Scaife ATLAS

CTS Library / Γυναικῶν ἀρεταί

Γυναικῶν ἀρεταί (13-15)

urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3:13-15
Refs {'start': {'reference': '13', 'human_reference': 'Section 13'}, 'end': {'reference': '15', 'human_reference': 'Section 15'}}
Ancestors []
Children []
prev
plain textXML
next
Φωκιδες

τῶν ἐν Φωκεῦσι τυράννων κατειληφότων Δελφοὺς καὶ τὸν ἱερὸν κληθέντα πόλεμον Θηβαίων πολεμούντων πρὸς αὐτούς, αἱ περὶ τὸν Διόνυσον γυναῖκες, ἃς Θυιάδας ὀνομάζουσιν, ἐκμανεῖσαι καὶ περιπλανηθεῖσαι νυκτὸς ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι· κατάκοποι δʼ οὖσαι καὶ μηδέπω τοῦ φρονεῖν παρόντος αὐταῖς, ἐν τῇ ἀγορᾷ προέμεναι τὰ σώματα

249f
σποράδην ἔκειντο καθεύδουσαι. τῶν δʼ Ἀμφισσέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες, ἐξέδραμον εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δʼ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίγνοντο θεραπεύουσαι καὶ τροφὴν προσφέρουσαι·
τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθησαν αὐταῖς ἄχρι τῶν ὅρων ἀσφαλῶς προπεμπομέναις.
250a

Ὀυαλερία καὶ Κλοιλία

Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις[*] καὶ ἀρετὴ Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων, ἐπιξενωθέντος αὐτῇ· φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν. ἐκπεσὼν δὲ τῆς ἀρχῆς Ταρκύνιος ἄλλους τε πολλοὺς

250b
ἐπολέμησε πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν· καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ[*] σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους
250c
κομισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων
δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν ἐν αἷς ἦν Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία, πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας.

αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δʼ αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης, ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο[*] πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας

250d
νέουσαι καὶ[*] διεπέρασαν ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. εἰσὶ δʼ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δʼ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν. δὲ τεκμηρίῳ χρῶνται, μετʼ ὀλίγον ἐροῦμεν.

ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδʼ ὑπέμειναν ἐν πίστει χείρονες ἑνὸς ἀνδρὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων. μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία

250e
μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δʼ ἄλλας τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων.

ἐπεὶ δʼ ἤχθησαν, ἰδὼν αὐτὰς Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο

250f
ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δʼ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.

Μίκκα καὶ Μεγιστώ

Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν διʼ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ

251a
δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δʼ ὠμὰ τοὺς πολίτας ὑπʼ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν
περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην
251b
ὁρῶντες ἐκέλευον βαδίζειν· δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης, σπαργῶν καὶ μεθύων Λεύκιος αὐτὸς ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευσεν αὐτῷ συνακολουθεῖν οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν· δὲ πατὴρ καὶ μήτηρ. ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες
251c
ἐπέραινον, ἐτράποντο πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον.

ἀλλʼ οὐδὲ τούτοις τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰς[*] Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας ᾔσθετο

251d
μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίας[*] τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας
ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο,[*] μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς
251e
διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο,[*] βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη.

χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ

251f
Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως[*] προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας
ἐξελάσαι ἐκ τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε.

γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν

252a
πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος. ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν
252b
τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν,[*] ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτόν, εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν
252c
διʼ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους
πεῖσαι ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν[*] ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.

ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ διαπαλαίουσιν, μήτηρ ὀνομαστὶ

252d
προσκαλεσαμένη, δεῦρο, ἔφη, τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρʼ ἀξίαν ἐφορᾶν ἀποθνήσκοντα.

τοῦ δʼ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπʼ αὐτὴν ἐκείνην καὶ μετʼ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλων[*] ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες

252e
οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν.

γίγνεται δὲ σημεῖον αὐτῷ μέγα· μεσημβρία μὲν

γὰρ ἦν καὶ μετὰ τῆς γυναικὸς ἀνεπαύετο παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς οἰκίας, εἶθʼ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατʼ ἐκεῖνο τῆς στέγης τὸ μέρος, οὗ τὸ δωμάτιον ἦν, ἐν κατακείμενος ἐτύγχανεν Ἀριστότιμος. ἅμα δʼ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν
252f
γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, χρώμενος διετέλει κατʼ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος. δʼ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δʼ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον ἔδοξε μὴ μέλλειν, ἀλλʼ ἐπιτίθεσθαι τῇ ὑστεραίᾳ.

τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα, τί πέπονθας, πάτερ,

253a
καθεύδων[*]; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν. οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους,[*] τ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε,
λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων
253b
ἀμφοτέρας, τί μέλλετε,[*] ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι. πρῶτος μὲν οὖν Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ[*] τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, μὲν γυνὴ συγκλείσασα
253c
τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν αὐτῷ[*] θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα[*] τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν
253d
τὴν ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν ἀποθανεῖν.

ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, πρεσβυτέρα Μυρὼ[*] λύσασα τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν

ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, ὅπως ἄν, ἔφη, μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν. τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι προτέρᾳ ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης, οὐδὲν ἄλλο πώποτʼ, εἶπεν, οὐδὲ ἓν[*] ἤρνημαί σοι δεομένῃ καὶ ταύτην
253e
οὖν λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν. ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὐτὴ[*] δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν.

τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθʼ

253f
ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.

