Scaife ATLAS

CTS Library / Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί (13-15)

urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4:13-15
Refs {'start': {'reference': '13', 'human_reference': 'Section 13'}, 'end': {'reference': '15', 'human_reference': 'Section 15'}}
Ancestors []
Children []
prev
plain textXML
next
Φωκίδες

τῶν ἐν Φωκεῦσι τυράννων κατειληφότων Δελφοὺς καὶ τὸν ἱερὸν κληθέντα πόλεμον Θηβαίων πολεμούντων πρὸς αὐτούς, αἱ περὶ τὸν Διόνυσον γυναῖκες, ἃς Θυιάδας ὀνομάζουσιν, ἐκμανεῖσαι καὶ

5
περιπλανηθεῖσαι νυκτὸς ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι· κατάκοποι δʼ οὖσαι καὶ μηδέπω τοῦ φρονεῖν παρόντος αὐταῖς, ἐν τῇ ἀγορᾷ προέμεναι τὰ σώματα
249f
σποράδην ἔκειντο καθεύδουσαι. τῶν δʼ Ἀμφισσέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν
10
πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες, ἐξέδραμον εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δʼ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίγνοντο θεραπεύουσαι
15
καὶ τροφὴν προσφέρουσαι· τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθησαν αὐταῖς ἄχρι τῶν ὅρων ἀσφαλῶς προπεμπομέναις.

Οὐαλερία καὶ Κλοιλία

250a
Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις καὶ ἀρετὴ
20
Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων, ἐπιξενωθέντος αὐτῇ· φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν, ἐκπεσὼν δὲ τῆς
25
ἀρχῆς Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε
250b
πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις,
5
πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ [*] σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον
10
ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους
250c
κομισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν ἐν αἷς
15
ἦν Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία, πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας. αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δʼ
20
αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης, ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο [*] πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας νέουσαι διεπέρασαν
250d
ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. εἰσὶ δʼ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν
25
μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δʼ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν . δὲ τεκμηρίῳ χρῶνται, μετʼ ὀλίγον
ἐροῦμεν. ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδʼ ὑπέμειναν ἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας
5
250e
ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα
10
στρατόπεδον, τὰς δʼ ἄλλας τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων. ἐπεὶ δʼ ἤχθησαν, ἰδὼν αὐτὰς Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι, φοβηθεῖσαι περὶ
15
τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς Πορσίνας ἐκέλευσεν ἵππον
250f
ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν
20
Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δʼ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν
25
τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.

Μίκκα καὶ Μεγιστώ

Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν διʼ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ δυνάμει

251a
πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον· καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δʼ ὠμὰ τοὺς πολίτας
5
ὑπʼ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ
10
μὲν οὖν γονεῖς τὴν ἀνάγκην ὁρῶντες ἐκέλευον βαδίζειν·
251b
δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ
15
διατριβῆς γενομένης, σπαργῶν καὶ μεθύων Λεύκιος αὐτὸς ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν· καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευσεν αὐτῷ συνακολουθεῖν· οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου
20
γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν δὲ πατὴρ καὶ μήτηρ, ὡς οὐδὲν ἀντιβολοῦντες
251c
καὶ δακρύοντες ἐπέραινον, ἐτράποντο πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. δὲ βάρβαρος ἐκμανεὶς
25
παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. ἀλλʼ οὐδὲ τούτοις τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν· ὀκτακόσιοι γοῦν λέγονται
καταφυγεῖν εἰς [*] Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον
5
βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας
251d
ἐπεὶ δὲ πάσας ᾔσθετο μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπερεξακόσιαι [*] τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ
10
μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, [*] μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ
15
ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς
251e
διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα
20
τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο, [*] βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. χαλεπῶς δὲ τῶν
25
Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ
στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν
251f
ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως [*] προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ
5
ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι τῆς [*] ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις
10
ἐζημίωσε.

γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο [*] τέκνων θάνατον ὡς οὐδὲν

252a
ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος. ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι
15
τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον χάριτι διαπράξεσθαι προσέταττε
20
πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως
252b
ἀπίωσιν ἐκ τῆς χώρας εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο
25
πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, [*] ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ
Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτὸν εἰ μὲν ἦς ἀνὴρ φρόνιμος,
5
οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας
252c
λόγους εὑρὼν διʼ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους πεῖσαι [*] ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ
10
ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.
15
ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ
252d
διαπαλαίουσιν, μήτηρ ὀνομαστὶ προσκαλεσαμένη
20
δεῦρο ἔφη τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντά σε παρʼ ἀξίαν ἐφορᾶν ἀποθνήσκοντα τοῦ δʼ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπʼ αὐτὴν ἐκείνην καὶ μετʼ ὀργῆς ἐπιφερομένου,
25
τῶν συνήθων τις αὐτῷ Κύλων ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ
γυναικῶδες
252e
οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον· ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν. γίγνεται δὲ σημεῖον αὐτῷ μέγα· μεσημβρία μὲν γὰρ ἦν καὶ μετὰ τῆς γυναικὸς
5
ἀνεπαύετο· παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον , ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς οἰκίας, εἶθʼ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατʼ ἐκεῖνο τῆς στέγης τὸ μέρος, οὗ τὸ δωμάτιον ἦν, ἐν κατακείμενος ἐτύγχανεν
10
Ἀριστότιμος. ἅμα δʼ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν γενομένης,
252f
ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, χρώμενος διετέλει κατʼ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος.
15
δʼ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δʼ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον ἔδοξε μὴ μέλλειν, ἀλλʼ ἐπιτίθεσθαι
20
τῇ ὑστεραίᾳ. τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα τί πέπονθας, πάτερ, καθεύδων; [*]
253a
αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει
25
τοὺς ἑταίρους, [*] τʼ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ
δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ
5
253b
ἅμα τὰς χεῖρας προτείνων ἀμφοτέρας τί μέλλετε, [*] ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι πρῶτος μὲν οὖν Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ· Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας
10
ἐπιφερομένων, ἔφθη μὲν Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ [*] τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον
15
μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, μὲν γυνὴ
253c
συγκλείσασα τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν αὐτῷ [*] θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται
20
δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι· ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα [*] τολμῶσι
25
καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς
παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν τὴν
253d
ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν ἀποθανεῖν. ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, πρεσβυτέρα Μυρὼ [*] λύσασα
5
τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν [*] αὐτὴν θεάσηται ποιοῦσαν, ὅπως ἄν ἔφη μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν. [*] τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι προτέρᾳ [*] ἀποθανεῖν
10
καὶ τῆς ζώνης ἀντιλαμβανομένης, οὐδὲν [*] ἄλλο πώποτʼ εἶπεν οὐδὲν ἤρνημαί σοι δεομένῃ· καὶ ταύτην
253e
οὖν λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ [*] θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν. ἐκ τούτου τὴν μὲν
15
ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν αὐτὴν [*] δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν· ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον
20
οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν.

τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα τὰς δὲ

253f
καθʼ ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.

