον 2 w 2090
λέγουσιν 1 w 2098
οὐκ 1 w 2101
εἶναι 2 w 2106
κόσμον 3 w 2112
οὐδʼ 1 w 2116
ἐθέλειν 1 w 2123
οὐδ 2 w 2126
ἐθέλειν 2 w 2134
οὐδὲ 1 w 2140
θέλειν 3 w 2146
τὰ 7 w 2148
σώματα 1 w 2154
συνελθόντα 1 w 2164
καὶ 34 w 2167
συμμιγέντα 1 w 2177
κοινὸν 1 w 2183
ἐκ 3 w 2185
πάντων 1 w 2191
εἶδος 1 w 2196
τῇ 5 w 2198
φύσει 2 w 2203
παρασχεῖν 1 w 2212
ἀλλὰ 1 w 2217
τῶν 4 w 2220
μὲν 9 w 2223
ἔτι 1 w 2226
μικρῶν 1 w 2232
καὶ 35 w 2235
σποράδην 1 w 2243
φερομένων 1 w 2252
φερομένων 2 w 2261
Madvigius 1 w 2270
φερομένων 3 w 2280
καὶ 36 w 2283
διολισθανόντων 1 w 2297
καὶ 37 w 2300
ὑποφευγόντων 1 w 2312
τὰς 2 w 2315
ἐναπολήψεις 1 w 2326
καὶ 38 w 2329
περιπλοκάς 1 w 2339
τῶν 5 w 2343
δʼ 7 w 2345
ἁδροτέρων 1 w 2354
καὶ 39 w 2357
συνεστηκότων 1 w 2369
ἤδη 2 w 2372
δεινοὺς 1 w 2379
ἀγῶνας 2 w 2385
πρὸς 4 w 2389
ἄλληλα 1 w 2395
καὶ 40 w 2398
διαταραχὰς 1 w 2408
λαμβανόντων 1 w 2419
κλύδωνα 1 w 2427
καὶ 41 w 2430
βρασμὸν 1 w 2437
εἶναι 3 w 2442
καὶ 42 w 2445
φθόρου 1 w 2451
καὶ 43 w 2454
πλάνης 2 w 2460
καὶ 44 w 2463
ναυαγίων 1 w 2471
μεστὰ 1 w 2476
πάντα 2 w 2481
πρίν 1 w 2486
γε 9 w 2488
τὴν 11 w 2491
γῆν 1 w 2494
μέγεθος 1 w 2501
λαβοῦσαν 1 w 2509
ἐκ 4 w 2511
τῶν 6 w 2514
συνισταμένων 1 w 2526
καὶ 45 w 2529
φερομένων 4 w 2538
ἱδρυθῆναί 1 w 2547
πως 1 w 2550
αὐτὴν 2 w 2555
καὶ 46 w 2558
τοῖς 3 w 2562
ἄλλοις 1 w 2568
ἵδρυσιν 1 w 2575
ἐν 5 w 2577
αὑτῇ 1 w 2581
καὶ 47 w 2584
περὶ 3 w 2588
αὑτὴν 1 w 2593
αὑτῇ 2 w 2597
et 3 w 2599
αὑτὴν 2 w 2604
αὐτῇ 1 w 2610
et 4 w 2612
αὐτὴν 3 w 2617
παρασχεῖν 2 w 2626
οὕτω 2 w 2631
τῶν 7 w 2634
μεγίστων 1 w 2642
ἐν 6 w 2644
ἀνθρώποις 2 w 2653
δυνάμεων 1 w 2661
καὶ 48 w 2664
ἡγεμονιῶν 1 w 2673
κατὰ 3 w 2677
τύχας 1 w 2682
ἐλαυνομένων 1 w 2693
καὶ 49 w 2696
συμφερομένων 1 w 2708
ὑπὸ 1 w 2711
τοῦ 2 w 2714
μηδένα 1 w 2720
κρατεῖν 1 w 2727
βούλεσθαι 1 w 2736
δὲ 5 w 2738
πάντας 1 w 2744
ἀμήχανος 1 w 2753
ἦν 1 w 2755
5 w 2756
ἦν 2 w 2758
6 w 2759
Madvigius 2 w 2768
7 w 2770
φορὰ 1 w 2774
καὶ 50 w 2777
πλάνη 3 w 2782
καὶ 51 w 2785
μεταβολὴ 1 w 2793
πᾶσα 1 w 2797
πάντων 2 w 2803
μέχρι 1 w 2809
οὗ 1 w 2811
τῆς 5 w 2814
Ῥώμης 2 w 2819
ἰσχὺν 1 w 2824
καὶ 52 w 2827
αὔξησιν 1 w 2834
λαβούσης 1 w 2842
καὶ 53 w 2845
ἀναδησαμένης 1 w 2857
τοῦτο 2 w 2862
μὲν 10 w 2865
ἔθνη 1 w 2869
καὶ 54 w 2872
δήμους 1 w 2878
ἐν 7 w 2880
αὑτῇ 3 w 2884
τοῦτο 3 w 2890
δʼ 8 w 2892
ἀλλοφύλους 1 w 2902
καὶ 55 w 2905