Tokens

Φωκιδες 1 w 7
τῶν 1 w 10
ἐν 1 w 12
Φωκεῦσι 1 w 19
τυράννων 1 w 27
κατειληφότων 1 w 39
Δελφοὺς 1 w 46
καὶ 1 w 49
τὸν 1 w 52
ἱερὸν 1 w 57
κληθέντα 1 w 65
πόλεμον 1 w 72
Θηβαίων 1 w 79
πολεμούντων 1 w 90
πρὸς 1 w 94
αὐτούς 1 w 100
αἱ 1 w 103
περὶ 1 w 107
τὸν 2 w 110
Διόνυσον 1 w 118
γυναῖκες 1 w 126
ἃς 1 w 129
Θυιάδας 1 w 136
ὀνομάζουσιν 1 w 147
ἐκμανεῖσαι 1 w 158
καὶ 2 w 161
περιπλανηθεῖσαι 1 w 176
νυκτὸς 1 w 182
ἔλαθον 1 w 188
ἐν 2 w 190
Ἀμφίσσῃ 1 w 197
γενόμεναι 1 w 206
κατάκοποι 1 w 216
δʼ 1 w 218
οὖσαι 1 w 223
καὶ 3 w 226
μηδέπω 1 w 232
τοῦ 1 w 235
φρονεῖν 1 w 242
παρόντος 1 w 250
αὐταῖς 1 w 256
ἐν 3 w 259
τῇ 1 w 261
ἀγορᾷ 1 w 266
προέμεναι 1 w 275
τὰ 1 w 277
σώματα 1 w 283
σποράδην 1 w 291
ἔκειντο 1 w 298
καθεύδουσαι 1 w 309
τῶν 2 w 313
δʼ 2 w 315
Ἀμφισσέων 1 w 324
αἱ 2 w 326
γυναῖκες 2 w 334
φοβηθεῖσαι 1 w 345
μὴ 1 w 347
διὰ 1 w 350
τὸ 4 w 352
σύμμαχον 1 w 360
τὴν 1 w 363
πόλιν 1 w 368
Φωκέων 1 w 374
γεγονέναι 1 w 383
καὶ 4 w 386
συχνοὺς 1 w 393
στρατιώτας 1 w 403
παρεῖναι 1 w 411
τῶν 3 w 414
τυράννων 2 w 422
ἀγνωμονηθῶσιν 1 w 435
αἱ 3 w 437
Θυιάδες 1 w 444
ἐξέδραμον 1 w 454
εἰς 1 w 457
τὴν 2 w 460
ἀγορὰν 1 w 466
ἅπασαι 1 w 472
καὶ 5 w 475
κύκλῳ 1 w 480
περιστᾶσαι 1 w 490
σιωπῇ 1 w 495
κοιμωμέναις 1 w 506
μὲν 1 w 509
οὐ 1 w 511
προσῄεσαν 1 w 520
ἐπεὶ 1 w 525
δʼ 3 w 527
ἐξανέστησαν 1 w 538
ἄλλαι 1 w 544
περὶ 2 w 548
ἄλλας 1 w 553
ἐγίγνοντο 1 w 562
θεραπεύουσαι 1 w 574
καὶ 6 w 577
τροφὴν 1 w 583
προσφέρουσαι 1 w 595
τέλος 1 w 601
δὲ 1 w 603
πείσασαι 1 w 611
τοὺς 1 w 615
ἄνδρας 1 w 621
ἐπηκολούθησαν 1 w 634
αὐταῖς 2 w 640
ἄχρι 1 w 644
τῶν 4 w 647
ὅρων 1 w 651
ἀσφαλῶς 1 w 658
προπεμπομέναις 1 w 672
Ὀυαλερία 1 w 681
καὶ 7 w 684
Κλοιλία 1 w 691
Ταρκύνιον 1 w 700
Σούπερβον 1 w 709
ἕβδομον 1 w 717
ἀπὸ 1 w 720
Ῥωμύλου 1 w 727
βασιλεύοντα 1 w 738
Ῥωμαίων 1 w 745
ἐξήλασεν 1 w 754
ὕβρις 1 w 759
ὕβρις 2 w 764
υἱέος 1 w 770
ὕβρις 3 w 775
S 1 w 776
A 1 w 778
Naber 1 w 784
wrongly 1 w 792
as 1 w 795
is 1 w 797
clear 1 w 802
from 1 w 806
Plutarch 1 w 814
s 3 w 816
Life 1 w 820
of 1 w 822
Publicola 1 w 831
chap 1 w 836
i 4 w 838
καὶ 8 w 842
ἀρετὴ 1 w 847
Λουκρητίας 1 w 857
γυναικὸς 1 w 866
ἀνδρὶ 1 w 871
γεγαμημένης 1 w 882
λαμπρῷ 1 w 888
καὶ 9 w 891
κατὰ 1 w 895
γένος 1 w 900
προσήκοντι 1 w 910
τοῖς 1 w 914
βασιλεῦσιν 1 w 924
ἐβιάσθη 1 w 932
μὲν 2 w 935
γὰρ 1 w 938
ὑφʼ 1 w 941
ἑνὸς 1 w 945
τῶν 5 w 948
Ταρκυνίου 1 w 957
παίδων 1 w 963
ἐπιξενωθέντος 1 w 977
αὐτῇ 1 w 981
φράσασα 1 w 989
δὲ 2 w 991
τοῖς 2 w 995
φίλοις 1 w 1001
καὶ 10 w 1004
οἰκείοις 1 w 1012
τὸ 5 w 1014
πάθος 1 w 1019
εὐθὺς 1 w 1024
ἀπέσφαξεν 1 w 1033
ἑαυτήν 1 w 1039
ἐκπεσὼν 1 w 1047
δὲ 3 w 1049
τῆς 1 w 1052
ἀρχῆς 1 w 1057
1 w 1058
Ταρκύνιος 1 w 1067
ἄλλους 1 w 1073
τε 2 w 1075
πολλοὺς 1 w 1082
ἐπολέμησε 1 w 1091
πολέμους 1 w 1099
πειρώμενος 1 w 1110
ἀναλαβεῖν 1 w 1119
τὴν 3 w 1122
ἡγεμονίαν 1 w 1131
καὶ 11 w 1135
τέλος 2 w 1140
ἄρχοντα 1 w 1147
Τυρρηνῶν 1 w 1155
Πορσίναν 1 w 1163
ἔπεισεν 1 w 1170
ἐπὶ 1 w 1173
τὴν 4 w 1176
Ῥώμην 1 w 1181
στρατεῦσαι 1 w 1191
μετὰ 1 w 1195
πολλῆς 1 w 1201
δυνάμεως 1 w 1209
ἅμα 1 w 1213
δὲ 4 w 1215
τῷ 1 w 1217
πολέμῳ 1 w 1223
καὶ 12 w 1226
λιμοῦ 1 w 1231
συνεπιτιθεμένου 1 w 1246
τοῖς 3 w 1250
Ῥωμαίοις 1 w 1258
πυνθανόμενοι 1 w 1271
τὸν 3 w 1274
Πορσίναν 2 w 1282
οὐ 2 w 1284
πολεμικὸν 1 w 1293
εἶναι 1 w 1298
μόνον 1 w 1303
ἀλλὰ 1 w 1308
καὶ 13 w 1311
δίκαιον 1 w 1318
ἄνδρα 2 w 1323
καὶ 14 w 1326
χρηστόν 1 w 1333
ἐβούλοντο 1 w 1343
χρῆσθαι 1 w 1350
δικαστῇ 1 w 1357
πρὸς 2 w 1361
τὸν 4 w 1364
Ταρκύνιον 2 w 1373
ἀπαυθαδισαμένου 1 w 1389