Tokens

Φωκίδες 1 w 7
τῶν 1 w 10
ἐν 1 w 12
Φωκεῦσι 1 w 19
τυράννων 1 w 27
κατειληφότων 1 w 39
Δελφοὺς 1 w 46
καὶ 1 w 49
τὸν 1 w 52
ἱερὸν 1 w 57
κληθέντα 1 w 65
πόλεμον 1 w 72
Θηβαίων 1 w 79
πολεμούντων 1 w 90
πρὸς 1 w 94
αὐτούς 1 w 100
αἱ 1 w 103
περὶ 1 w 107
τὸν 2 w 110
Διόνυσον 1 w 118
γυναῖκες 1 w 126
ἃς 1 w 129
Θυιάδας 1 w 136
ὀνομάζουσιν 1 w 147
ἐκμανεῖσαι 1 w 158
καὶ 2 w 161
περιπλανηθεῖσαι 1 w 176
νυκτὸς 1 w 182
ἔλαθον 1 w 188
ἐν 2 w 190
Ἀμφίσσῃ 1 w 197
γενόμεναι 1 w 206
κατάκοποι 1 w 216
δʼ 1 w 218
οὖσαι 1 w 223
καὶ 3 w 226
μηδέπω 1 w 232
τοῦ 1 w 235
φρονεῖν 1 w 242
παρόντος 1 w 250
αὐταῖς 1 w 256
ἐν 3 w 259
τῇ 1 w 261
ἀγορᾷ 1 w 266
προέμεναι 1 w 275
τὰ 1 w 277
σώματα 1 w 283
σποράδην 1 w 291
ἔκειντο 1 w 298
καθεύδουσαι 1 w 309
τῶν 2 w 313
δʼ 2 w 315
Ἀμφισσέων 1 w 324
αἱ 2 w 326
γυναῖκες 2 w 334
φοβηθεῖσαι 1 w 345
μὴ 1 w 347
διὰ 1 w 350
τὸ 4 w 352
σύμμαχον 1 w 360
τὴν 1 w 363
πόλιν 1 w 368
Φωκέων 1 w 374
γεγονέναι 1 w 383
καὶ 4 w 386
συχνοὺς 1 w 393
στρατιώτας 1 w 403
παρεῖναι 1 w 411
τῶν 3 w 414
τυράννων 2 w 422
ἀγνωμονηθῶσιν 1 w 435
αἱ 3 w 437
Θυιάδες 1 w 444
ἐξέδραμον 1 w 454
εἰς 1 w 457
τὴν 2 w 460
ἀγορὰν 1 w 466
ἅπασαι 1 w 472
καὶ 5 w 475
κύκλῳ 1 w 480
περιστᾶσαι 1 w 490
σιωπῇ 1 w 495
κοιμωμέναις 1 w 506
μὲν 1 w 509
οὐ 1 w 511
προσῄεσαν 1 w 520
ἐπεὶ 1 w 525
δʼ 3 w 527
ἐξανέστησαν 1 w 538
ἄλλαι 1 w 544
περὶ 2 w 548
ἄλλας 1 w 553
ἐγίγνοντο 1 w 562
θεραπεύουσαι 1 w 574
καὶ 6 w 577
τροφὴν 1 w 583
προσφέρουσαι 1 w 595
τέλος 1 w 601
δὲ 1 w 603
πείσασαι 1 w 611
τοὺς 1 w 615
ἄνδρας 1 w 621
ἐπηκολούθησαν 1 w 634
αὐταῖς 2 w 640
ἄχρι 1 w 644
τῶν 4 w 647
ὅρων 1 w 651
ἀσφαλῶς 1 w 658
προπεμπομέναις 1 w 672
Οὐαλερία 1 w 681
καὶ 7 w 684
Κλοιλία 1 w 691
Ταρκύνιον 1 w 700
Σούπερβον 1 w 709
ἕβδομον 1 w 717
ἀπὸ 1 w 720
Ῥωμύλου 1 w 727
βασιλεύοντα 1 w 738
Ῥωμαίων 1 w 745
ἐξήλασεν 1 w 754
ὕβρις 1 w 759
καὶ 8 w 762
ἀρετὴ 1 w 767
Λουκρητίας 1 w 777
γυναικὸς 1 w 786
ἀνδρὶ 1 w 791
γεγαμημένης 1 w 802
λαμπρῷ 1 w 808
καὶ 9 w 811
κατὰ 1 w 815
γένος 1 w 820
προσήκοντι 1 w 830
τοῖς 1 w 834
βασιλεῦσιν 1 w 844
ἐβιάσθη 1 w 852
μὲν 2 w 855
γὰρ 1 w 858
ὑφʼ 1 w 861
ἑνὸς 1 w 865
τῶν 5 w 868
Ταρκυνίου 1 w 877
παίδων 1 w 883
ἐπιξενωθέντος 1 w 897
αὐτῇ 1 w 901
φράσασα 1 w 909
δὲ 2 w 911
τοῖς 2 w 915
φίλοις 1 w 921
καὶ 10 w 924
οἰκείοις 1 w 932
τὸ 5 w 934
πάθος 1 w 939
εὐθὺς 1 w 944
ἀπέσφαξεν 1 w 953
ἑαυτήν 1 w 959
ἐκπεσὼν 1 w 967
δὲ 3 w 969
τῆς 1 w 972
ἀρχῆς 1 w 977
1 w 978
Ταρκύνιος 1 w 987
ἄλλους 1 w 993
τε 2 w 995
πολλοὺς 1 w 1002
ἐπολέμησε 1 w 1011
πολέμους 1 w 1019
πειρώμενος 1 w 1030
ἀναλαβεῖν 1 w 1039
τὴν 3 w 1042
ἡγεμονίαν 1 w 1051
καὶ 11 w 1054
τέλος 2 w 1059
ἄρχοντα 1 w 1066
Τυρρηνῶν 1 w 1074
Πορσίναν 1 w 1082
ἔπεισεν 1 w 1089
ἐπὶ 1 w 1092
τὴν 4 w 1095
Ῥώμην 1 w 1100
στρατεῦσαι 1 w 1110
μετὰ 1 w 1114
πολλῆς 1 w 1120
δυνάμεως 1 w 1128
ἅμα 1 w 1132
δὲ 4 w 1134
τῷ 1 w 1136
πολέμῳ 1 w 1142
καὶ 12 w 1145
λιμοῦ 1 w 1150
συνεπιτιθεμένου 1 w 1165
τοῖς 3 w 1169
Ῥωμαίοις 1 w 1177
πυνθανόμενοι 1 w 1190
τὸν 3 w 1193
Πορσίναν 2 w 1201
οὐ 2 w 1203
πολεμικὸν 1 w 1212
εἶναι 1 w 1217
μόνον 1 w 1222
ἀλλὰ 1 w 1227
καὶ 13 w 1230
δίκαιον 1 w 1237
ἄνδρα 2 w 1242
καὶ 14 w 1245
χρηστόν 1 w 1252
ἐβούλοντο 1 w 1262
χρῆσθαι 1 w 1269
δικαστῇ 1 w 1276
πρὸς 2 w 1280
τὸν 4 w 1283
Ταρκύνιον 2 w 1292
ἀπαυθαδισαμένου 1 w 1308
δὲ 5 w 1310
τοῦ 2 w 1313
Ταρκυνίου 2 w 1322
καὶ 15 w 1325
τὸν 5 w 1328
Πορσίναν 3 w 1336
εἰ 2 w 1339
μὴ 2 w 1341
μενεῖ 1 w 1346
μενεῖ 2 w 1351
G 1 w 1352
Papavassiliu 1 w 1365
μένει 1 w 1371
σύμμαχος 1 w 1379
βέβαιος 1 w 1386
οὐδὲ 1 w 1391
κριτὴν 1 w 1397
δίκαιον 2 w 1404
ἔσεσθαι 1 w 1411
φάσκοντος 1 w 1420
ἀφεὶς 1 w 1426
ἐκεῖνον 1 w 1433
2 w 1434
Πορσίνας 1 w 1442
ἔπραττεν 1 w 1450
ὅπως 1 w 1455
φίλος 1 w 1460
ἄπεισι 1 w 1466
Ῥωμαίων 2 w 1473
τῆς 2 w 1477
τε 5 w 1479
χώρας 1 w 1484
ὅσην 1 w 1488
ἀπετέτμηντο 1 w 1499
Τυρρηνῶν 2 w 1507
καὶ 16 w 1510
τοὺς 2 w 1514
αἰχμαλώτους 1 w 1525
κομισάμενος 1 w 1536
ἐπὶ 2 w 1540
τούτοις 1 w 1547
ὁμήρων 1 w 1553
αὐτῷ 1 w 1557
δοθέντων 1 w 1565
δέκα 1 w 1569
μὲν 3 w 1572
ἀρρένων 1 w 1579
παίδων 2 w 1585
δέκα 2 w 1589
δὲ 7 w 1591
θηλειῶν 1 w 1598
ἐν 4 w 1600
αἷς 1 w 1603
ἦν 1 w 1605
2 w 1606
Ποπλικόλα 1 w 1615
τοῦ 3 w 1618
ὑπάτου 1 w 1624
θυγάτηρ 1 w 1631
Οὐαλερία 2 w 1639
πᾶσαν 1 w 1645
εὐθὺς 2 w 1650
ἀνῆκε 1 w 1655
τὴν 6 w 1658
πρὸς 3 w 1662
τὸν 6 w 1665
πόλεμον 2 w 1672
παρασκευήν 1 w 1682
καίπερ 1 w 1689
οὔπω 1 w 1693
τέλος 3 w 1698
ἐχούσης 1 w 1705
τῆς 3 w 1708
ὁμολογίας 1 w 1717
αἱ 4 w 1720
δὲ 8 w 1722
παρθένοι 1 w 1730
κατέβησαν 1 w 1739
μὲν 4 w 1742
ἐπὶ 3 w 1745