διαποντίους 1 w 2916
βασιλέων 1 w 2924
ἡγεμονίας 2 w 2933
ἕδραν 1 w 2939
ἔσχε 1 w 2943
τὰ 11 w 2945
μέγιστα 1 w 2952
καὶ 56 w 2955
ἀσφάλειαν 1 w 2964
εἰς 4 w 2968
κόσμον 4 w 2974
εἰρήνης 1 w 2981
καὶ 57 w 2984
ἕνα 1 w 2987
κύκλον 1 w 2993
τῆς 6 w 2996
ἡγεμονίας 3 w 3005
ἄπταιστον 1 w 3014
περιφερομένης 1 w 3027
πάσης 1 w 3033
μὲν 11 w 3036
ἀρετῆς 2 w 3042
ἐγγενομένης 1 w 3053
τοῖς 4 w 3057
ταῦτα 1 w 3062
μηχανησαμένοις 1 w 3076
πολλῆς 1 w 3083
δὲ 6 w 3085
καὶ 58 w 3088
τύχης 2 w 3093
συνελθούσης 1 w 3104
ὡς 7 w 3107
ἐνέσται 1 w 3114
τοῦ 5 w 3117
λόγου 1 w 3122
προϊόντος 1 w 3131
ἐνδείξασθαι 1 w 3142
νυνὶ 1 w 3147
δέ 7 w 3149
μοι 4 w 3152
δοκῶ 1 w 3156
τοῦ 6 w 3159
προβλήματος 1 w 3170
τοῦ 7 w 3173
προβλήματος 2 w 3184
fort 1 w 3189
πρὸ 5 w 3193
τοῦ 8 w 3196
aut 1 w 3200
πρό 3 w 3203
του 1 w 3206
βήματος 1 w 3214
ut 2 w 3217
cum 1 w 3220
βαδιζούσας 1 w 3230
iungatur 1 w 3238
ὥσπερ 1 w 3243
ἀπὸ 1 w 3246
σκοπῆς 1 w 3252
σκοπιῆς 1 w 3259
Duebnerus 1 w 3268
Homeri 1 w 3274
Δ 3 w 3275
275 1 w 3278
δ 65 w 3280
524 1 w 3283
memor 1 w 3288
sed 1 w 3292
cf 1 w 3294
Vit 1 w 3298
Tit 1 w 3302
c 6 w 3304
5 4 w 3306
καθορᾶν 1 w 3313
ἐπὶ 1 w 3316
τὴν 16 w 3319
σύγκρισιν 1 w 3328
καὶ 59 w 3331
τὸν 5 w 3334
ἀγῶνα 3 w 3339
τήν 2 w 3342
τε 9 w 3344
Τύχην 1 w 3349
καὶ 60 w 3352
τὴν 17 w 3355
Ἀρετὴν 1 w 3361
βαδιζούσας 2 w 3371
ἀλλὰ 2 w 3376
τῆς 8 w 3379
μὲν 12 w 3382
Ἀρετῆς 1 w 3388
πρᾶόν 1 w 3393
τε 10 w 3395
τὸ 9 w 3397
βάδισμα 1 w 3404
καὶ 61 w 3407
τὸ 10 w 3409
βλέμμα 1 w 3415
καθεστηκός 1 w 3425
ἐπανθεῖ 1 w 3433
ἐπανθεῖ 2 w 3440
Cobetus 3 w 3447
παρέχει 1 w 3455
δέ 8 w 3457
τι 5 w 3459
καὶ 62 w 3462
τῷ 3 w 3464
προσώπῳ 1 w 3471
πρὸς 5 w 3475
τὴν 19 w 3478
ἅμιλλαν 1 w 3485
ἐρύθημα 1 w 3492
τῆς 10 w 3495
φιλοτιμίας 1 w 3505
καὶ 63 w 3509
πολὺ 1 w 3513
μὲν 13 w 3516
ὑστερεῖ 1 w 3523
σπευδούσης 1 w 3533
τῆς 11 w 3536
Τύχης 1 w 3541
ἄγουσι 1 w 3548
δʼ 9 w 3550
αὐτὴν 4 w 3555
καὶ 64 w 3558
δορυφοροῦσι 1 w 3569
κατὰ 4 w 3573
πλῆθος 1 w 3579
ἄνδρες 1 w 3585
ἀρηίφατοι 1 w 3594
βεβροτωμένα 1 w 3605
τεύχεʼ 1 w 3611
ἔχοντες 1 w 3618
Hom 2 w 3622
λ 96 w 3624
41 1 w 3626
ἐναντίων 1 w 3634
τραυμάτων 1 w 3643
ἀνάπλεῳ 1 w 3650
αἷμα 1 w 3655
συμμεμιγμένον 1 w 3668
ἱδρῶτι 1 w 3674
σταλάζοντες 1 w 3685
ἡμικλάστοις 1 w 3697
ἐπιβεβηκότες 1 w 3709
λαφύροις 1 w 3717
βούλεσθε 1 w 3726
δὲ 7 w 3728
πυθώμεθα 1 w 3736
τίνες 1 w 3742
ποτʼ 1 w 3746