δὲ 5 w 1391
τοῦ 2 w 1394
Ταρκυνίου 2 w 1403
καὶ 15 w 1406
τὸν 5 w 1409
Πορσίναν 3 w 1417
εἰ 2 w 1420
μὴ 2 w 1422
μενεῖ 1 w 1427
μένει 1 w 1432
μενεῖ 2 w 1438
G 1 w 1439
Papavassiliu 1 w 1452
wrongly 2 w 1460
as 3 w 1463
is 2 w 1465
clear 2 w 1470
from 2 w 1474
Plutarch 2 w 1482
s 8 w 1484
Life 2 w 1488
of 2 w 1490
Publicola 2 w 1499
chap 2 w 1504
xviii 1 w 1510
σύμμαχος 1 w 1519
βέβαιος 1 w 1526
οὐδὲ 1 w 1531
κριτὴν 1 w 1537
δίκαιον 2 w 1544
ἔσεσθαι 1 w 1551
φάσκοντος 1 w 1560
ἀφεὶς 1 w 1566
ἐκεῖνον 1 w 1573
2 w 1574
Πορσίνας 1 w 1582
ἔπραττεν 1 w 1590
ὅπως 1 w 1595
φίλος 1 w 1600
ἄπεισι 1 w 1606
Ῥωμαίων 2 w 1613
τῆς 2 w 1617
τε 5 w 1619
χώρας 1 w 1624
ὅσην 1 w 1628
ἀπετέτμηντο 1 w 1639
Τυρρηνῶν 2 w 1647
καὶ 16 w 1650
τοὺς 2 w 1654
αἰχμαλώτους 1 w 1665
κομισάμενος 1 w 1676
ἐπὶ 2 w 1680
τούτοις 1 w 1687
ὁμήρων 1 w 1693
αὐτῷ 1 w 1697
δοθέντων 1 w 1705
δέκα 1 w 1709
μὲν 3 w 1712
ἀρρένων 1 w 1719
παίδων 2 w 1725
δέκα 2 w 1729
δὲ 7 w 1731
θηλειῶν 1 w 1738
ἐν 4 w 1740
αἷς 1 w 1743
ἦν 1 w 1745
2 w 1746
Ποπλικόλα 1 w 1755
τοῦ 3 w 1758
ὑπάτου 1 w 1764
θυγάτηρ 1 w 1771
Οὐαλερία 1 w 1779
πᾶσαν 1 w 1785
εὐθὺς 2 w 1790
ἀνῆκε 1 w 1795
τὴν 6 w 1798
πρὸς 3 w 1802
τὸν 6 w 1805
πόλεμον 2 w 1812
παρασκευήν 1 w 1822
καίπερ 1 w 1829
οὔπω 1 w 1833
τέλος 3 w 1838
ἐχούσης 1 w 1845
τῆς 3 w 1848
ὁμολογίας 1 w 1857
αἱ 4 w 1860
δὲ 8 w 1862
παρθένοι 1 w 1870
κατέβησαν 1 w 1879
μὲν 4 w 1882
ἐπὶ 3 w 1885
τὸν 7 w 1888
ποταμὸν 1 w 1895
ὡς 1 w 1897
λουσόμεναι 1 w 1907
μικρὸν 1 w 1913
ἀπωτέρω 1 w 1920
τοῦ 4 w 1923
στρατοπέδου 1 w 1934
μιᾶς 1 w 1939
δʼ 4 w 1941
αὐτῶν 1 w 1946
ὄνομα 1 w 1951
Κλοιλίας 1 w 1959
προτρεψαμένης 1 w 1972
ἀναδησάμεναι 1 w 1985
περὶ 3 w 1989
τὰς 1 w 1992
κεφαλὰς 1 w 1999
τοὺς 3 w 2003
χιτωνίσκους 1 w 2014
παρεβάλοντο 1 w 2025
παρεβάλοντο 2 w 2036
παρεβάλλοντο 1 w 2049
in 1 w 2051
some 1 w 2055
mss 1 w 2058
perhaps 1 w 2067
rightly 1 w 2074
πρὸς 4 w 2079
ῥεῦμα 1 w 2084
πολὺ 1 w 2088
καὶ 17 w 2091
δίνας 1 w 2096
βαθείας 1 w 2103
νέουσαι 1 w 2110
καὶ 18 w 2113
καὶ 19 w 2116
added 1 w 2121
by 1 w 2123
F 1 w 2124
C 1 w 2126
B 1 w 2128
as 4 w 2132
seems 1 w 2137
to 1 w 2139
be 2 w 2141
demanded 1 w 2149
by 2 w 2151
the 1 w 2154
Life 3 w 2158
of 3 w 2160
Publicola 3 w 2169
chap 3 w 2174
xix 1 w 2178
which 1 w 2185
puts 1 w 2189
ῥεῦμα 2 w 2194
and 2 w 2197
δίνας 2 w 2202
in 2 w 2204
the 2 w 2207
same 1 w 2211
construction 1 w 2223
διεπέρασαν 1 w 2234
ἀλλήλων 1 w 2241
ἐχόμεναι 1 w 2249
πολυπόνως 1 w 2258
καὶ 20 w 2261
μόλις 1 w 2266
εἰσὶ 1 w 2271
δʼ 5 w 2273
οἱ 1 w 2275
λέγοντες 1 w 2283
ἵππου 1 w 2288
τὴν 7 w 2291
Κλοιλίαν 1 w 2299
εὐπορήσασαν 1 w 2310
αὐτὴν 1 w 2315
μὲν 5 w 2318
ἐπιβῆναι 1 w 2326
καὶ 21 w 2329
διεξελαύνειν 1 w 2341
ἠρέμα 1 w 2346
ταῖς 3 w 2351
δʼ 6 w 2353
ἄλλαις 1 w 2359
ὑφηγεῖσθαι 1 w 2369
παραθαρσύνουσαν 1 w 2384
νηχομένας 1 w 2393
καὶ 22 w 2396
παραβοηθοῦσαν 1 w 2409
1 w 2411
δὲ 9 w 2413
τεκμηρίῳ 1 w 2421
χρῶνται 1 w 2428
μετʼ 1 w 2433
ὀλίγον 1 w 2439
ἐροῦμεν 1 w 2446
ἐπεὶ 2 w 2451
δὲ 10 w 2453
σωθείσας 1 w 2461
εἶδον 1 w 2466
οἱ 2 w 2468
Ῥωμαῖοι 1 w 2475
τὴν 9 w 2479
μὲν 6 w 2482
ἀρετὴν 1 w 2488
καὶ 23 w 2491
τὴν 11 w 2494
τόλμαν 1 w 2500
ἐθαύμασαν 1 w 2509
τὴν 12 w 2513
δὲ 11 w 2515
κομιδὴν 1 w 2522
οὐκ 1 w 2525
ἠγάπησαν 1 w 2533
οὐδʼ 1 w 2537
ὑπέμειναν 1 w 2546
ἐν 5 w 2548
πίστει 1 w 2554
χείρονες 1 w 2562
ἑνὸς 2 w 2566
ἀνδρὸς 1 w 2572
γενέσθαι 1 w 2580
πάλιν 1 w 2586
οὖν 1 w 2589
τὰς 2 w 2592
κόρας 1 w 2597
ἐκέλευσαν 1 w 2606
ἀπιέναι 1 w 2613
καὶ 24 w 2616
συνέπεμψαν 1 w 2626
αὐταῖς 3 w 2632
ἀγωγούς 1 w 2639