τὸν 7 w 1748
ποταμὸν 1 w 1755
ὡς 1 w 1757
λουσόμεναι 1 w 1767
μικρὸν 1 w 1773
ἀπωτέρω 1 w 1780
τοῦ 4 w 1783
στρατοπέδου 1 w 1794
μιᾶς 1 w 1799
δʼ 4 w 1801
αὐτῶν 1 w 1806
ὄνομα 1 w 1811
Κλοιλίας 1 w 1819
προτρεψαμένης 1 w 1832
ἀναδησάμεναι 1 w 1845
περὶ 3 w 1849
τὰς 1 w 1852
κεφαλὰς 1 w 1859
τοὺς 3 w 1863
χιτωνίσκους 1 w 1874
παρεβάλοντο 1 w 1885
παρεβάλοντο 2 w 1896
παρεβάλλοντο 1 w 1910
πρὸς 4 w 1914
ῥεῦμα 1 w 1919
πολὺ 1 w 1923
καὶ 17 w 1926
δίνας 1 w 1931
βαθείας 1 w 1938
νέουσαι 1 w 1945
διεπέρασαν 1 w 1955
ἀλλήλων 1 w 1962
ἐχόμεναι 1 w 1970
πολυπόνως 1 w 1979
καὶ 18 w 1982
μόλις 1 w 1987
εἰσὶ 1 w 1992
δʼ 5 w 1994
οἱ 1 w 1996
λέγοντες 1 w 2004
ἵππου 1 w 2009
τὴν 7 w 2012
Κλοιλίαν 1 w 2020
εὐπορήσασαν 1 w 2031
αὐτὴν 1 w 2036
μὲν 5 w 2039
ἐπιβῆναι 1 w 2047
καὶ 19 w 2050
διεξελαύνειν 1 w 2062
ἠρέμα 1 w 2067
ταῖς 3 w 2072
δʼ 6 w 2074
ἄλλαις 1 w 2080
ὑφηγεῖσθαι 1 w 2090
παραθαρσύνουσαν 1 w 2105
νηχομένας 1 w 2114
καὶ 20 w 2117
παραβοηθοῦσαν 1 w 2130
1 w 2132
δὲ 9 w 2134
τεκμηρίῳ 1 w 2142
χρῶνται 1 w 2149
μετʼ 1 w 2154
ὀλίγον 1 w 2160
ἐροῦμεν 1 w 2167
ἐπεὶ 2 w 2172
δὲ 10 w 2174
σωθείσας 1 w 2182
εἶδον 1 w 2187
οἱ 2 w 2189
Ῥωμαῖοι 1 w 2196
τὴν 9 w 2200
μὲν 6 w 2203
ἀρετὴν 1 w 2209
καὶ 21 w 2212
τὴν 11 w 2215
τόλμαν 1 w 2221
ἐθαύμασαν 1 w 2230
τὴν 12 w 2234
δὲ 11 w 2236
κομιδὴν 1 w 2243
οὐκ 1 w 2246
ἠγάπησαν 1 w 2254
οὐδʼ 1 w 2258
ὑπέμειναν 1 w 2267
ἐν 5 w 2269
πίστει 1 w 2275
χείρονες 1 w 2283
ἑνὸς 2 w 2287
ἀνδρὸς 1 w 2293
γενέσθαι 1 w 2301
πάλιν 1 w 2307
οὖν 1 w 2310
τὰς 2 w 2313
κόρας 1 w 2318
ἐκέλευσαν 1 w 2327
ἀπιέναι 1 w 2334
καὶ 22 w 2337
συνέπεμψαν 1 w 2347
αὐταῖς 3 w 2353
ἀγωγούς 1 w 2360
οἷς 1 w 2364
διαβᾶσι 1 w 2371
τὸν 8 w 2374
ποταμὸν 2 w 2381
ἐνέδραν 1 w 2388
ὑφεὶς 1 w 2393
5 w 2394
Ταρκύνιος 2 w 2403
ὀλίγον 2 w 2409
ἐδέησεν 1 w 2416
ἐγκρατὴς 1 w 2424
γενέσθαι 2 w 2432
τῶν 7 w 2435
παρθένων 1 w 2443
3 w 2444
μὲν 7 w 2447
οὖν 2 w 2450
τοῦ 5 w 2453
ὑπάτου 2 w 2459
Ποπλικόλα 2 w 2468
θυγάτηρ 2 w 2475
Οὐαλερία 3 w 2483
μετὰ 2 w 2487
τριῶν 1 w 2492
προεξέφυγεν 1 w 2503
οἰκετῶν 1 w 2510
εἰς 2 w 2513
τὸ 12 w 2515
τοῦ 6 w 2518
Πορσίνα 5 w 2525
στρατόπεδον 1 w 2536
τὰς 3 w 2540
δʼ 8 w 2542
ἄλλας 2 w 2547
6 w 2548
τοῦ 7 w 2551
Πορσίνα 6 w 2558
υἱὸς 1 w 2562
Ἄρρους 1 w 2568
ταχὺ 1 w 2572
προσβοηθήσας 1 w 2584
ἐξείλετο 1 w 2592
τῶν 9 w 2595
πολεμίων 1 w 2603
ἐπεὶ 3 w 2608
δʼ 9 w 2610
ἤχθησαν 1 w 2617
ἰδὼν 1 w 2622
αὐτὰς 1 w 2627
7 w 2628
Πορσίνας 2 w 2636
ἐκέλευσεν 1 w 2645
εἰπεῖν 1 w 2651
ἥτις 1 w 2656
ἐστὶν 1 w 2661
4 w 2662
προτρεψαμένη 2 w 2674
καὶ 23 w 2677
κατάρξασα 1 w 2686
τοῦ 8 w 2689
βουλεύματος 1 w 2700
αἱ 5 w 2703
μὲν 8 w 2706
οὖν 3 w 2709
ἄλλαι 3 w 2714
φοβηθεῖσαι 2 w 2725
περὶ 4 w 2729
τῆς 4 w 2732
Κλοιλίας 2 w 2740
ἐσιώπησαν 1 w 2749
αὐτῆς 1 w 2754
δὲ 12 w 2756
τῆς 6 w 2759
Κλοιλίας 3 w 2767
εἰπούσης 1 w 2775
ἑαυτήν 2 w 2781
ἀγασθεὶς 1 w 2790
8 w 2791
Πορσίνας 3 w 2799
ἐκέλευσεν 2 w 2808
ἵππον 1 w 2813
ἀχθῆναι 1 w 2820
κεκοσμημένον 1 w 2832
εὐπρεπῶς 1 w 2840
καὶ 24 w 2844
τῇ 4 w 2846
Κλοιλίᾳ 1 w 2853
δωρησάμενος 1 w 2864
ἀπέπεμψεν 1 w 2873
εὐμενῶς 1 w 2880
καὶ 25 w 2883
φιλανθρώπως 1 w 2894
πάσας 1 w 2899
τοῦτο 1 w 2905
ποιοῦνται 1 w 2914
σημεῖον 1 w 2921
οἱ 3 w 2923
πολλοὶ 1 w 2929
τοῦ 10 w 2932
τὴν 13 w 2935
Κλοιλίαν 2 w 2943
ἵππῳ 1 w 2947
διεξελάσαι 1 w 2957
τὸν 9 w 2960
ποταμόν 1 w 2967
οἱ 4 w 2970
δʼ 10 w 2972
οὔ 2 w 2974
φασιν 1 w 2979
ἀλλὰ 2 w 2984
τὴν 14 w 2987
ῥώμην 1 w 2992
θαυμάσαντα 1 w 3002
καὶ 26 w 3005
τὴν 15 w 3008
τόλμαν 2 w 3014
αὐτῆς 2 w 3019
ὡς 2 w 3021
κρείττονα 1 w 3030
γυναικὸς 2 w 3038
ἀξιῶσαι 1 w 3045
δωρεᾶς 1 w 3051
ἀνδρὶ 2 w 3056
πολεμιστῇ 1 w 3065
πρεπούσης 1 w 3074
ἀνέκειτο 1 w 3083
γοῦν 1 w 3087
ἔφιππος 1 w 3094
εἰκὼν 1 w 3099
γυναικὸς 3 w 3107
ἐπὶ 4 w 3110
τῆς 8 w 3113
ὁδοῦ 1 w 3117
τῆς 9 w 3120
ἱερᾶς 1 w 3125
λεγομένης 1 w 3134
ἣν 1 w 3137
οἱ 5 w 3139
μὲν 9 w 3142
τῆς 10 w 3145
Κλοιλίας 4 w 3153
οἱ 6 w 3155
δὲ 13 w 3157
τῆς 11 w 3160
Οὐαλερίας 1 w 3169
λέγουσιν 1 w 3177
εἶναι 2 w 3182
Μίκκα 1 w 3188
καὶ 27 w 3191
Μεγιστώ 1 w 3198
Ἀριστότιμος 1 w 3209
Ἠλείοις 1 w 3216
ἐπαναστὰς 1 w 3225
τύραννος 1 w 3233
ἴσχυε 1 w 3238
μὲν 10 w 3241
διʼ 1 w 3244
Ἀντιγόνου 1 w 3253
τοῦ 11 w 3256
βασιλέως 1 w 3264
ἐχρῆτο 1 w 3271
δὲ 14 w 3273
τῇ 6 w 3275
δυνάμει 1 w 3282
πρὸς 5 w 3286
οὐδὲν 1 w 3291
ἐπιεικὲς 1 w 3299
οὐδὲ 3 w 3303
μέτριον 1 w 3310
καὶ 28 w 3314
γὰρ 2 w 3317
αὐτὸς 1 w 3322
ἦν 2 w 3324
φύσει 1 w 3329
θηριώδης 1 w 3337
καὶ 29 w 3341
τοῖς 4 w 3345
φυλάττουσι 1 w 3355
τὴν 16 w 3358
ἀρχὴν 1 w 3363
καὶ 30 w 3366
τὸ 15 w 3368