εἰσὶν 1 w 3751
οὗτοι 1 w 3756
Φαβρίκιοί 1 w 3766
φασιν 1 w 3771
εἶναι 4 w 3776
καὶ 65 w 3779
Κάμιλλοι 1 w 3787
καὶ 66 w 3790
Μούκιοι 1 w 3797
καὶ 67 w 3800
Κικιννᾶτοι 1 w 3810
καὶ 68 w 3813
Μάξιμοι 1 w 3820
Φάβιοι 1 w 3826
καὶ 69 w 3829
Κλαύδιοι 1 w 3837
Μάρκελλοι 1 w 3846
καὶ 70 w 3849
Σκιπίωνες 1 w 3858
ὁρῶ 1 w 3862
δὲ 8 w 3864
καὶ 71 w 3867
Γάιον 1 w 3872
Μάριον 1 w 3878
ὀργιζόμενον 1 w 3889
τῇ 10 w 3891
Τύχῃ 1 w 3895
καὶ 72 w 3899
Μούκιος 1 w 3906
Μούκιοι 2 w 3913
aut 2 w 3917
Λούκιοι 1 w 3924
καὶ 73 w 3928
Κούριοι 1 w 3936
καὶ 74 w 3939
W 1 w 3940
ἐκεῖ 1 w 3944
Σκευόλας 1 w 3952
τὴν 21 w 3955
φλεγομένην 1 w 3965
χεῖρα 1 w 3970
δείκνυσι 1 w 3978
βοῶν 1 w 3982
μὴ 1 w 3984
καὶ 75 w 3987
ταύτην 1 w 3993
τῇ 11 w 3995
Τύχῃ 2 w 3999
χαρίζῃ 1 w 4005
καὶ 76 w 4009
Μάρκος 1 w 4015
Ὡράτιος 1 w 4022
Μάρκος 2 w 4028
Ωράτιος 1 w 4035
Basileensis 1 w 4046
πάκιος 1 w 4053
καὶ 77 w 4056
μάρκος 1 w 4062
ἀριστεὺς 1 w 4070
παραποτάμιος 1 w 4082
Τυρρηνικοῖς 1 w 4093
βέλεσι 1 w 4099
βαρυνόμενος 1 w 4110
καὶ 78 w 4113
σκάζοντα 1 w 4121
μηρὸν 1 w 4126
παρέχων 1 w 4133
ἐκ 6 w 4136
βαθείας 1 w 4143
ὑποφθέγγεται 1 w 4155
δίνης 1 w 4160
οὐκοῦν 1 w 4166
κἀγὼ 1 w 4170
κατὰ 5 w 4174
τύχην 5 w 4179
πεπήρωμαι 1 w 4188
τοιοῦτος 1 w 4197
7 w 4198
τῆς 12 w 4201
Ἀρετῆς 2 w 4207
χορὸς 1 w 4212
πρόσεισιν 1 w 4221
ἐπὶ 2 w 4224
τὴν 22 w 4227
σύγκρισιν 2 w 4236
βριθὺς 1 w 4243
βριθὺς 2 w 4249
Bergk 1 w 4255
2 5 w 4257
p 3 w 4258
242 1 w 4262
ὁπλιτοπάλας 1 w 4273
δάιος 1 w 4278
ἀντιπάλοις 1 w 4288
τῆς 14 w 4292
δὲ 9 w 4294
Τύχης 2 w 4299
ὀξὺ 1 w 4302
μὲν 14 w 4305
τὸ 11 w 4307
κίνημα 1 w 4313
καὶ 79 w 4316
θρασὺ 1 w 4321
τὸ 12 w 4323
φρόνημα 1 w 4330
καὶ 80 w 4333
μεγάλαυχον 1 w 4343
11 w 4344
ἐλπίς 1 w 4349
φθάνουσα 1 w 4358
δὲ 10 w 4360
τὴν 23 w 4363
Ἀρετὴν 2 w 4369
ἐγγύς 1 w 4374
ἐστιν 2 w 4379
οὐ 9 w 4382
πτεροῖς 1 w 4389
ἐλαφρίζουσα 1 w 4400
κούφοις 1 w 4407
ἑαυτὴν 1 w 4413
οὐδʼ 2 w 4417
ἀκρώνυχον 1 w 4426
ὑπὲρ 2 w 4430
σφαίρας 1 w 4437
τινὸς 1 w 4442
ἴχνος 1 w 4447
καθεῖσα 1 w 4454
καθεῖσα 2 w 4461
κααθεῖσα 1 w 4469
Abreschius 3 w 4479
περισφαλὴς 1 w 4489
καὶ 81 w 4492
ἀμφίβολος 1 w 4501
πρόσεισιν 2 w 4510
εἶτʼ 1 w 4515
ἄπεισιν 1 w 4522
ἀηδής 1 w 4527
ἀλλʼ 1 w 4532
ὥσπερ 2 w 4537
οἱ 4 w 4539
Σπαρτιᾶται 1 w 4549
τὴν 26 w 4552
Ἀφροδίτην 1 w 4561
λέγουσι 3 w 4568
διαβαίνουσαν 1 w 4580
τὸν 6 w 4583
Εὐρώταν 1 w 4590
τὰ 14 w 4592