οἷς 1 w 2643
διαβᾶσι 1 w 2650
τὸν 8 w 2653
ποταμὸν 2 w 2660
ἐνέδραν 1 w 2667
ὑφεὶς 1 w 2672
5 w 2673
Ταρκύνιος 2 w 2682
ὀλίγον 2 w 2688
ἐδέησεν 1 w 2695
ἐγκρατὴς 1 w 2703
γενέσθαι 2 w 2711
τῶν 7 w 2714
παρθένων 1 w 2722
3 w 2724
μὲν 7 w 2727
οὖν 2 w 2730
τοῦ 5 w 2733
ὑπάτου 2 w 2739
Ποπλικόλα 2 w 2748
θυγάτηρ 2 w 2755
Οὐαλερία 2 w 2763
μετὰ 2 w 2767
τριῶν 1 w 2772
προεξέφυγεν 1 w 2783
οἰκετῶν 1 w 2790
εἰς 2 w 2793
τὸ 12 w 2795
τοῦ 6 w 2798
Πορσίνα 5 w 2805
στρατόπεδον 1 w 2816
τὰς 3 w 2820
δʼ 8 w 2822
ἄλλας 2 w 2827
6 w 2828
τοῦ 7 w 2831
Πορσίνα 6 w 2838
υἱὸς 1 w 2842
Ἄρρους 1 w 2848
ταχὺ 1 w 2852
προσβοηθήσας 1 w 2864
ἐξείλετο 1 w 2872
τῶν 9 w 2875
πολεμίων 1 w 2883
ἐπεὶ 3 w 2888
δʼ 9 w 2890
ἤχθησαν 1 w 2897
ἰδὼν 1 w 2902
αὐτὰς 1 w 2907
7 w 2908
Πορσίνας 2 w 2916
ἐκέλευσεν 1 w 2925
εἰπεῖν 1 w 2931
ἥτις 1 w 2936
ἐστὶν 1 w 2941
4 w 2942
προτρεψαμένη 2 w 2954
καὶ 25 w 2957
κατάρξασα 1 w 2966
τοῦ 8 w 2969
βουλεύματος 1 w 2980
αἱ 5 w 2983
μὲν 8 w 2986
οὖν 3 w 2989
ἄλλαι 3 w 2994
φοβηθεῖσαι 2 w 3004
περὶ 4 w 3008
τῆς 4 w 3011
Κλοιλίας 2 w 3019
ἐσιώπησαν 1 w 3028
αὐτῆς 1 w 3033
δὲ 12 w 3035
τῆς 6 w 3038
Κλοιλίας 3 w 3046
εἰπούσης 1 w 3054
ἑαυτήν 2 w 3060
ἀγασθεὶς 1 w 3069
8 w 3070
Πορσίνας 3 w 3078
ἐκέλευσεν 2 w 3087
ἵππον 1 w 3092
ἀχθῆναι 1 w 3099
κεκοσμημένον 1 w 3111
εὐπρεπῶς 1 w 3119
καὶ 26 w 3123
τῇ 4 w 3125
Κλοιλίᾳ 1 w 3132
δωρησάμενος 1 w 3143
ἀπέπεμψεν 1 w 3152
εὐμενῶς 1 w 3159
καὶ 27 w 3162
φιλανθρώπως 1 w 3173
πάσας 1 w 3178
τοῦτο 1 w 3184
ποιοῦνται 1 w 3193
σημεῖον 1 w 3200
οἱ 3 w 3202
πολλοὶ 1 w 3208
τοῦ 10 w 3211
τὴν 13 w 3214
Κλοιλίαν 2 w 3222
ἵππῳ 1 w 3226
διεξελάσαι 1 w 3236
τὸν 9 w 3239
ποταμόν 1 w 3246
οἱ 4 w 3249
δʼ 10 w 3251
οὔ 2 w 3253
φασιν 1 w 3258
ἀλλὰ 2 w 3263
τὴν 14 w 3266
ῥώμην 1 w 3271
θαυμάσαντα 1 w 3281
καὶ 28 w 3284
τὴν 15 w 3287
τόλμαν 2 w 3293
αὐτῆς 2 w 3298
ὡς 2 w 3300
κρείττονα 1 w 3309
γυναικὸς 2 w 3317
ἀξιῶσαι 1 w 3324
δωρεᾶς 1 w 3330
ἀνδρὶ 2 w 3335
πολεμιστῇ 1 w 3344
πρεπούσης 1 w 3353
ἀνέκειτο 1 w 3362
γοῦν 1 w 3366
ἔφιππος 1 w 3373
εἰκὼν 1 w 3378
γυναικὸς 3 w 3386
ἐπὶ 4 w 3389
τῆς 8 w 3392
ὁδοῦ 1 w 3396
τῆς 9 w 3399
ἱερᾶς 1 w 3404
λεγομένης 1 w 3413
ἣν 1 w 3416
οἱ 5 w 3418
μὲν 9 w 3421
τῆς 10 w 3424
Κλοιλίας 4 w 3432
οἱ 6 w 3434
δὲ 13 w 3436
τῆς 11 w 3439
Οὐαλερίας 1 w 3448
λέγουσιν 1 w 3456
εἶναι 2 w 3461
Μίκκα 1 w 3467
καὶ 29 w 3470
Μεγιστώ 1 w 3477
Ἀριστότιμος 1 w 3488
Ἠλείοις 1 w 3495
ἐπαναστὰς 1 w 3504
τύραννος 1 w 3512
ἴσχυε 1 w 3517
μὲν 10 w 3520
διʼ 1 w 3523
Ἀντιγόνου 1 w 3532
τοῦ 11 w 3535
βασιλέως 1 w 3543
ἐχρῆτο 1 w 3550
δὲ 14 w 3552
τῇ 6 w 3554
δυνάμει 1 w 3561
πρὸς 5 w 3565
οὐδὲν 1 w 3570
ἐπιεικὲς 1 w 3578
οὐδὲ 3 w 3582
μέτριον 1 w 3589
καὶ 30 w 3592
γὰρ 2 w 3595
αὐτὸς 1 w 3600
ἦν 2 w 3602
φύσει 1 w 3607
θηριώδης 1 w 3615
καὶ 31 w 3619
τοῖς 4 w 3623
φυλάττουσι 1 w 3633
τὴν 16 w 3636
ἀρχὴν 1 w 3641
καὶ 32 w 3644
τὸ 15 w 3646
σῶμα 1 w 3650
βαρβάροις 1 w 3659
μιγάσι 1 w 3665
δουλεύων 1 w 3673
ὑπὸ 1 w 3676
φόβου 1 w 3681
πολλὰ 1 w 3687
μὲν 11 w 3690
ὑβριστικὰ 1 w 3699
πολλὰ 2 w 3704
δʼ 11 w 3706
ὠμὰ 1 w 3709
τοὺς 4 w 3713
πολίτας 1 w 3720
ὑπʼ 1 w 3723
αὐτῶν 2 w 3728
περιεώρα 1 w 3736
πάσχοντας 1 w 3745
οἷον 1 w 3750
ἦν 3 w 3752
καὶ 33 w 3755
τὸ 16 w 3757
Φιλοδήμου 1 w 3766
πάθος 2 w 3771
ἔχοντος 1 w 3779
γὰρ 3 w 3782
αὐτοῦ 1 w 3787
θυγατέρα 1 w 3795
καλὴν 1 w 3800
ὄνομα 2 w 3805
Μίκκαν 1 w 3811
ἐπεχείρησέ 1 w 3821
τις 2 w 3824
τῶν 11 w 3827
περὶ 5 w 3831
τὸν 10 w 3834
τύραννον 1 w 3842
ξεναγῶν 1 w 3849
ὄνομα 3 w 3854
Λεύκιος 1 w 3861
ὕβρει 1 w 3866
μᾶλλον 1 w 3872
1 w 3873