σῶμα 1 w 3372
βαρβάροις 1 w 3381
μιγάσι 1 w 3387
δουλεύων 1 w 3395
ὑπὸ 1 w 3398
φόβου 1 w 3403
πολλὰ 1 w 3409
μὲν 11 w 3412
ὑβριστικὰ 1 w 3421
πολλὰ 2 w 3426
δʼ 11 w 3428
ὠμὰ 1 w 3431
τοὺς 4 w 3435
πολίτας 1 w 3442
ὑπʼ 1 w 3445
αὐτῶν 2 w 3450
περιεώρα 1 w 3458
πάσχοντας 1 w 3467
οἷον 1 w 3472
ἦν 3 w 3474
καὶ 31 w 3477
τὸ 16 w 3479
Φιλοδήμου 1 w 3488
πάθος 2 w 3493
ἔχοντος 1 w 3501
γὰρ 3 w 3504
αὐτοῦ 1 w 3509
θυγατέρα 1 w 3517
καλὴν 1 w 3522
ὄνομα 2 w 3527
Μίκκαν 1 w 3533
ἐπεχείρησέ 1 w 3543
τις 2 w 3546
τῶν 11 w 3549
περὶ 5 w 3553
τὸν 10 w 3556
τύραννον 1 w 3564
ξεναγῶν 1 w 3571
ὄνομα 3 w 3576
Λεύκιος 1 w 3583
ὕβρει 1 w 3588
μᾶλλον 1 w 3594
1 w 3595
ἔρωτι 1 w 3600
συγγενέσθαι 1 w 3611
καὶ 32 w 3615
πέμψας 1 w 3621
ἐκάλει 1 w 3627
τὴν 17 w 3630
παρθένον 1 w 3638
οἱ 7 w 3641
μὲν 12 w 3644
οὖν 4 w 3647
γονεῖς 1 w 3653
τὴν 18 w 3656
ἀνάγκην 1 w 3663
ὁρῶντες 1 w 3670
ἐκέλευον 1 w 3678
βαδίζειν 1 w 3686
5 w 3688
δὲ 17 w 3690
παῖς 1 w 3694
οὖσα 2 w 3698
γενναία 1 w 3705
καὶ 33 w 3708
μεγαλόφρων 1 w 3718
ἐδεῖτο 1 w 3724
τοῦ 13 w 3727
πατρὸς 1 w 3733
περιπλεκομένη 1 w 3746
καὶ 34 w 3749
καθικετεύουσα 1 w 3762
μᾶλλον 2 w 3768
αὐτὴν 2 w 3773
περιιδεῖν 1 w 3782
ἀποθανοῦσαν 1 w 3793
2 w 3794
τὴν 20 w 3797
παρθενίαν 1 w 3806
αἰσχρῶς 1 w 3813
καὶ 35 w 3816
παρανόμως 1 w 3825
ἀφαιρεθεῖσαν 1 w 3837
καὶ 36 w 3841
διατριβῆς 1 w 3850
γενομένης 1 w 3859
σπαργῶν 1 w 3867
καὶ 37 w 3870
μεθύων 1 w 3876
11 w 3877
Λεύκιος 2 w 3884
αὐτὸς 2 w 3889
ἐξανέστη 2 w 3897
μεταξὺ 1 w 3903
πίνων 1 w 3908
πρὸς 6 w 3912
ὀργήν 1 w 3917
καὶ 38 w 3921
τὴν 21 w 3924
Μίκκαν 2 w 3930
εὑρὼν 1 w 3935
ἐν 7 w 3937
τοῖς 5 w 3941
γόνασι 1 w 3947
τοῦ 14 w 3950
πατρὸς 2 w 3956
τὴν 22 w 3959
κεφαλὴν 1 w 3966
ἔχουσαν 1 w 3973
ἐκέλευσεν 3 w 3982
αὐτῷ 2 w 3986
συνακολουθεῖν 1 w 3999
οὐ 8 w 4002
βουλομένης 1 w 4012
δὲ 18 w 4014
τὸ 19 w 4016
χιτώνιον 1 w 4024
περιρρήξας 1 w 4034
ἐμαστίγου 1 w 4043
γυμνήν 1 w 4049
αὐτὴν 3 w 4055
μὲν 13 w 4058
ἐγκαρτεροῦσαν 1 w 4071
σιωπῇ 2 w 4076
ταῖς 5 w 4080
ἀλγηδόσιν 1 w 4089
12 w 4090
δὲ 19 w 4092
πατὴρ 1 w 4097
καὶ 39 w 4100
6 w 4101
μήτηρ 1 w 4106
ὡς 3 w 4109
οὐδὲν 2 w 4114
ἀντιβολοῦντες 1 w 4127
καὶ 40 w 4130
δακρύοντες 1 w 4140
ἐπέραινον 1 w 4149
ἐτράποντο 1 w 4159
πρὸς 7 w 4163
θεῶν 1 w 4167
καὶ 41 w 4170
ἀνθρώπων 1 w 4178
ἀνάκλησιν 1 w 4187
ὡς 4 w 4189
δεινὰ 1 w 4194
καὶ 42 w 4197
παράνομα 1 w 4205
πάσχοντες 1 w 4214
13 w 4216
δὲ 21 w 4218
βάρβαρος 1 w 4226
ἐκμανεὶς 1 w 4234
παντάπασιν 1 w 4244
ὑπὸ 2 w 4247
τοῦ 15 w 4250
θυμοῦ 1 w 4255
καὶ 43 w 4258
μέθης 1 w 4263
ἀποσφάττει 1 w 4273
τὴν 24 w 4276
παρθένον 2 w 4284
ὡς 5 w 4287
ἔτυχεν 1 w 4293
ἐν 8 w 4295
τοῖς 6 w 4299
κόλποις 1 w 4306
τοῦ 16 w 4309
πατρὸς 3 w 4315
ἔχουσα 2 w 4321
τὸ 20 w 4323
πρόσωπον 1 w 4331
ἀλλʼ 1 w 4336
οὐδὲ 5 w 4340
τούτοις 2 w 4347
14 w 4348
τύραννος 2 w 4356
ἐκάμπτετο 1 w 4365
πολλοὺς 2 w 4373
δʼ 12 w 4375
ἀνῄρει 1 w 4381
καὶ 44 w 4384
πλείονας 1 w 4392
ἐφυγάδευεν 1 w 4402
ὀκτακόσιοι 1 w 4413
γοῦν 2 w 4417
λέγονται 1 w 4425
καταφυγεῖν 1 w 4435
εἰς 3 w 4438
εἰς 4 w 4441
Herwerdenus 1 w 4452
ἐπʼ 1 w 4456
Αἰτωλοὺς 1 w 4464
δεόμενοι 1 w 4472
τὰς 6 w 4475
γυναῖκας 1 w 4483
αὑτοῖς 1 w 4489
καὶ 45 w 4492
τὰ 11 w 4494
νήπια 1 w 4499
τῶν 12 w 4502
τέκνων 1 w 4508
κομίσασθαι 1 w 4518
παρὰ 1 w 4522
τοῦ 17 w 4525
τυράννου 1 w 4533
ὀλίγῳ 1 w 4539
δʼ 13 w 4541
ὕστερον 1 w 4548
αὐτὸς 3 w 4553
ἐκήρυξε 1 w 4560
τὰς 7 w 4563
βουλομένας 1 w 4573
γυναῖκας 2 w 4581
ἀπιέναι 2 w 4588
πρὸς 8 w 4592
τοὺς 5 w 4596
ἄνδρας 2 w 4602
ὅσον 1 w 4607
βούλονται 1 w 4616
τῶν 13 w 4619
γυναικείων 1 w 4629
χρημάτων 1 w 4637
ἐπιφερομένας 1 w 4649
ἐπεὶ 4 w 4653
δὲ 23 w 4655
πάσας 2 w 4660
ᾔσθετο 1 w 4666
μεθʼ 1 w 4670
ἡδονῆς 1 w 4676
τὸ 22 w 4678
κήρυγμα 1 w 4685
δεδεγμένας 1 w 4695
ἐγένοντο 1 w 4703
γὰρ 4 w 4706
ὑπερεξακόσιαι 1 w 4719
malim 1 w 4724
ὑπὲρ 1 w 4728
ἑξακοσίας 1 w 4737
τὸ 23 w 4739
πλῆθος 1 w 4745
ἐκέλευσεν 4 w 4755
ἀθρόας 1 w 4761
ἡμέρᾳ 1 w 4766
ῥητῇ 1 w 4770
βαδίζειν 2 w 4778
ὡς 6 w 4781
τὴν 25 w 4784
ἀσφάλειαν 1 w 4793
αὐτὸς 4 w 4798
παρέξων 1 w 4805
ἐνστάσης 1 w 4814
δὲ 24 w 4816
τῆς 12 w 4819
ἡμέρας 1 w 4825
αἱ 6 w 4828
μὲν 14 w 4831
ἐπὶ 5 w 4834
τὰς 8 w 4837
πύλας 1 w 4842
ἠθροίζοντο 1 w 4852
τὰ 14 w 4854
χρήματα 1 w 4861
συσκευασάμεναι 1 w 4875
καὶ 46 w 4879
τῶν 14 w 4882
τέκνων 2 w 4888
τὰ 15 w 4890
μὲν 15 w 4893
ἐν 10 w 4895
ταῖς 6 w 4899
ἀγκάλαις 1 w 4907
φέρουσαι 2 w 4915
τὰ 16 w 4917
δʼ 14 w 4919
ἐπὶ 6 w 4922
τῶν 15 w 4925
ἁμαξῶν 1 w 4931
ἔχουσαι 1 w 4938
καὶ 47 w 4942
περιέμενον 1 w 4952
ἀλλήλας 1 w 4959
ἄφνω 1 w 4963
δὲ 25 w 4965