μὲν 15 w 4595
ἔσοπτρα 1 w 4602
καὶ 82 w 4605
τοὺς 2 w 4609
χλιδῶνας 1 w 4617
καὶ 83 w 4620
τὸν 7 w 4623
κεστὸν 1 w 4629
ἀποθέσθαι 1 w 4638
δόρυ 1 w 4643
δὲ 11 w 4645
καὶ 84 w 4648
ἀσπίδα 1 w 4654
λαβεῖν 1 w 4660
κοσμουμένην 1 w 4671
τῷ 4 w 4673
Λυκούργῳ 1 w 4681
οὕτως 2 w 4687
12 w 4688
Τύχη 8 w 4692
καταλιποῦσα 1 w 4703
Πέρσας 1 w 4709
καὶ 85 w 4712
Ἀσσυρίους 1 w 4721
Μακεδονίαν 1 w 4731
μὲν 16 w 4734
ἐλαφρὰ 1 w 4740
διέπτη 1 w 4746
καὶ 86 w 4749
ἀπεσείσατο 1 w 4759
ταχέως 1 w 4765
Ἀλέξανδρον 1 w 4775
καὶ 87 w 4779
διʼ 2 w 4782
Αἰγύπτου 1 w 4790
καὶ 88 w 4793
Συρίας 1 w 4799
περιφέρουσα 1 w 4810
βασιλείας 1 w 4819
διώδευσε 1 w 4827
καὶ 89 w 4831
Καρχηδονίους 1 w 4843
στρεφομένη 1 w 4853
πολλάκις 2 w 4861
ἐβάστασε 1 w 4869
τῷ 5 w 4872
δὲ 12 w 4874
Παλατίῳ 1 w 4881
προσερχομένη 1 w 4893
καὶ 90 w 4896
διαβαίνουσα 2 w 4907
τὸν 9 w 4910
Θύμβριν 1 w 4917
ὡς 8 w 4919
ἔοικεν 1 w 4925
ἔθηκε 1 w 4930
τὰς 3 w 4933
πτέρυγας 1 w 4941
ἐξέβη 1 w 4947
τῶν 8 w 4950
πεδίλων 1 w 4957
ἀπέλιπε 1 w 4965
τὴν 27 w 4968
ἄπιστον 1 w 4975
καὶ 91 w 4978
παλίμβολον 1 w 4988
σφαῖραν 1 w 4995
οὕτως 3 w 5001
εἰσῆλθεν 1 w 5009
εἰς 5 w 5012
Ῥώμην 2 w 5017
ὡς 9 w 5019
μενοῦσα 1 w 5026
καὶ 92 w 5029
τοιαύτη 1 w 5036
πάρεστιν 1 w 5044
ὡς 10 w 5046
ἐπὶ 3 w 5049
τὴν 28 w 5052
δίκην 1 w 5057
οὐ 11 w 5060
μὲν 17 w 5063
γὰρ 3 w 5066
ἀπειθὴς 1 w 5073
μὲν 18 w 5076
γὰρ 4 w 5079
ἀπειθὴς 2 w 5086
R 3 w 5087
μεγαπενθης 1 w 5098
cf 2 w 5101
Bergk 2 w 5107
1 3 w 5109
p 4 w 5110
382 1 w 5114
κατὰ 6 w 5118
Πίνδαρον 1 w 5126
οὐδὲ 2 w 5130
δίδυμον 1 w 5137
στρέφουσα 1 w 5146
πηδάλιον 1 w 5154
ἀλλὰ 3 w 5158
μᾶλλον 2 w 5164
εὐνομίας 1 w 5172
καὶ 93 w 5175
Εὐνομίας 1 w 5183
τε 18 w 5185
καὶ 94 w 5188
Bergk 3 w 5193
Πειθοῦς 1 w 5201
ἀδελφὰ 1 w 5207
καὶ 95 w 5210
Προμαθείας 1 w 5220
ἀδελφὰ 2 w 5226
καὶ 96 w 5229
Προμαθείας 2 w 5239
Schneidewinus 1 w 5252
ἀδελφὴ 1 w 5259
καὶ 97 w 5262
προμηθείας 1 w 5272
θυγάτηρ 1 w 5279
ὡς 11 w 5281
γενεαλογεῖ 1 w 5291
Ἀλκμάν 1 w 5297
Ἀλκμάν 2 w 5304
Bergk 4 w 5310
3 4 w 5312
p 5 w 5313
58 1 w 5316
τὸ 17 w 5318
δʼ 11 w 5320
ὑμνούμενον 1 w 5330
ἐκεῖνο 1 w 5336
τοῦ 9 w 5339
πλούτου 1 w 5346
κέρας 1 w 5351
ἔχει 1 w 5355
διὰ 1 w 5358
χειρός 1 w 5364
οὐκ 3 w 5368
ὀπώρας 1 w 5374
ἀεὶ 2 w 5377
θαλλούσης 1 w 5386
μεστόν 1 w 5392
ἀλλʼ 2 w 5397
ὅσα 1 w 5400
φέρει 1 w 5405
πᾶσα 2 w 5409
γῆ 5 w 5411
πᾶσα 3 w 5415
δὲ 14 w 5417