ἔρωτι 1 w 3878
συγγενέσθαι 1 w 3889
καὶ 34 w 3893
πέμψας 1 w 3899
ἐκάλει 1 w 3905
τὴν 17 w 3908
παρθένον 1 w 3916
οἱ 7 w 3919
μὲν 12 w 3922
οὖν 4 w 3925
γονεῖς 1 w 3931
τὴν 18 w 3934
ἀνάγκην 1 w 3941
ὁρῶντες 1 w 3948
ἐκέλευον 1 w 3956
βαδίζειν 1 w 3964
5 w 3966
δὲ 17 w 3968
παῖς 1 w 3972
οὖσα 2 w 3976
γενναία 1 w 3983
καὶ 35 w 3986
μεγαλόφρων 1 w 3996
ἐδεῖτο 1 w 4002
τοῦ 13 w 4005
πατρὸς 1 w 4011
περιπλεκομένη 1 w 4024
καὶ 36 w 4027
καθικετεύουσα 1 w 4040
μᾶλλον 2 w 4046
αὐτὴν 2 w 4051
περιιδεῖν 1 w 4060
ἀποθανοῦσαν 1 w 4071
2 w 4072
τὴν 20 w 4075
παρθενίαν 1 w 4084
αἰσχρῶς 1 w 4091
καὶ 37 w 4094
παρανόμως 1 w 4103
ἀφαιρεθεῖσαν 1 w 4115
καὶ 38 w 4119
διατριβῆς 1 w 4128
γενομένης 1 w 4137
σπαργῶν 1 w 4145
καὶ 39 w 4148
μεθύων 1 w 4154
11 w 4155
Λεύκιος 2 w 4162
αὐτὸς 2 w 4167
ἐξανέστη 2 w 4175
μεταξὺ 1 w 4181
πίνων 1 w 4186
πρὸς 6 w 4190
ὀργήν 1 w 4195
καὶ 40 w 4198
τὴν 21 w 4201
Μίκκαν 2 w 4207
εὑρὼν 1 w 4212
ἐν 7 w 4214
τοῖς 5 w 4218
γόνασι 1 w 4224
τοῦ 14 w 4227
πατρὸς 2 w 4233
τὴν 22 w 4236
κεφαλὴν 1 w 4243
ἔχουσαν 1 w 4250
ἐκέλευσεν 3 w 4259
αὐτῷ 2 w 4263
συνακολουθεῖν 1 w 4276
οὐ 8 w 4278
βουλομένης 1 w 4288
δὲ 18 w 4290
τὸ 19 w 4292
χιτώνιον 1 w 4300
περιρρήξας 1 w 4310
ἐμαστίγου 1 w 4319
γυμνήν 1 w 4325
αὐτὴν 3 w 4331
μὲν 13 w 4334
ἐγκαρτεροῦσαν 1 w 4347
σιωπῇ 2 w 4352
ταῖς 5 w 4356
ἀλγηδόσιν 1 w 4365
12 w 4367
δὲ 19 w 4369
πατὴρ 1 w 4374
καὶ 41 w 4377
6 w 4378
μήτηρ 1 w 4383
ὡς 3 w 4386
οὐδὲν 2 w 4391
ἀντιβολοῦντες 1 w 4404
καὶ 42 w 4407
δακρύοντες 1 w 4417
ἐπέραινον 1 w 4426
ἐτράποντο 1 w 4436
πρὸς 7 w 4440
θεῶν 1 w 4444
καὶ 43 w 4447
ἀνθρώπων 1 w 4455
ἀνάκλησιν 1 w 4464
ὡς 4 w 4466
δεινὰ 1 w 4471
καὶ 44 w 4474
παράνομα 1 w 4482
πάσχοντες 1 w 4491
13 w 4493
δὲ 21 w 4495
βάρβαρος 1 w 4503
ἐκμανεὶς 1 w 4511
παντάπασιν 1 w 4521
ὑπὸ 2 w 4524
τοῦ 15 w 4527
θυμοῦ 1 w 4532
καὶ 45 w 4535
μέθης 1 w 4540
ἀποσφάττει 1 w 4550
τὴν 24 w 4553
παρθένον 2 w 4561
ὡς 5 w 4564
ἔτυχεν 1 w 4570
ἐν 8 w 4572
τοῖς 6 w 4576
κόλποις 1 w 4583
τοῦ 16 w 4586
πατρὸς 3 w 4592
ἔχουσα 2 w 4598
τὸ 20 w 4600
πρόσωπον 1 w 4608
ἀλλʼ 1 w 4613
οὐδὲ 5 w 4617
τούτοις 2 w 4624
14 w 4625
τύραννος 2 w 4633
ἐκάμπτετο 1 w 4642
πολλοὺς 2 w 4650
δʼ 12 w 4652
ἀνῄρει 1 w 4658
καὶ 46 w 4661
πλείονας 1 w 4669
ἐφυγάδευεν 1 w 4679
ὀκτακόσιοι 1 w 4689
γοῦν 2 w 4693
λέγονται 1 w 4701
καταφυγεῖν 1 w 4711
εἰς 3 w 4714
εἰς 4 w 4717
van 1 w 4720
Herwerden 1 w 4729
ἐπʼ 1 w 4733
Αἰτωλοὺς 1 w 4742
δεόμενοι 1 w 4750
τὰς 6 w 4753
γυναῖκας 1 w 4761
αὑτοῖς 1 w 4767
καὶ 47 w 4770
τὰ 11 w 4772
νήπια 1 w 4777
τῶν 12 w 4780
τέκνων 1 w 4786
κομίσασθαι 1 w 4796
παρὰ 1 w 4800
τοῦ 17 w 4803
τυράννου 1 w 4811
ὀλίγῳ 1 w 4817
δʼ 13 w 4819
ὕστερον 1 w 4826
αὐτὸς 3 w 4831
ἐκήρυξε 1 w 4838
τὰς 7 w 4841
βουλομένας 1 w 4851
γυναῖκας 2 w 4859
ἀπιέναι 2 w 4866
πρὸς 8 w 4870
τοὺς 5 w 4874
ἄνδρας 2 w 4880
ὅσον 1 w 4885
βούλονται 1 w 4894
τῶν 13 w 4897
γυναικείων 1 w 4907
χρημάτων 1 w 4915
ἐπιφερομένας 1 w 4927
ἐπεὶ 4 w 4932
δὲ 23 w 4934
πάσας 2 w 4939
ᾔσθετο 1 w 4945
μεθʼ 1 w 4949
ἡδονῆς 1 w 4955
τὸ 22 w 4957
κήρυγμα 1 w 4964
δεδεγμένας 1 w 4974
ἐγένοντο 1 w 4982
γὰρ 4 w 4985
ὑπὲρ 1 w 4989
ἑξακοσίας 1 w 4998
ὑπὲρ 2 w 5002
ἑξακοσίας 2 w 5011
Bernardakis 1 w 5022
ὑπὲρ 3 w 5027
ἑξακόσιαι 1 w 5036
τὸ 23 w 5039
πλῆθος 1 w 5045
ἐκέλευσεν 4 w 5055
ἀθρόας 1 w 5061
ἡμέρᾳ 1 w 5066
ῥητῇ 1 w 5070
βαδίζειν 2 w 5078
ὡς 6 w 5081
τὴν 25 w 5084
ἀσφάλειαν 1 w 5093
αὐτὸς 4 w 5098
παρέξων 1 w 5105
ἐνστάσης 1 w 5114
δὲ 24 w 5116
τῆς 12 w 5119
ἡμέρας 1 w 5125
αἱ 6 w 5128
μὲν 14 w 5131
ἐπὶ 5 w 5134
τὰς 8 w 5137