πολλοὶ 2 w 4971
τῶν 16 w 4974
τοῦ 18 w 4977
τυράννου 2 w 4985
ἐπεφέροντο 1 w 4995
ἐπεφέροντο 2 w 5006
ἐπεφαίνοντο 1 w 5018
Cobetus 1 w 5025
συνεπεφέροντο 1 w 5039
μένειν 1 w 5046
βοῶντες 1 w 5053
ἔτι 1 w 5056
πόρρωθεν 1 w 5064
ὡς 7 w 5067
δʼ 15 w 5069
ἐγγὺς 1 w 5074
ἐγένοντο 2 w 5082
τὰς 9 w 5086
μὲν 16 w 5089
γυναῖκας 3 w 5097
ἐκέλευον 2 w 5105
ἀναχωρεῖν 1 w 5114
ὀπίσω 1 w 5119
τὰ 18 w 5122
δὲ 26 w 5124
ζεύγη 1 w 5129
καὶ 48 w 5132
τὰς 10 w 5135
ἁμάξας 1 w 5141
ὑποστρέψαντες 1 w 5154
ἔωσαν 1 w 5159
εἰς 5 w 5162
αὐτὰς 2 w 5167
καὶ 49 w 5170
διὰ 2 w 5173
μέσων 1 w 5178
ἀφειδῶς 1 w 5185
διήλαυνον 1 w 5194
οὔτʼ 1 w 5199
ἀκολουθεῖν 1 w 5209
οὔτε 1 w 5213
μένειν 2 w 5219
ἐῶντες 1 w 5225
οὔτε 2 w 5229
τοῖς 8 w 5233
νηπίοις 1 w 5240
βοηθεῖν 1 w 5247
ἀπολλυμένοις 1 w 5259
τὰ 21 w 5261
μὲν 17 w 5264
γὰρ 5 w 5267
ἐκπίπτοντα 1 w 5277
τῶν 17 w 5280
ἁμαξῶν 2 w 5286
τὰ 22 w 5288
δʼ 16 w 5290
ὑποπίπτοντα 1 w 5301
διεφθείροντο 1 w 5313
διεφθείροντο 2 w 5326
διεφθείρετο 1 w 5338
Dinsius 1 w 5345
βοῇ 1 w 5348
καὶ 50 w 5351
μάστιξιν 1 w 5359
ὥσπερ 1 w 5364
πρόβατα 1 w 5371
τῶν 18 w 5374
μισθοφόρων 1 w 5384
ἐπειγόντων 1 w 5394
ἀνατρεπομένας 1 w 5407
ὑπʼ 2 w 5410
ἀλλήλων 2 w 5417
ἕως 1 w 5421
εἰς 6 w 5424
τὸ 25 w 5426
δεσμωτήριον 1 w 5437
ἐνέβαλον 1 w 5445
ἁπάσας 1 w 5451
τὰ 23 w 5454
δὲ 27 w 5456
χρήματα 2 w 5463
πρὸς 9 w 5467
τὸν 11 w 5470
Ἀριστότιμον 1 w 5481
ἀπεκομίσθη 1 w 5491
χαλεπῶς 1 w 5499
δὲ 28 w 5501
τῶν 19 w 5504
Ἠλείων 1 w 5510
ἐπὶ 7 w 5513
τούτοις 3 w 5520
ἐχόντων 1 w 5527
αἱ 7 w 5530
περὶ 6 w 5534
τὸν 12 w 5537
Διόνυσον 2 w 5545
ἱεραὶ 1 w 5550
γυναῖκες 3 w 5558
ἃς 2 w 5561
ἑκκαίδεκα 1 w 5570
καλοῦσιν 1 w 5578
ἱκετηρίας 1 w 5588
καὶ 51 w 5591
στέμματα 1 w 5599
τῶν 20 w 5602
ἀπὸ 2 w 5605
τοῦ 19 w 5608
θεοῦ 1 w 5612
λαβοῦσαι 1 w 5620
περὶ 7 w 5624
τὴν 26 w 5627
ἀγορὰν 2 w 5633
ἀπήντησαν 1 w 5642
τῷ 4 w 5644
Ἀριστοτίμῳ 1 w 5654
καὶ 52 w 5658
τῶν 21 w 5661
δορυφόρων 1 w 5670
ὑπʼ 3 w 5673
αἰδοῦς 1 w 5679
διαστάντων 1 w 5689
ἔστησαν 1 w 5697
τὸ 28 w 5699
πρῶτον 1 w 5705
σιωπῇ 3 w 5710
ὁσίως 1 w 5715
ὁσίως 2 w 5720
καὶ 53 w 5724
ὁσίως 3 w 5729
Schellensius 1 w 5741
προϊσχόμεναι 1 w 5753
τὰς 12 w 5756
ἱκετηρίας 2 w 5765
ἐπεὶ 5 w 5770
δʼ 17 w 5772
ἐγένοντο 3 w 5780
φανεραὶ 1 w 5787
δεόμεναι 1 w 5795
καὶ 54 w 5798
παραιτούμεναι 1 w 5811
τὴν 27 w 5814
ὀργὴν 1 w 5819
ὑπὲρ 2 w 5823
τῶν 22 w 5826
γυναικῶν 1 w 5834
παροξυνθεὶς 1 w 5846
πρὸς 10 w 5850
τοὺς 6 w 5854
δορυφόρους 1 w 5864
καὶ 55 w 5867
κεκραγὼς 1 w 5875
ὅτι 1 w 5878
προσελθεῖν 1 w 5888
εἴασαν 1 w 5894
αὐτὰς 3 w 5899
ἐποίησε 1 w 5906
τὰς 14 w 5909
μὲν 18 w 5912
ὠθοῦντας 1 w 5920
τὰς 15 w 5923
δὲ 29 w 5925
τύπτοντας 1 w 5934
ἐξελάσαι 1 w 5942
τῆς 13 w 5945
τῆς 14 w 5948
Benselerus 1 w 5958
ἐκ 16 w 5961
τῆς 15 w 5964
ἀγορᾶς 1 w 5970
ἑκάστην 1 w 5978
δὲ 30 w 5980
δυσὶ 1 w 5984
ταλάντοις 1 w 5993
ἐζημίωσε 1 w 6001
γενομένων 1 w 6011
δὲ 31 w 6013
τούτων 1 w 6019
ἐν 12 w 6022
μὲν 19 w 6025
τῇ 8 w 6027
πόλει 1 w 6032
συνέστησε 1 w 6041
πρᾶξιν 1 w 6047
ἐπὶ 8 w 6050
τὸν 13 w 6053
τύραννον 2 w 6061
Ἑλλάνικος 1 w 6070
ἀνὴρ 1 w 6075
διὰ 3 w 6078
γῆρας 1 w 6083
ἤδη 1 w 6086
καὶ 56 w 6089
δύο 1 w 6092
δυεῖν 1 w 6097
τέκνων 3 w 6104
θάνατον 1 w 6111
ὡς 8 w 6113
οὐδὲν 3 w 6118
ἂν 1 w 6120
πράξας 1 w 6126
ὑπὸ 3 w 6129
τοῦ 20 w 6132
τυράννου 3 w 6140
περιορώμενος 1 w 6152
ἐκ 17 w 6155
δʼ 18 w 6157
Αἰτωλίας 1 w 6165
διαπεράσαντες 1 w 6178
οἱ 8 w 6180
φυγάδες 1 w 6187
καταλαμβάνουσι 1 w 6201
τῆς 16 w 6204
χώρας 2 w 6209
ἐπιτήδειον 1 w 6219
ἐμπολεμεῖν 1 w 6229
ἔρυμα 1 w 6234
τὴν 28 w 6237
Ἀμυμώνην 1 w 6245
καὶ 57 w 6249
συχνοὺς 2 w 6256
προσεδέχοντο 1 w 6268
τῶν 23 w 6271
πολιτῶν 1 w 6278
ἐκ 18 w 6280
τῆς 17 w 6283
Ἤλιδος 1 w 6289
ἀποδιδράσκοντας 1 w 6304
ταῦτα 1 w 6310
δὲ 33 w 6312
δείσας 1 w 6318
18 w 6319
Ἀριστότιμος 2 w 6330
εἰσῆλθε 1 w 6337
πρὸς 11 w 6341
τὰς 16 w 6344
γυναῖκας 4 w 6352
καὶ 58 w 6356
νομίζων 1 w 6363
φόβῳ 1 w 6367
μᾶλλον 3 w 6373
3 w 6374
χάριτι 1 w 6380
διαπράξεσθαι 1 w 6392
προσέταττε 1 w 6402
πέμπειν 1 w 6409
καὶ 59 w 6412
γράφειν 1 w 6419
αὐτὰς 4 w 6424
τοῖς 9 w 6428
ἀνδράσιν 1 w 6436
ὅπως 2 w 6440
ἀπίωσιν 1 w 6447
ἐκ 19 w 6449
τῆς 18 w 6452
χώρας 3 w 6457
εἰ 13 w 6459
δὲ 34 w 6461
μή 3 w 6463
κατασφάξειν 1 w 6475
ἠπείλει 1 w 6482
πάσας 4 w 6487
αἰκισάμενος 1 w 6498
καὶ 60 w 6501
προανελὼν 1 w 6510
τοὺς 7 w 6514
παῖδας 1 w 6520
αἱ 8 w 6523
μὲν 20 w 6526
οὖν 5 w 6529
ἄλλαι 4 w 6534
πολὺν 1 w 6540
χρόνον 1 w 6546
ἐφεστῶτος 1 w 6555
καὶ 61 w 6558
κελεύοντος 1 w 6568
εἰπεῖν 2 w 6574
εἴ 2 w 6576
τι 17 w 6578
πράξουσι 1 w 6586