θάλαττα 1 w 5424
καὶ 98 w 5427
ποταμοὶ 1 w 5434
καὶ 99 w 5437
μέταλλα 1 w 5444
καὶ 100 w 5447
λιμένες 1 w 5454
ἄφθονα 1 w 5461
καὶ 101 w 5464
ῥύδην 1 w 5469
ἐπιχεαμένη 1 w 5479
λαμπροὶ 1 w 5487
δὲ 15 w 5489
καὶ 102 w 5492
διαπρεπεῖς 1 w 5502
ἄνδρες 2 w 5508
οὐκ 4 w 5511
ὀλίγοι 1 w 5517
μετʼ 1 w 5521
αὐτῆς 2 w 5526
ὁρῶνται 1 w 5533
Πομπίλιος 1 w 5543
Νομᾶς 1 w 5548
Νομᾶς 2 w 5553
hic 1 w 5557
et 6 w 5559
infra 1 w 5564
νουμᾶς 1 w 5571
ἐκ 8 w 5573
Σαβίνων 1 w 5580
καὶ 103 w 5583
Πρῖσκος 1 w 5590
ἐκ 9 w 5592
Ταρκυνίων 1 w 5601
Ταρκυνίων 2 w 5611
Ταρκυϊνίων 1 w 5623
οὓς 1 w 5626
ἐπήλυδας 1 w 5634
βασιλεῖς 1 w 5642
καὶ 104 w 5645
ξένους 1 w 5651
ἐνιδρύσατο 1 w 5661
τοῖς 5 w 5665
Ῥωμύλου 1 w 5672
θρόνοις 1 w 5679
καὶ 105 w 5683
Παῦλος 1 w 5689
Αἰμίλιος 1 w 5697
ἀπὸ 2 w 5700
Περσέως 1 w 5707
καὶ 106 w 5710
Μακεδόνων 1 w 5719
ἄτρωτον 1 w 5726
στρατὸν 1 w 5733
ἄγων 1 w 5737
καὶ 107 w 5740
νίκην 1 w 5745
ἄδακρυν 1 w 5752
θριαμβεύων 1 w 5762
μεγαλύνει 1 w 5771
τὴν 29 w 5774
Τύχην 2 w 5779
μεγαλύνει 2 w 5789
δὲ 16 w 5791
καὶ 108 w 5794
Καικίλιος 1 w 5803
Μέτελλος 1 w 5811
10 w 5812
Μακεδονικὸς 1 w 5823
γέρων 1 w 5828
ὑπὸ 2 w 5832
τεσσάρων 1 w 5840
παίδων 1 w 5846
ὑπατικῶν 1 w 5854
ἐκκομιζόμενος 1 w 5867
Κοΐντου 1 w 5875
Βαλεαρικοῦ 1 w 5885
Βαλεαρικοῦ 2 w 5895
Basileensis 2 w 5906
Βαναρίκου 1 w 5916
καὶ 109 w 5919
Λευκίου 1 w 5926
Διαδημάτα 1 w 5935
καὶ 110 w 5938
Μάρκου 1 w 5944
Μετέλλου 1 w 5952
καὶ 111 w 5955
Γαΐου 1 w 5960
Καπραρίου 1 w 5969
καὶ 112 w 5973
δυεῖν 1 w 5978
γαμβρῶν 1 w 5985
ὑπατικῶν 2 w 5993
καὶ 113 w 5996
θυγατριδῶν 1 w 6006
κοσμουμένων 1 w 6017
ἐπιφανέσιν 1 w 6027
ἀριστείαις 1 w 6037
καὶ 114 w 6040
πολιτείαις 1 w 6050
Αἰμίλιος 2 w 6059
δὲ 17 w 6061
Σκαῦρος 1 w 6068
ἐκ 11 w 6070
ταπεινοῦ 1 w 6078
βίου 1 w 6082
καὶ 115 w 6085
ταπεινοτέρου 1 w 6097
γένους 1 w 6103
καινὸς 1 w 6109
ἄνθρωπος 1 w 6117
ἀρθεὶς 1 w 6123
ὑπʼ 1 w 6126
αὐτῆς 3 w 6131
προγράφεται 1 w 6143
τοῦ 10 w 6146
μεγάλου 2 w 6153
συνεδρίου 1 w 6162
Κορνήλιον 1 w 6172
δὲ 18 w 6174
Σύλλαν 1 w 6180
ἐκ 12 w 6182
τῶν 9 w 6185
Νικοπόλεως 1 w 6195
τῆς 17 w 6198
ἑταίρας 1 w 6205
ἀναλαβοῦσα 1 w 6215
καὶ 116 w 6218
βαστάσασα 1 w 6227
κόλπων 1 w 6233
ὑψηλότερον 1 w 6244
τῶν 10 w 6247
Κιμβρικῶν 1 w 6256
Μαρίου 1 w 6262
θριάμβων 1 w 6270
καὶ 117 w 6273
τῶν 11 w 6276
ἑπτὰ 1 w 6280
ὑπατειῶν 1 w 6288
ἐπιτίθησι 1 w 6297
μοναρχίαις 1 w 6307
καὶ 118 w 6310