πύλας 1 w 5142
ἠθροίζοντο 1 w 5152
τὰ 14 w 5154
χρήματα 1 w 5161
συσκευασάμεναι 1 w 5175
καὶ 48 w 5179
τῶν 14 w 5182
τέκνων 2 w 5188
τὰ 15 w 5190
μὲν 15 w 5193
ἐν 10 w 5195
ταῖς 6 w 5199
ἀγκάλαις 1 w 5207
φέρουσαι 2 w 5215
τὰ 16 w 5217
δʼ 14 w 5219
ἐπὶ 6 w 5222
τῶν 15 w 5225
ἁμαξῶν 1 w 5231
ἔχουσαι 1 w 5238
καὶ 49 w 5242
περιέμενον 1 w 5252
ἀλλήλας 1 w 5259
ἄφνω 1 w 5264
δὲ 25 w 5266
πολλοὶ 2 w 5272
τῶν 16 w 5275
τοῦ 18 w 5278
τυράννου 2 w 5286
ἐπεφέροντο 1 w 5296
ἐπεφέροντο 2 w 5307
ἐπεφαίνοντο 1 w 5319
Cobet 1 w 5324
μένειν 1 w 5331
βοῶντες 1 w 5338
ἔτι 1 w 5341
πόρρωθεν 1 w 5349
ὡς 7 w 5352
δʼ 15 w 5354
ἐγγὺς 1 w 5359
ἐγένοντο 2 w 5367
τὰς 9 w 5371
μὲν 16 w 5374
γυναῖκας 3 w 5382
ἐκέλευον 2 w 5390
ἀναχωρεῖν 1 w 5399
ὀπίσω 1 w 5404
τὰ 18 w 5407
δὲ 26 w 5409
ζεύγη 1 w 5414
καὶ 50 w 5417
τὰς 10 w 5420
ἁμάξας 1 w 5426
ὑποστρέψαντες 1 w 5439
ἔωσαν 1 w 5444
εἰς 5 w 5447
αὐτὰς 2 w 5452
καὶ 51 w 5455
διὰ 2 w 5458
μέσων 1 w 5463
ἀφειδῶς 1 w 5470
διήλαυνον 1 w 5479
οὔτʼ 1 w 5484
ἀκολουθεῖν 1 w 5494
οὔτε 1 w 5498
μένειν 2 w 5504
ἐῶντες 1 w 5510
οὔτε 2 w 5514
τοῖς 8 w 5518
νηπίοις 1 w 5525
βοηθεῖν 1 w 5532
ἀπολλυμένοις 1 w 5544
τὰ 21 w 5546
μὲν 17 w 5549
γὰρ 5 w 5552
ἐκπίπτοντα 1 w 5562
τῶν 17 w 5565
ἁμαξῶν 2 w 5571
τὰ 22 w 5573
δʼ 16 w 5575
ὑποπίπτοντα 1 w 5586
διεφθείροντο 1 w 5598
διεφθείροντο 2 w 5611
διεφθείρετο 1 w 5623
Dinse 1 w 5628
wrongly 3 w 5636
βοῇ 1 w 5640
καὶ 52 w 5643
μάστιξιν 1 w 5651
ὥσπερ 1 w 5656
πρόβατα 1 w 5663
τῶν 18 w 5666
μισθοφόρων 1 w 5676
ἐπειγόντων 1 w 5686
ἀνατρεπομένας 1 w 5699
ὑπʼ 2 w 5702
ἀλλήλων 2 w 5709
ἕως 1 w 5713
εἰς 6 w 5716
τὸ 25 w 5718
δεσμωτήριον 1 w 5729
ἐνέβαλον 1 w 5737
ἁπάσας 1 w 5743
τὰ 23 w 5746
δὲ 27 w 5748
χρήματα 2 w 5755
πρὸς 9 w 5759
τὸν 11 w 5762
Ἀριστότιμον 1 w 5773
ἀπεκομίσθη 1 w 5783
χαλεπῶς 1 w 5791
δὲ 28 w 5793
τῶν 19 w 5796
Ἠλείων 1 w 5802
ἐπὶ 7 w 5805
τούτοις 3 w 5812
ἐχόντων 1 w 5819
αἱ 7 w 5822
περὶ 6 w 5826
τὸν 12 w 5829
Διόνυσον 2 w 5837
ἱεραὶ 1 w 5842
γυναῖκες 3 w 5850
ἃς 2 w 5853
ἑκκαίδεκα 1 w 5862
καλοῦσιν 1 w 5870
ἱκετηρίας 1 w 5880
καὶ 53 w 5883
στέμματα 1 w 5891
τῶν 20 w 5894
ἀπὸ 2 w 5897
τοῦ 19 w 5900
θεοῦ 1 w 5904
λαβοῦσαι 1 w 5912
περὶ 7 w 5916
τὴν 26 w 5919
ἀγορὰν 2 w 5925
ἀπήντησαν 1 w 5934
τῷ 4 w 5936
Ἀριστοτίμῳ 1 w 5946
καὶ 54 w 5950
τῶν 21 w 5953
δορυφόρων 1 w 5962
ὑπʼ 3 w 5965
αἰδοῦς 1 w 5971
διαστάντων 1 w 5981
ἔστησαν 1 w 5989
τὸ 28 w 5991
πρῶτον 1 w 5997
σιωπῇ 3 w 6002
ὁσίως 1 w 6007
ὁσίως 2 w 6012
καὶ 55 w 6016
ὁσίως 3 w 6021
Schellens 1 w 6030
προϊσχόμεναι 1 w 6043
τὰς 12 w 6046
ἱκετηρίας 2 w 6055
ἐπεὶ 5 w 6060
δʼ 17 w 6062
ἐγένοντο 3 w 6070
φανεραὶ 1 w 6077
δεόμεναι 1 w 6085
καὶ 56 w 6088
παραιτούμεναι 1 w 6101
τὴν 27 w 6104
ὀργὴν 1 w 6109
ὑπὲρ 4 w 6113
τῶν 22 w 6116
γυναικῶν 1 w 6124
παροξυνθεὶς 1 w 6136
πρὸς 10 w 6140
τοὺς 6 w 6144
δορυφόρους 1 w 6154
καὶ 57 w 6157
κεκραγὼς 1 w 6165
ὅτι 1 w 6168
προσελθεῖν 1 w 6178
εἴασαν 1 w 6184
αὐτὰς 3 w 6189
ἐποίησε 1 w 6196
τὰς 14 w 6199
μὲν 18 w 6202
ὠθοῦντας 1 w 6210
τὰς 15 w 6213
δὲ 29 w 6215
τύπτοντας 1 w 6224
ἐξελάσαι 1 w 6232
ἐκ 16 w 6234
τῆς 13 w 6237
ἀγορᾶς 1 w 6243
ἑκάστην 1 w 6251
δὲ 30 w 6253
δυσὶ 1 w 6257
ταλάντοις 1 w 6266
ἐζημίωσε 1 w 6274
γενομένων 1 w 6284
δὲ 31 w 6286
τούτων 1 w 6292
ἐν 12 w 6295
μὲν 19 w 6298
τῇ 8 w 6300
πόλει 1 w 6305
συνέστησε 1 w 6314
πρᾶξιν 1 w 6320
ἐπὶ 8 w 6323
τὸν 13 w 6326
τύραννον 2 w 6334
Ἑλλάνικος 1 w 6343
ἀνὴρ 1 w 6348
διὰ 3 w 6351
γῆρας 1 w 6356
ἤδη 1 w 6359
καὶ 58 w 6362
δύο 1 w 6365
τέκνων 3 w 6371
θάνατον 1 w 6378
ὡς 8 w 6380
οὐδὲν 3 w 6385
ἂν 1 w 6387