τούτων 2 w 6592
οὐδὲν 4 w 6598
ἀπεκρίναντο 1 w 6609
πρὸς 12 w 6613
ἐκεῖνον 2 w 6620
ἀλλὰ 3 w 6625
προσέβλεψαν 1 w 6636
ἀλλήλαις 1 w 6644
σιωπῇ 4 w 6649
καὶ 62 w 6652
διένευσαν 1 w 6661
διένευσαν 2 w 6671
W 1 w 6672
δι 22 w 6675
εὔνοιαν 1 w 6683
ἀνθομολογούμεναι 1 w 6699
τὸ 30 w 6701
μὴ 3 w 6703
δεδιέναι 1 w 6711
μηδʼ 1 w 6715
ἐκπεπλῆχθαι 1 w 6726
τὴν 29 w 6729
ἀπειλήν 1 w 6736
Μεγιστὼ 1 w 6744
δʼ 20 w 6746
10 w 6747
Τιμολέοντος 1 w 6758
γυνὴ 1 w 6762
καὶ 63 w 6765
διὰ 4 w 6768
τὸν 14 w 6771
ἄνδρα 4 w 6776
καὶ 64 w 6779
τὴν 30 w 6782
ἀρετὴν 2 w 6788
ἡγεμονικὴν 1 w 6798
ἔχουσα 4 w 6804
τάξιν 1 w 6809
διαναστῆναι 1 w 6821
μὲν 21 w 6824
οὐκ 2 w 6827
ἠξίωσεν 1 w 6834
οὐδʼ 2 w 6838
εἴασε 1 w 6843
τὰς 18 w 6846
ἄλλας 3 w 6851
καθεζομένη 1 w 6862
δʼ 22 w 6864
ἀπεκρίνατο 1 w 6874
πρὸς 13 w 6878
αὐτὸν 1 w 6883
εἰ 15 w 6885
μὲν 22 w 6888
ἦς 1 w 6890
ἀνὴρ 2 w 6894
φρόνιμος 1 w 6902
οὐκ 3 w 6906
ἂν 2 w 6908
διελέγου 1 w 6916
γυναιξὶ 1 w 6923
περὶ 8 w 6927
ἀνδρῶν 1 w 6933
ἀλλὰ 4 w 6938
πρὸς 14 w 6942
ἐκείνους 1 w 6950
ἂν 3 w 6952
ὡς 9 w 6954
κυρίους 1 w 6961
ἡμῶν 1 w 6965
ἔπεμπες 1 w 6972
ἀμείνονας 1 w 6982
λόγους 1 w 6988
εὑρὼν 2 w 6993
4 w 6994
διʼ 2 w 6997
ὧν 1 w 6999
ἡμᾶς 1 w 7003
ἐξηπάτησας 1 w 7013
εἰ 16 w 7016
δʼ 23 w 7018
αὐτὸς 5 w 7023
ἐκείνους 2 w 7031
πεῖσαι 1 w 7037
πεῖσαι 2 w 7043
scrib 1 w 7049
vid 1 w 7053
πείσειν 1 w 7061
ἀπεγνωκὼς 1 w 7070
διʼ 3 w 7073
ἡμῶν 2 w 7077
ἐπιχειρεῖς 1 w 7087
παραλογίζεσθαι 1 w 7101
μήθʼ 1 w 7106
ἡμᾶς 2 w 7110
ἔλπιζε 1 w 7116
πάλιν 2 w 7121
ἐξαπατήσειν 1 w 7132
μήτʼ 1 w 7136
ἐκεῖνοι 1 w 7143
κακῶς 1 w 7148
οὕτω 1 w 7152
φρονήσειαν 1 w 7162
ὥστε 1 w 7167
φειδόμενοι 1 w 7177
παιδαρίων 1 w 7186
καὶ 65 w 7189
γυναικῶν 2 w 7197
ἐγκαταλιπεῖν 1 w 7209
τὴν 32 w 7212
τῆς 19 w 7215
πατρίδος 1 w 7223
ἐλευθερίαν 1 w 7233
οὐ 16 w 7236
γὰρ 6 w 7239
τοσοῦτο 1 w 7246
κακὸν 1 w 7251
αὐτοῖς 1 w 7257
ἡμᾶς 3 w 7261
ἀπολέσαι 1 w 7269
μηδὲ 1 w 7273
νῦν 1 w 7276
ἔχοντας 1 w 7283
ὅσον 2 w 7288
ἀγαθὸν 1 w 7294
ἐξελέσθαι 1 w 7303
τῆς 20 w 7306
σῆς 1 w 7309
ὠμότητος 1 w 7317
καὶ 66 w 7320
ὕβρεως 1 w 7326
τοὺς 8 w 7330
πολίτας 2 w 7337
ταῦτα 2 w 7343
τῆς 21 w 7346
Μεγιστοῦς 1 w 7355
λεγούσης 1 w 7363
οὐκ 4 w 7367
ἀνασχόμενος 1 w 7378
19 w 7379
Ἀριστότιμος 3 w 7390
ἐκέλευσε 5 w 7398
τὸ 34 w 7400
παιδίον 1 w 7407
αὐτῆς 3 w 7412
ὡς 10 w 7414
ἀποκτενῶν 1 w 7423
ἐν 13 w 7425
ὄψει 1 w 7429
κομισθῆναι 1 w 7439
ζητούντων 1 w 7449
δὲ 37 w 7451
τῶν 25 w 7454
ὑπηρετῶν 1 w 7462
ἀναμεμιγμένον 1 w 7475
ἐν 14 w 7477
τοῖς 11 w 7481
ἄλλοις 1 w 7487
παίζουσι 1 w 7495
καὶ 67 w 7498
διαπαλαίουσιν 1 w 7511
17 w 7513
μήτηρ 2 w 7518
ὀνομαστὶ 1 w 7526
προσκαλεσαμένη 1 w 7540
δεῦρο 1 w 7545
ἔφη 1 w 7548
τέκνον 1 w 7554
πρὶν 1 w 7559
αἰσθέσθαι 1 w 7568
καὶ 68 w 7571
φρονεῖν 2 w 7578
ἀπαλλάγηθι 1 w 7588
τῆς 23 w 7591
πικρᾶς 1 w 7597
τυραννίδος 1 w 7607
ὡς 11 w 7609
ἐμοὶ 1 w 7613
βαρύτερόν 1 w 7622
ἐστι 1 w 7626
δουλεύοντά 1 w 7636
σε 22 w 7638
παρʼ 1 w 7642
ἀξίαν 1 w 7647
ἐφορᾶν 1 w 7653
5 w 7654
ἀποθνήσκοντα 1 w 7666
τοῦ 22 w 7669
δʼ 24 w 7671
Ἀριστοτίμου 1 w 7682
σπασαμένου 1 w 7692
τὴν 33 w 7695
μάχαιραν 1 w 7703
ἐπʼ 2 w 7706
αὐτὴν 4 w 7711
ἐκείνην 1 w 7718
καὶ 69 w 7721
μετʼ 2 w 7725
ὀργῆς 1 w 7730
ἐπιφερομένου 1 w 7742
τῶν 27 w 7746
συνήθων 1 w 7753
τις 3 w 7756
αὐτῷ 3 w 7760
Κύλων 1 w 7765
ὄνομα 4 w 7770
πιστὸς 1 w 7776
δοκῶν 1 w 7781
εἶναι 3 w 7786
μισῶν 1 w 7792
δὲ 38 w 7794
καὶ 70 w 7797
μετέχων 1 w 7804
τῆς 24 w 7807
συνωμοσίας 1 w 7817
τοῖς 12 w 7821
περὶ 9 w 7825
τὸν 16 w 7828
Ἑλλάνικον 1 w 7837
ἀντέστη 1 w 7845
καὶ 71 w 7848
ἀπέστρεψε 1 w 7857
δεόμενος 1 w 7865
καὶ 72 w 7868
λέγων 1 w 7873
ἀγεννὲς 1 w 7880
εἶναι 4 w 7885
καὶ 73 w 7888
γυναικῶδες 1 w 7898
οὐκ 5 w 7901
ἀνδρὸς 2 w 7907
ἡγεμονικοῦ 1 w 7917
καὶ 74 w 7920
πράγμασι 1 w 7928
χρῆσθαι 2 w 7935
μεμαθηκότος 1 w 7946
τὸ 37 w 7948
ἔργον 1 w 7953
ὥστε 2 w 7958
μόλις 2 w 7963
ἔννουν 1 w 7969
γενόμενον 1 w 7978
τὸν 17 w 7981
Ἀριστότιμον 2 w 7992
ἀπελθεῖν 1 w 8000
γίγνεται 1 w 8009
δὲ 39 w 8011
σημεῖον 2 w 8018
αὐτῷ 4 w 8022
μέγα 1 w 8026
μεσημβρία 1 w 8036
μὲν 23 w 8039
γὰρ 7 w 8042
ἦν 4 w 8044
καὶ 75 w 8047
μετὰ 3 w 8051
τῆς 25 w 8054
γυναικὸς 4 w 8062
ἀνεπαύετο 1 w 8071
παρασκευαζομένων 1 w 8088
δὲ 40 w 8090
τῶν 28 w 8093
περὶ 10 w 8097
τὸ 39 w 8099
δεῖπνον 1 w 8106
ἀετὸς 1 w 8112
μετέωρος 1 w 8120
ὤφθη 1 w 8124
δινούμενος 1 w 8134
ὑπὲρ 3 w 8138
τῆς 26 w 8141
οἰκίας 1 w 8147
εἶθʼ 1 w 8152
ὥσπερ 2 w 8157
ἐκ 27 w 8159
προνοίας 1 w 8167
καὶ 76 w 8170
στοχασμοῦ 1 w 8179
λίθον 1 w 8184
ἀφῆκεν 1 w 8190
εὐμεγέθη 1 w 8198
κατʼ 1 w 8202
ἐκεῖνο 4 w 8208