δικτατωρίαις 1 w 6322
ἄντικρυς 1 w 6331
οὗτος 1 w 6336
τῇ 12 w 6338
Τύχῃ 3 w 6342
μετὰ 2 w 6346
τῶν 12 w 6349
πράξεων 1 w 6356
ἑαυτὸν 1 w 6362
εἰσεποίει 1 w 6371
βοῶν 2 w 6376
κατὰ 7 w 6380
τὸν 12 w 6383
Οἰδίποδα 1 w 6391
τὸν 13 w 6394
Σοφοκλέους 1 w 6404
Σοφοκλέους 2 w 6414
OR 1 w 6417
1090 1 w 6421
ἐγὼ 2 w 6424
δʼ 12 w 6426
ἐμαυτὸν 1 w 6433
παῖδα 1 w 6438
τῆς 18 w 6441
Τύχης 3 w 6446
νέμω 1 w 6450
καὶ 119 w 6454
Ῥωμαϊστὶ 1 w 6462
μὲν 19 w 6465
Φήλιξ 1 w 6470
ὠνομάζετο 1 w 6479
τοῖς 6 w 6484
δʼ 13 w 6486
Ἕλλησιν 1 w 6493
οὕτως 4 w 6498
ἔγραφε 1 w 6504
Λούκιος 1 w 6511
Κορνήλιος 1 w 6520
Σύλλας 1 w 6526
Ἐπαφρόδιτος 1 w 6537
καὶ 120 w 6541
τὰ 20 w 6543
παρʼ 1 w 6547
ἡμῖν 2 w 6551
ἐν 12 w 6553
Χαιρωνείᾳ 1 w 6562
τρόπαια 1 w 6569
κατὰ 8 w 6573
κατὰ 9 w 6577
R 5 w 6578
καὶ 121 w 6582
τὰ 23 w 6584
τῶν 13 w 6587
Μιθριδατικῶν 1 w 6599
οὕτως 5 w 6604
ἐπιγέγραπται 1 w 6616
καὶ 122 w 6620
εἰκότως 1 w 6627
καὶ 123 w 6631
εἰκότως 2 w 6638
εἰκότως 3 w 6646
Cobetus 4 w 6653
πλεῖστον 1 w 6661
γὰρ 5 w 6664
Ἀφροδίτης 1 w 6673
οὐ 15 w 6675
νύξ 1 w 6678
κατὰ 10 w 6682
Μένανδρον 1 w 6691
Μένανδρον 2 w 6701
Meinek 1 w 6708
4 4 w 6710
p 6 w 6711
278 1 w 6715
ἀλλὰ 4 w 6719
τύχη 8 w 6723
μετέσχηκεν 1 w 6733
ἆρʼ 1 w 6737
οὖν 3 w 6740
οὖν 4 w 6743
οὐκ 5 w 6747
ἂν 1 w 6749
οὖν 5 w 6753
ταύτην 2 w 6761
τις 1 w 6764
ἀρχὴν 1 w 6769
ποιησάμενος 1 w 6780
οἰκείαν 1 w 6787
ὑπὲρ 3 w 6791
τῆς 19 w 6794
Τύχης 4 w 6799
ἐπάγοιτο 1 w 6807
μάρτυρας 1 w 6815
αὐτοὺς 1 w 6821
Ῥωμαίους 1 w 6829
ὡς 12 w 6832
τῇ 13 w 6835
Τύχῃ 4 w 6839
πλέον 1 w 6844
4 w 6845
τῇ 14 w 6847
Ἀρετῇ 1 w 6852
νέμοντας 1 w 6860
Ἀρετῆς 3 w 6867
μέν 28 w 6870
γε 18 w 6872
γε 19 w 6874
γάρ 1 w 6878
παρʼ 2 w 6883
αὐτοῖς 1 w 6889
ὀψὲ 1 w 6892
καὶ 124 w 6895
μετὰ 3 w 6899
πολλοὺς 2 w 6906
χρόνους 1 w 6913
ἱερὸν 1 w 6918
ἱδρύσατο 1 w 6926
Σκιπίων 2 w 6933
11 w 6934
Νομαντῖνος 1 w 6944
εἶτα 1 w 6949
Μάρκελλος 1 w 6958
τὸ 23 w 6960
Οὐιρτοῦτίς 1 w 6970
τε 25 w 6972
καὶ 125 w 6975
Ὀνῶρις 1 w 6981
προσαγορευόμενον 1 w 6997
καὶ 126 w 7001
τὸ 24 w 7003
τῆς 21 w 7006
Μέντις 1 w 7012
καλουμένης 1 w 7022
Γνώμης 1 w 7029
ἂν 2 w 7031
νομίζοιτο 1 w 7040
νομίζοιτο 2 w 7050
ὀνομάζοιτο 1 w 7061
Σκαῦρος 2 w 7069
Αἰμίλιος 3 w 7077
περὶ 4 w 7082
τὰ 26 w 7084
Κιμβρικὰ 1 w 7092
τοῖς 8 w 7096
χρόνοις 1 w 7103
γεγονώς 1 w 7110
ἤδη 3 w 7114
5 w 7115
δη 10 w 7117
ἢδη 1 w 7121
γὰρ 6 w 7124
τότε 1 w 7129