πράξας 1 w 6393
ὑπὸ 3 w 6396
τοῦ 20 w 6399
τυράννου 3 w 6407
περιορώμενος 1 w 6419
ἐκ 17 w 6422
δʼ 18 w 6424
Αἰτωλίας 1 w 6432
διαπεράσαντες 1 w 6445
οἱ 8 w 6447
φυγάδες 1 w 6454
καταλαμβάνουσι 1 w 6468
τῆς 14 w 6471
χώρας 2 w 6476
ἐπιτήδειον 1 w 6486
ἐμπολεμεῖν 1 w 6496
ἔρυμα 1 w 6501
τὴν 28 w 6504
Ἀμυμώνην 1 w 6512
καὶ 59 w 6516
συχνοὺς 2 w 6523
προσεδέχοντο 1 w 6535
τῶν 23 w 6538
πολιτῶν 1 w 6545
ἐκ 18 w 6547
τῆς 15 w 6550
Ἤλιδος 1 w 6556
ἀποδιδράσκοντας 1 w 6571
ταῦτα 1 w 6577
δὲ 33 w 6579
δείσας 1 w 6585
18 w 6586
Ἀριστότιμος 2 w 6597
εἰσῆλθε 1 w 6604
πρὸς 11 w 6608
τὰς 16 w 6611
γυναῖκας 4 w 6619
καὶ 60 w 6623
νομίζων 1 w 6630
φόβῳ 1 w 6634
μᾶλλον 3 w 6640
3 w 6641
χάριτι 1 w 6647
διαπράξεσθαι 1 w 6659
προσέταττε 1 w 6669
πέμπειν 1 w 6676
καὶ 61 w 6679
γράφειν 1 w 6686
αὐτὰς 4 w 6691
τοῖς 9 w 6695
ἀνδράσιν 1 w 6703
ὅπως 2 w 6707
ἀπίωσιν 1 w 6714
ἐκ 19 w 6716
τῆς 16 w 6719
χώρας 3 w 6724
εἰ 13 w 6727
δὲ 34 w 6729
μή 3 w 6731
κατασφάξειν 1 w 6743
ἠπείλει 1 w 6750
πάσας 4 w 6755
αἰκισάμενος 1 w 6766
καὶ 62 w 6769
προανελὼν 1 w 6778
τοὺς 7 w 6782
παῖδας 1 w 6788
αἱ 8 w 6791
μὲν 20 w 6794
οὖν 5 w 6797
ἄλλαι 4 w 6802
πολὺν 1 w 6808
χρόνον 1 w 6814
ἐφεστῶτος 1 w 6823
καὶ 63 w 6826
κελεύοντος 1 w 6836
εἰπεῖν 2 w 6842
εἴ 2 w 6844
τι 17 w 6846
πράξουσι 1 w 6854
τούτων 2 w 6860
οὐδὲν 4 w 6866
ἀπεκρίναντο 1 w 6877
πρὸς 12 w 6881
ἐκεῖνον 2 w 6888
ἀλλὰ 3 w 6893
προσέβλεψαν 1 w 6904
ἀλλήλαις 1 w 6912
σιωπῇ 4 w 6917
καὶ 64 w 6920
διένευσαν 1 w 6929
διένευσαν 2 w 6939
Wyttenbach 1 w 6949
διʼ 2 w 6953
εὔνοιαν 1 w 6960
ἀνθομολογούμεναι 1 w 6977
τὸ 30 w 6979
μὴ 3 w 6981
δεδιέναι 1 w 6989
μηδʼ 1 w 6993
ἐκπεπλῆχθαι 1 w 7004
τὴν 29 w 7007
ἀπειλήν 1 w 7014
Μεγιστὼ 1 w 7022
δʼ 20 w 7024
10 w 7025
Τιμολέοντος 1 w 7036
γυνὴ 1 w 7040
καὶ 65 w 7043
διὰ 4 w 7046
τὸν 14 w 7049
ἄνδρα 4 w 7054
καὶ 66 w 7057
τὴν 30 w 7060
ἀρετὴν 2 w 7066
ἡγεμονικὴν 1 w 7076
ἔχουσα 4 w 7082
τάξιν 1 w 7087
διαναστῆναι 1 w 7099
μὲν 21 w 7102
οὐκ 2 w 7105
ἠξίωσεν 1 w 7112
οὐδʼ 2 w 7116
εἴασε 1 w 7121
τὰς 18 w 7124
ἄλλας 3 w 7129
καθεζομένη 1 w 7140
δʼ 22 w 7142
ἀπεκρίνατο 1 w 7152
πρὸς 13 w 7156
αὐτόν 1 w 7161
εἰ 15 w 7164
μὲν 22 w 7167
ἦς 1 w 7169
ἀνὴρ 2 w 7173
φρόνιμος 1 w 7181
οὐκ 3 w 7185
ἂν 2 w 7187
διελέγου 1 w 7195
γυναιξὶ 1 w 7202
περὶ 8 w 7206
ἀνδρῶν 1 w 7212
ἀλλὰ 4 w 7217
πρὸς 14 w 7221
ἐκείνους 1 w 7229
ἂν 3 w 7231
ὡς 9 w 7233
κυρίους 1 w 7240
ἡμῶν 1 w 7244
ἔπεμπες 1 w 7251
ἀμείνονας 1 w 7261
λόγους 1 w 7267
εὑρὼν 2 w 7272
4 w 7273
διʼ 3 w 7276
ὧν 1 w 7278
ἡμᾶς 1 w 7282
ἐξηπάτησας 1 w 7292
εἰ 16 w 7295
δʼ 23 w 7297
αὐτὸς 5 w 7302
ἐκείνους 2 w 7310
πεῖσαι 1 w 7316
ἀπεγνωκὼς 1 w 7325
διʼ 4 w 7328
ἡμῶν 2 w 7332
ἐπιχειρεῖς 1 w 7342
παραλογίζεσθαι 1 w 7356
μήθʼ 1 w 7361
ἡμᾶς 2 w 7365
ἔλπιζε 1 w 7371
πάλιν 2 w 7376
ἐξαπατήσειν 1 w 7387
μήτʼ 1 w 7391
ἐκεῖνοι 1 w 7398
κακῶς 1 w 7403
οὕτω 1 w 7407
φρονήσειαν 1 w 7417
ὥστε 1 w 7422
φειδόμενοι 1 w 7432
παιδαρίων 1 w 7441
καὶ 67 w 7444
γυναικῶν 2 w 7452
γυναικῶν 3 w 7460
γυναίων 1 w 7468
S 3 w 7469
A 2 w 7471
Naber 2 w 7477
wrongly 4 w 7485
ἐγκαταλιπεῖν 1 w 7498
τὴν 32 w 7501
τῆς 17 w 7504
πατρίδος 1 w 7512
ἐλευθερίαν 1 w 7522
οὐ 16 w 7525
γὰρ 6 w 7528
τοσοῦτο 1 w 7535
κακὸν 1 w 7540
αὐτοῖς 1 w 7546
ἡμᾶς 3 w 7550
ἀπολέσαι 1 w 7558
μηδὲ 1 w 7562
νῦν 1 w 7565
ἔχοντας 1 w 7572
ὅσον 2 w 7577
ἀγαθὸν 1 w 7583
ἐξελέσθαι 1 w 7592
τῆς 18 w 7595
σῆς 1 w 7598
ὠμότητος 1 w 7606
καὶ 68 w 7609
ὕβρεως 1 w 7615
τοὺς 8 w 7619
πολίτας 2 w 7626
ταῦτα 2 w 7632
τῆς 19 w 7635
Μεγιστοῦς 1 w 7644
λεγούσης 1 w 7652
οὐκ 4 w 7656
ἀνασχόμενος 1 w 7667