τῆς 27 w 8211
στέγης 1 w 8217
τὸ 41 w 8219
μέρος 1 w 8224
οὗ 1 w 8227
τὸ 42 w 8229
δωμάτιον 1 w 8237
ἦν 5 w 8239
ἐν 15 w 8242
2 w 8243
κατακείμενος 1 w 8255
ἐτύγχανεν 1 w 8264
20 w 8265
Ἀριστότιμος 4 w 8276
ἅμα 2 w 8280
δʼ 25 w 8282
ἄνωθεν 1 w 8288
ψόφου 1 w 8293
μεγάλου 1 w 8300
καὶ 77 w 8303
κραυγῆς 1 w 8310
ἔξωθεν 1 w 8316
ὑπὸ 4 w 8319
τῶν 29 w 8322
ἰδόντων 1 w 8329
τὸν 18 w 8332
ὄρνιν 1 w 8337
γενομένης 2 w 8346
ἐκπλαγεὶς 1 w 8356
καὶ 78 w 8359
πυθόμενος 1 w 8368
τὸ 44 w 8370
γεγονὸς 1 w 8377
μετεπέμψατο 1 w 8388
μάντιν 1 w 8394
3 w 8396
χρώμενος 1 w 8404
διετέλει 1 w 8412
κατʼ 2 w 8416
ἀγοράν 1 w 8422
καὶ 79 w 8426
διηρώτα 1 w 8433
περὶ 11 w 8437
τοῦ 23 w 8440
σημείου 1 w 8447
συντεταραγμένος 1 w 8462
21 w 8464
δʼ 26 w 8466
ἐκεῖνον 3 w 8473
μὲν 24 w 8476
παρεκάλει 1 w 8485
ὡς 12 w 8487
τοῦ 24 w 8490
Διὸς 1 w 8494
αὐτὸν 2 w 8499
ἐξεγείροντος 1 w 8511
καὶ 80 w 8514
βοηθοῦντος 1 w 8524
οἷς 2 w 8528
δʼ 27 w 8530
ἐπίστευε 1 w 8538
τῶν 30 w 8541
πολιτῶν 2 w 8548
ἔφρασεν 1 w 8555
ὅσον 3 w 8559
οὔπω 2 w 8563
τὴν 35 w 8566
δίκην 1 w 8571
αἰωρουμένην 1 w 8582
ὑπὲρ 4 w 8586
κεφαλῆς 1 w 8593
ἐμπεσεῖσθαι 1 w 8604
τῷ 7 w 8606
τυράννῳ 1 w 8613
διὸ 1 w 8617
καὶ 81 w 8620
τοῖς 13 w 8624
περὶ 12 w 8628
τὸν 20 w 8631
Ἑλλάνικον 2 w 8640
ἔδοξε 1 w 8645
μὴ 4 w 8647
μέλλειν 1 w 8654
ἀλλʼ 2 w 8659
ἐπιτίθεσθαι 1 w 8670
τῇ 9 w 8672
ὑστεραίᾳ 1 w 8680
τῆς 28 w 8684
δὲ 41 w 8686
νυκτὸς 2 w 8692
Ἑλλάνικος 2 w 8701
ἐδόκει 1 w 8707
κατὰ 2 w 8711
τοὺς 9 w 8715
ὕπνους 1 w 8721
τῶν 32 w 8724
τεθνηκότων 1 w 8734
υἱῶν 1 w 8738
τὸν 21 w 8741
ἕτερον 1 w 8747
λέγειν 1 w 8753
αὐτῷ 5 w 8757
παραστάντα 1 w 8767
τί 6 w 8769
πέπονθας 1 w 8777
1 w 8779
πάτερ 1 w 8784
καθεύδων 1 w 8793
πέπονθας 2 w 8802
καθεύδων 2 w 8811
πεπονθὼς 1 w 8821
καθεύδεις 1 w 8831
Dinsius 2 w 8839
αὔριον 1 w 8845
δέ 6 w 8847
σε 25 w 8849
δεῖ 4 w 8852
τῆς 29 w 8855
πόλεως 1 w 8861
στρατηγεῖν 1 w 8871
οὗτός 1 w 8876
τε 36 w 8878
δὴ 2 w 8880
διὰ 5 w 8883
τὴν 36 w 8886
ὄψιν 1 w 8890
εὐθαρσὴς 1 w 8898
γεγενημένος 1 w 8909
παρεκάλει 2 w 8918
τοὺς 10 w 8922
ἑταίρους 1 w 8930
ἑταίρους 2 w 8939
W 2 w 8940
ἑτέρους 1 w 8948
1 w 8949
τʼ 7 w 8951
Ἀριστότιμος 5 w 8962
πυθόμενος 2 w 8971
Κρατερὸν 1 w 8979
αὐτῷ 6 w 8983
βοηθοῦντα 1 w 8992
μετὰ 4 w 8996
πολλῆς 2 w 9002
δυνάμεως 2 w 9010
ἐν 16 w 9012
Ὀλυμπίᾳ 1 w 9019
καταστρατοπεδεύειν 1 w 9037
οὕτως 1 w 9043
ἐξεθάρσησεν 1 w 9054
ὥστʼ 1 w 9059
ἄνευ 1 w 9063
δορυφόρων 2 w 9072
εἰς 7 w 9075
τὴν 37 w 9078
ἀγορὰν 3 w 9084
προελθεῖν 1 w 9093
μετὰ 5 w 9097
τοῦ 25 w 9100
Κύλωνος 1 w 9107
ὡς 13 w 9110
οὖν 6 w 9113
συνεῖδε 1 w 9120
τὸν 22 w 9123
καιρὸν 1 w 9129
Ἑλλάνικος 3 w 9138
2 w 9140
μὲν 25 w 9143
ἦν 6 w 9145
σημεῖον 3 w 9152
αὐτῷ 7 w 9156
πρὸς 15 w 9160
τοὺς 11 w 9164
μέλλοντας 1 w 9173
ἐπιχειρεῖν 1 w 9183
συγκείμενον 1 w 9194
οὐκ 6 w 9197
ἔδωκε 1 w 9202
λαμπρᾷ 1 w 9209
δὲ 42 w 9211
τῇ 10 w 9213
φωνῇ 1 w 9217
καὶ 82 w 9220
ἅμα 3 w 9223
τὰς 19 w 9226
χεῖρας 1 w 9232
προτείνων 1 w 9241
ἀμφοτέρας 1 w 9250
τί 7 w 9252
μέλλετε 1 w 9259
μέλλετε 2 w 9267
add 1 w 9271
ἔφη 2 w 9275
vel 1 w 9278
ἐβόησεν 1 w 9285
Dinsius 3 w 9292
ἀνεβόησεν 1 w 9302
ἄνδρες 1 w 9309
ἀγαθοί 1 w 9315
καλὸν 1 w 9321
τὸ 50 w 9323
θέατρον 1 w 9330
ἐν 17 w 9332
μέσῳ 1 w 9336
τῆς 30 w 9339
πατρίδος 2 w 9347
ἐναγωνίσασθαι 1 w 9360
πρῶτος 1 w 9366
μὲν 26 w 9369
οὖν 7 w 9372
22 w 9373
Κύλων 3 w 9378
σπασάμενος 1 w 9388
τὸ 51 w 9390
ξίφος 1 w 9395
παίει 1 w 9400
τινὰ 1 w 9404
τῶν 33 w 9407
ἑπομένων 1 w 9415
τῷ 11 w 9417
Ἀριστοτίμῳ 2 w 9427
Θρασυβούλου 1 w 9439
δὲ 43 w 9441
καὶ 83 w 9444
Λάμπιδος 1 w 9452
ἐξ 12 w 9454
ἐναντίας 1 w 9462
ἐπιφερομένων 1 w 9474
ἔφθη 1 w 9479
μὲν 27 w 9482
23 w 9483
Ἀριστότιμος 6 w 9494
εἰς 8 w 9497
τὸ 52 w 9499
τοῦ 26 w 9502
Διὸς 2 w 9506
ἱερὸν 2 w 9511
καταφυγών 1 w 9520
ἐκεῖ 6 w 9524
δʼ 28 w 9526
ἀποκτείναντες 1 w 9539
αὐτὸν 3 w 9544
καὶ 84 w 9547
τὸ 54 w 9549
σῶμα 2 w 9553
προβαλόντες 1 w 9564
εἰς 9 w 9567
τὴν 38 w 9570
ἀγορὰν 4 w 9576
ἐκάλουν 1 w 9583
τοὺς 12 w 9587
πολίτας 3 w 9594
ἐπὶ 9 w 9597
τὴν 39 w 9600
ἐλευθερίαν 2 w 9610
οὐ 20 w 9613
μὴν 1 w 9616
ἔφθησάν 1 w 9623
γε 26 w 9625
πολὺ 3 w 9629
πολὺ 4 w 9633
Cobetus 2 w 9640
πολλοὶ 3 w 9647
τὰς 20 w 9650
γυναῖκας 5 w 9658
εὐθὺς 3 w 9664
γὰρ 8 w 9667
ἐξέδραμον 2 w 9676
μετὰ 6 w 9680
χαρᾶς 1 w 9685
καὶ 85 w 9688
ὀλολυγμοῦ 1 w 9697
καὶ 86 w 9701
περιστᾶσαι 2 w 9711
τοὺς 13 w 9715
ἄνδρας 3 w 9721
ἀνέδουν 1 w 9728
καὶ 87 w 9731
κατέστεφον 1 w 9741
εἶτα 1 w 9746
τοῦ 27 w 9749
πλήθους 1 w 9756
ἐπὶ 10 w 9759
τὴν 40 w 9762
οἰκίαν 1 w 9768
τοῦ 28 w 9771
τυράννου 4 w 9779