λόγων 1 w 7134
καὶ 127 w 7137
σοφισμάτων 1 w 7147
σοφισμάτων 2 w 7157
R 6 w 7159
ex 1 w 7161
p 7 w 7162
322 1 w 7166
d 7 w 7167
σοφιστῶν 1 w 7176
καὶ 128 w 7179
στωμυλίας 1 w 7188
παρεισρυείσης 1 w 7201
εἰς 6 w 7204
τὴν 30 w 7207
πόλιν 1 w 7212
ἤρχοντο 1 w 7220
σεμνύνειν 1 w 7229
τὰ 27 w 7231
τοιαῦτα 1 w 7238
σοφίας 1 w 7245
δὲ 19 w 7247
μέχρι 2 w 7252
καὶ 129 w 7255
νῦν 1 w 7258
ἱερὸν 2 w 7263
οὐκ 6 w 7266
ἔστιν 1 w 7271
οὐδὲ 3 w 7275
σωφροσύνης 1 w 7285
7 w 7286
καρτερίας 1 w 7295
8 w 7296
μεγαλοψυχίας 1 w 7308
9 w 7309
ἐγκρατείας 1 w 7319
ἀλλὰ 5 w 7324
τά 5 w 7326
γε 21 w 7328
τῆς 22 w 7331
Τύχης 5 w 7336
ἱερὰ 2 w 7340
λαμπρὰ 1 w 7346
καὶ 130 w 7349
παλαιά 1 w 7355
καὶ 131 w 7359
ὁμοῦ 1 w 7363
τι 22 w 7365
τοῖς 9 w 7369
πρώτοις 1 w 7376
καταμεμιγμένα 1 w 7389
τῆς 23 w 7392
πόλεως 2 w 7398
θεμελίοις 1 w 7407
γέγονε 2 w 7413
πρῶτος 1 w 7420
μὲν 20 w 7423
γὰρ 7 w 7426
ἱδρύσατο 2 w 7434
Τύχης 6 w 7439
ἱερὸν 3 w 7444
Μάρκιος 1 w 7451
Ἄγκος 1 w 7456
13 w 7458
Νομᾶ 3 w 7462
14 w 7463
Νομᾶ 4 w 7467
R 7 w 7468
ὄνομα 1 w 7474
θυγατριδοῦς 1 w 7485
καὶ 132 w 7488
τέταρτος 1 w 7496
ἀπὸ 3 w 7499
Ῥωμύλου 2 w 7506
βασιλεὺς 1 w 7514
γενόμενος 1 w 7523
καὶ 133 w 7527
τάχα 1 w 7531
που 1 w 7534
τῇ 16 w 7536
τύχῃ 1 w 7540
τὴν 31 w 7543
ἀνδρείαν 1 w 7551
παρωνόμασεν 1 w 7562
παρωνόμασεν 2 w 7574
παρωνόμασαν 1 w 7586
M 5 w 7587
1 w 7588
πλεῖστον 2 w 7596
εἰς 7 w 7599
τὸ 25 w 7601
νικᾶν 1 w 7606
τύχης 3 w 7611
μέτεστι 1 w 7618
τὸ 26 w 7621
δὲ 21 w 7623
τῆς 24 w 7626
γυναικείας 1 w 7636
Τύχης 7 w 7641
κατεσκευάσαντο 1 w 7655
ὅτε 1 w 7659
ὅτε 2 w 7662
W 2 w 7663
πρὸ 7 w 7667
Καμίλλου 1 w 7675
ὅτε 3 w 7678
Μάρκιον 1 w 7685
Κοριολᾶνον 1 w 7695
ἐπάγοντα 1 w 7703
τῇ 17 w 7705
πόλει 3 w 7710
Οὐολούσκους 1 w 7721
ἀπετρέψαντο 1 w 7732
ἄπετρεψ́ψαντο 1 w 7745
ἀπέστρεψαν 1 w 7756
p 8 w 7757
322 2 w 7761
e 31 w 7762
ἀπετρίψαντο 1 w 7774
R 8 w 7775
ἀπεστρέψαντο 1 w 7788
Bruhnius 1 w 7796
διὰ 2 w 7799
τῶν 15 w 7802
γυναικῶν 1 w 7810
πρεσβευσάμεναι 1 w 7825
γὰρ 8 w 7828
αὗται 1 w 7833
πρὸς 6 w 7837
τὸν 15 w 7840
ἄνδρα 2 w 7845
μετὰ 4 w 7849
τῆς 25 w 7852
μητρὸς 1 w 7858
αὐτοῦ 1 w 7863
καὶ 134 w 7866
τῆς 26 w 7869
γυναικός 1 w 7877
ἐξελιπάρησαν 1 w 7890
καὶ 135 w 7893
κατειργάσαντο 1 w 7906
φείσασθαι 1 w 7915
τῆς 27 w 7918
πόλεως 3 w 7924
καὶ 136 w 7927
τὴν 32 w 7930
στρατιὰν 1 w 7938
τῶν 16 w 7941
βαρβάρων 1 w 7949
ἀπαγαγεῖν 1 w 7958