ῥυέντος 1 w 9786
19 w 9788
μὲν 28 w 9791
γυνὴ 2 w 9795
συγκλείσασα 1 w 9806
τὸν 24 w 9809
θάλαμον 1 w 9816
αὑτὴν 1 w 9821
ἀνήρτησε 1 w 9829
δύο 2 w 9833
δʼ 29 w 9835
ἦσαν 1 w 9839
αὐτῷ 8 w 9843
αὐτῷ 9 w 9847
αὐτ͂ͅ 1 w 9853
Dinsius 4 w 9860
θυγατέρες 1 w 9869
παρθένοι 2 w 9878
μὲν 29 w 9881
ἔτι 2 w 9884
κάλλισται 1 w 9894
δὲ 44 w 9896
τὴν 42 w 9899
ὄψιν 2 w 9903
ἤδη 2 w 9907
γάμων 1 w 9912
ὥραν 1 w 9916
ἔχουσαι 2 w 9923
ταύτας 1 w 9930
συλλαβόντες 1 w 9941
εἷλκον 1 w 9947
ἔξω 2 w 9950
πάντως 1 w 9956
μὲν 30 w 9959
ἀνελεῖν 1 w 9966
αἰκίσασθαι 1 w 9977
δὲ 45 w 9979
καὶ 88 w 9982
καθυβρίσαι 1 w 9992
πρότερον 1 w 10000
ἐγνωκότες 1 w 10009
ἀπαντήσασα 1 w 10020
δʼ 30 w 10022
20 w 10023
Μεγιστὼ 2 w 10030
μετὰ 7 w 10034
τῶν 34 w 10037
ἄλλων 1 w 10042
ἐβόα 1 w 10046
δεινὰ 2 w 10051
ποιεῖν 1 w 10057
αὐτούς 2 w 10063
εἰ 20 w 10066
δῆμος 1 w 10071
ἀξιοῦντες 1 w 10080
εἶναι 5 w 10085
ταῦτα 3 w 10090
ταῦτα 4 w 10095
ταύτὰ 1 w 10101
Cobetus 3 w 10108
deleto 1 w 10114
ὅμοια 1 w 10119
τολμῶσι 1 w 10126
καὶ 89 w 10129
ἀσελγαίνουσι 1 w 10141
τοῖς 14 w 10145
τυράννοις 1 w 10154
ὅμοια 2 w 10159
ἐντρεπομένων 1 w 10172
δὲ 46 w 10174
πολλῶν 1 w 10180
τὸ 56 w 10182
ἀξίωμα 1 w 10188
τῆς 31 w 10191
γυναικὸς 5 w 10199
παρρησιαζομένης 1 w 10214
καὶ 90 w 10217
δακρυούσης 1 w 10227
ἔδοξεν 1 w 10234
ἀφελεῖν 1 w 10241
τὴν 43 w 10244
ὕβριν 1 w 10249
αὐτὰς 5 w 10255
δʼ 31 w 10257
ἐᾶσαι 1 w 10262
διʼ 4 w 10265
αὑτῶν 1 w 10270
ἀποθανεῖν 1 w 10279
ὡς 14 w 10282
δʼ 32 w 10284
οὖν 8 w 10287
ἀναστρέψαντες 1 w 10300
ἔνδον 1 w 10305
ἐκέλευον 3 w 10313
εὐθὺς 4 w 10318
ἀποθνήσκειν 1 w 10329
τὰς 22 w 10332
παρθένους 1 w 10341
21 w 10343
πρεσβυτέρα 1 w 10353
Μυρὼ 1 w 10357
Μυρὼ 2 w 10361
Μοιρὼ 1 w 10367
Cobetus 4 w 10374
λύσασα 1 w 10380
τὴν 44 w 10383
ζώνην 1 w 10388
καὶ 91 w 10391
βρόχον 1 w 10397
ἐνάψασα 1 w 10404
τὴν 45 w 10407
ἀδελφὴν 1 w 10414
κατησπάζετο 1 w 10425
καὶ 92 w 10428
παρεκάλει 3 w 10437
προσέχειν 1 w 10446
καὶ 93 w 10449
ποιεῖν 2 w 10455
ἅπερ 1 w 10459
ἂν 4 w 10461
ἄν 9 w 10463
οὖν 9 w 10467
idem 1 w 10471
αὐτὴν 5 w 10476
θεάσηται 1 w 10484
ποιοῦσαν 1 w 10492
ὅπως 3 w 10497
ἄν 10 w 10499
ἔφη 3 w 10502
μὴ 6 w 10504
ταπεινῶς 1 w 10512
μηδʼ 2 w 10516
ἀναξίως 1 w 10523
ἑαυτῶν 1 w 10529
καταστρέψωμεν 1 w 10542
καταστρέψωμεν 2 w 10556
καταστρέψομεν 1 w 10570
idem 2 w 10574
τῆς 32 w 10577
δὲ 47 w 10579
νεωτέρας 1 w 10587
δεομένης 1 w 10595
αὐτῇ 2 w 10599
παρεῖναι 2 w 10607
προτέρᾳ 1 w 10614
προτέραν 1 w 10622
ἀποθανεῖν 2 w 10632
καὶ 94 w 10635
τῆς 33 w 10638
ζώνης 1 w 10643
ἀντιλαμβανομένης 1 w 10659
οὐδὲν 5 w 10665
οὐδὲν 6 w 10670
οὐτʼ 1 w 10675
Dinsius 5 w 10682
ἄλλο 3 w 10686
πώποτʼ 1 w 10692
εἶπεν 1 w 10697
οὐδὲν 7 w 10702
ἤρνημαί 1 w 10709
σοι 1 w 10712
δεομένῃ 1 w 10719
καὶ 95 w 10723
ταύτην 1 w 10729
οὖν 10 w 10732
λαβὲ 1 w 10736
τὴν 47 w 10739
χάριν 1 w 10744
ἐγὼ 1 w 10748
δʼ 34 w 10750
ὑπομενῶ 1 w 10757
καὶ 96 w 10760
τλήσομαι 1 w 10768
τοῦ 29 w 10771
τοῦ 30 w 10774
malim 2 w 10780
τὸ 57 w 10782
θανάτου 1 w 10789
βαρύτερον 1 w 10798
τὸ 58 w 10801
σέ 6 w 10803
φιλτάτη 1 w 10811
προτέραν 2 w 10820
ἰδεῖν 1 w 10825
ἀποθνήσκουσαν 1 w 10838
ἐκ 34 w 10841
τούτου 1 w 10847
τὴν 48 w 10850
μὲν 31 w 10853
ἀδελφὴν 2 w 10860
αὐτὴ 6 w 10864
διδάξασα 1 w 10872
τῷ 14 w 10874
τραχήλῳ 1 w 10881
περιβαλέσθαι 1 w 10893
τὸν 25 w 10896
βρόχον 2 w 10902
ὡς 15 w 10905
ᾔσθετο 2 w 10911
τεθνηκυῖαν 1 w 10921
καθεῖλε 1 w 10929
καὶ 97 w 10932
κατεκάλυψεν 1 w 10943
αὐτὴν 6 w 10948
αὐτῆς 4 w 10953
δὲ 51 w 10956
τὴν 50 w 10959
Μεγιστὼ 3 w 10966
παρεκάλεσεν 1 w 10977
ἐπιμεληθῆναι 1 w 10989
καὶ 98 w 10993
μὴ 7 w 10995
περιιδεῖν 2 w 11004
αἰσχρῶς 2 w 11011
ἐπειδὰν 1 w 11019
ἀποθάνῃ 1 w 11026
τεθεῖσαν 1 w 11035
ὥστε 3 w 11040
μηδένα 1 w 11046
πικρὸν 1 w 11052
μηδὲ 2 w 11056
μισοτύραννον 1 w 11068
οὕτω 3 w 11072
γενέσθαι 4 w 11080
τῶν 37 w 11083
παρόντων 1 w 11091
ὃς 1 w 11094
οὐκ 7 w 11097
ἔκλαυσεν 1 w 11105
οὐδὲ 11 w 11109
κατηλέησε 1 w 11118
τὴν 51 w 11121
τῶν 38 w 11124
παρθένων 2 w 11132
εὐγένειαν 1 w 11141
τῶν 39 w 11145
μὲν 32 w 11148
οὖν 11 w 11151
κοινῇ 1 w 11156
πεπραγμένων 1 w 11167
γυναιξὶ 2 w 11174
μυρίων 1 w 11180
ὄντων 1 w 11185
ἱκανὰ 1 w 11190
ταῦτα 5 w 11195
παραδείγματα 1 w 11207
τὰς 23 w 11210
δὲ 54 w 11212
καθʼ 1 w 11216
ἑκάστην 2 w 11223
ἀρετάς 1 w 11229
ὅπως 4 w 11234
ἂν 5 w 11236
ἐπίῃ 1 w 11240
σποράδην 2 w 11249
ἀναγράψομεν 1 w 11260
οὐδὲν 8 w 11266
οἰόμενοι 1 w 11274
τῆς 35 w 11277
κατὰ 3 w 11281
χρόνον 2 w 11287
τάξεως 1 w 11293
δεῖσθαι 1 w 11300
τὴν 52 w 11303
ὑποκειμένην 1 w 11314
ἱστορίαν 1 w 11322