τότε 2 w 7963
λέγεται 1 w 7970
τὸ 28 w 7972
ἄγαλμα 1 w 7978
τῆς 28 w 7981
Τύχης 8 w 7986
ἅμα 1 w 7989
τῷ 6 w 7991
καθιερωθῆναι 1 w 8003
φωνὴν 1 w 8008
ἀφεῖναι 1 w 8015
καὶ 137 w 8018
εἰπεῖν 1 w 8024
ὁσίως 1 w 8029
ὁσίως 2 w 8034
ὁσίῳ 1 w 8039
cf 3 w 8042
Vit 2 w 8046
Cor 1 w 8050
c 12 w 8052
37 1 w 8055
με 37 w 8057
πόλεως 4 w 8063
νόμῳ 1 w 8067
γυναῖκες 1 w 8076
ἀσταί 1 w 8081
καθιδρύσασθε 1 w 8094
καὶ 138 w 8097
μὴν 1 w 8100
καὶ 139 w 8103
Φούριος 1 w 8110
Κάμιλλος 1 w 8118
ὅτε 4 w 8122
τὸ 29 w 8124
Κελτικὸν 1 w 8132
ἔσβεσε 1 w 8138
πῦρ 1 w 8141
καὶ 140 w 8145
τὴν 33 w 8148
Ῥώμην 3 w 8153
ἀντίρροπον 1 w 8163
χρυσῷ 1 w 8168
κεκλιμένην 1 w 8178
ἀπὸ 4 w 8181
τοῦ 13 w 8184
ζυγοῦ 1 w 8189
καὶ 141 w 8192
τῆς 29 w 8195
πλάστιγγος 1 w 8205
καθεῖλεν 1 w 8213
οὔτʼ 1 w 8218
εὐβουλίας 1 w 8227
οὔτʼ 2 w 8231
ἀνδρείας 1 w 8239
ἀλλὰ 6 w 8244
Φήμης 1 w 8249
ἱδρύσατο 3 w 8257
καὶ 142 w 8260
Κληδόνος 1 w 8268
ἕδη 1 w 8271
ἕδη 2 w 8274
R 9 w 8275
ἐκεῖ 3 w 8280
παρὰ 1 w 8284
τὴν 34 w 8287
Καινὴν 1 w 8293
ὁδόν 1 w 8297
ὅπου 1 w 8302
φασὶ 1 w 8306
πρὸ 9 w 8309
τοῦ 14 w 8312
πολέμου 1 w 8319
Μάρκῳ 1 w 8324
Καιδικίῳ 1 w 8332
Καιδικίῳ 2 w 8340
καιδεκίῳ 1 w 8350
βαδίζοντι 1 w 8359
νύκτωρ 1 w 8365
φωνὴν 2 w 8370
γενέσθαι 1 w 8378
κελεύουσαν 1 w 8388
ὀλίγῳ 1 w 8393
χρόνῳ 1 w 8398
Γαλατικὸν 1 w 8407
πόλεμον 1 w 8414
προσδέχεσθαι 1 w 8426
καὶ 143 w 8430
μὴν 2 w 8433
καὶ 144 w 8436
Φούριος 2 w 8443
Κάμιλλος 2 w 8451
προσδέχεσθαι 2 w 8466
transponit 1 w 8477
ante 1 w 8481
τὸ 30 w 8483
δὲ 22 w 8485
τῆς 30 w 8488
γυναικείας 2 w 8498
Τύχης 9 w 8503
p 10 w 8505
389 1 w 8509
lin 1 w 8512
22 3 w 8515
Bruhnius 2 w 8524
τὴν 35 w 8527
δὲ 23 w 8529
πρὸς 7 w 8533
τῷ 7 w 8535
ποταμῷ 1 w 8541
Τύχην 3 w 8546
φόρτιν 1 w 8552
φόρτιν 2 w 8558
R 10 w 8559
ἣν 1 w 8562
φόρτικαν 1 w 8570
καλοῦσιν 1 w 8578
ὅπερ 1 w 8582
ἐστὶν 1 w 8587
ἰσχυρὰν 1 w 8594
10 w 8595
ἀριστευτικὴν 1 w 8607
11 w 8608
ἀνδρείαν 2 w 8616
ὡς 13 w 8619
τὸ 31 w 8621
νικητικὸν 1 w 8630
ἁπάντων 1 w 8637
κράτος 1 w 8643
ἔχουσαν 1 w 8650
καὶ 145 w 8654
τόν 2 w 8657
γε 26 w 8659
ναὸν 1 w 8663
αὐτῆς 4 w 8668
ἐν 13 w 8670
τοῖς 10 w 8674
ὑπὸ 3 w 8677
Καίσαρος 1 w 8685
τῷ 8 w 8687
δήμῳ 1 w 8691
καταλειφθεῖσι 1 w 8704
κήποις 1 w 8710
ᾠκοδόμησαν 1 w 8720
ἡγούμενοι 1 w 8730
κἀκεῖνον 1 w 8738
εὐτυχίᾳ 1 w 8745
γενέσθαι 2 w 8753
μέγιστον 2 w 8761
ὡς 14 w 8764
αὐτὸς 1 w 8769
ἐμαρτύρησε 1 w 8779