19 w 7668
Ἀριστότιμος 3 w 7679
ἐκέλευσε 5 w 7687
τὸ 33 w 7689
παιδίον 1 w 7696
αὐτῆς 3 w 7701
ὡς 10 w 7703
ἀποκτενῶν 1 w 7712
ἐν 13 w 7714
ὄψει 1 w 7718
κομισθῆναι 1 w 7728
ζητούντων 1 w 7738
δὲ 37 w 7740
τῶν 25 w 7743
ὑπηρετῶν 1 w 7751
ἀναμεμιγμένον 1 w 7764
ἐν 14 w 7766
τοῖς 11 w 7770
ἄλλοις 1 w 7776
παίζουσι 1 w 7784
καὶ 69 w 7787
διαπαλαίουσιν 1 w 7800
17 w 7802
μήτηρ 2 w 7807
ὀνομαστὶ 1 w 7815
προσκαλεσαμένη 1 w 7829
δεῦρο 1 w 7835
ἔφη 1 w 7839
τέκνον 1 w 7846
πρὶν 1 w 7851
αἰσθέσθαι 1 w 7860
καὶ 70 w 7863
φρονεῖν 2 w 7870
ἀπαλλάγηθι 1 w 7880
τῆς 21 w 7883
πικρᾶς 1 w 7889
τυραννίδος 1 w 7899
ὡς 11 w 7902
ἐμοὶ 1 w 7906
βαρύτερόν 1 w 7915
ἐστι 1 w 7919
δουλεύοντὰ 1 w 7929
σε 21 w 7931
παρʼ 1 w 7935
ἀξίαν 1 w 7940
ἐφορᾶν 1 w 7946
5 w 7947
ἀποθνήσκοντα 1 w 7959
τοῦ 22 w 7963
δʼ 24 w 7965
Ἀριστοτίμου 1 w 7976
σπασαμένου 1 w 7986
τὴν 33 w 7989
μάχαιραν 1 w 7997
ἐπʼ 2 w 8000
αὐτὴν 4 w 8005
ἐκείνην 1 w 8012
καὶ 71 w 8015
μετʼ 2 w 8019
ὀργῆς 1 w 8024
ἐπιφερομένου 1 w 8036
τῶν 27 w 8040
συνήθων 1 w 8047
τις 3 w 8050
αὐτῷ 3 w 8054
Κύλων 1 w 8059
Κύλων 2 w 8064
Κύλλων 1 w 8071
in 4 w 8073
the 3 w 8076
Delphinian 1 w 8086
inscription 1 w 8097
Dittenberger 1 w 8110
3 1 w 8111
no 1 w 8113
423 1 w 8117
ὄνομα 4 w 8124
πιστὸς 1 w 8130
δοκῶν 1 w 8135
εἶναι 3 w 8140
μισῶν 1 w 8146
δὲ 38 w 8148
καὶ 72 w 8151
μετέχων 1 w 8158
τῆς 22 w 8161
συνωμοσίας 1 w 8171
τοῖς 12 w 8175
περὶ 9 w 8179
τὸν 15 w 8182
Ἑλλάνικον 1 w 8191
ἀντέστη 1 w 8199
καὶ 73 w 8202
ἀπέστρεψε 1 w 8211
δεόμενος 1 w 8219
καὶ 74 w 8222
λέγων 1 w 8227
ἀγεννὲς 1 w 8234
εἶναι 4 w 8239
καὶ 75 w 8242
γυναικῶδες 1 w 8252
οὐκ 5 w 8255
ἀνδρὸς 2 w 8261
ἡγεμονικοῦ 1 w 8271
καὶ 76 w 8274
πράγμασι 1 w 8282
χρῆσθαι 2 w 8289
μεμαθηκότος 1 w 8300
τὸ 36 w 8302
ἔργον 1 w 8307
ὥστε 2 w 8311
μόλις 2 w 8316
ἔννουν 1 w 8322
γενόμενον 1 w 8331
τὸν 16 w 8334
Ἀριστότιμον 2 w 8345
ἀπελθεῖν 1 w 8353
γίγνεται 1 w 8362
δὲ 39 w 8364
σημεῖον 2 w 8371
αὐτῷ 4 w 8375
μέγα 1 w 8379
μεσημβρία 1 w 8389
μὲν 23 w 8392
γὰρ 7 w 8395
ἦν 4 w 8397
καὶ 77 w 8400
μετὰ 3 w 8404
τῆς 23 w 8407
γυναικὸς 4 w 8415
ἀνεπαύετο 1 w 8424
παρασκευαζομένων 1 w 8440
δὲ 40 w 8442
τῶν 28 w 8445
περὶ 10 w 8449
τὸ 38 w 8451
δεῖπνον 1 w 8458
ἀετὸς 1 w 8464
μετέωρος 1 w 8472
ὤφθη 1 w 8476
δινούμενος 1 w 8486
ὑπὲρ 5 w 8490
τῆς 24 w 8493
οἰκίας 1 w 8499
εἶθʼ 1 w 8504
ὥσπερ 2 w 8509
ἐκ 27 w 8511
προνοίας 1 w 8519
καὶ 78 w 8522
στοχασμοῦ 1 w 8531
λίθον 1 w 8536
ἀφῆκεν 1 w 8542
εὐμεγέθη 1 w 8550
κατʼ 1 w 8554
ἐκεῖνο 4 w 8560
τῆς 25 w 8563
στέγης 1 w 8569
τὸ 40 w 8571
μέρος 1 w 8576
οὗ 1 w 8579
τὸ 41 w 8581
δωμάτιον 1 w 8589
ἦν 5 w 8591
ἐν 15 w 8594
2 w 8595
κατακείμενος 1 w 8607
ἐτύγχανεν 1 w 8616
20 w 8617
Ἀριστότιμος 4 w 8628
ἅμα 2 w 8632
δʼ 25 w 8634
ἄνωθεν 1 w 8640
ψόφου 1 w 8645
μεγάλου 1 w 8652
καὶ 79 w 8655
κραυγῆς 1 w 8662
ἔξωθεν 1 w 8668
ὑπὸ 4 w 8671
τῶν 29 w 8674
ἰδόντων 1 w 8681
τὸν 17 w 8684
ὄρνιν 1 w 8689
γενομένης 2 w 8698
ἐκπλαγεὶς 1 w 8708
καὶ 80 w 8711
πυθόμενος 1 w 8720
τὸ 43 w 8722
γεγονὸς 1 w 8729
μετεπέμψατο 1 w 8740
μάντιν 1 w 8746
3 w 8748
χρώμενος 1 w 8756
διετέλει 1 w 8764
κατʼ 2 w 8768
ἀγοράν 1 w 8774
καὶ 81 w 8778
διηρώτα 1 w 8785
περὶ 11 w 8789
τοῦ 23 w 8792
σημείου 1 w 8799
συντεταραγμένος 1 w 8814
21 w 8816
δʼ 26 w 8818
ἐκεῖνον 3 w 8825
μὲν 24 w 8828
παρεκάλει 1 w 8837
ὡς 12 w 8839
τοῦ 24 w 8842
Διὸς 1 w 8846
αὐτὸν 1 w 8851
ἐξεγείροντος 1 w 8863
καὶ 82 w 8866
βοηθοῦντος 1 w 8876
οἷς 2 w 8880
δʼ 27 w 8882
ἐπίστευε 1 w 8890
τῶν 30 w 8893
πολιτῶν 2 w 8900
ἔφρασεν 1 w 8907
ὅσον 3 w 8911
οὔπω 2 w 8915
τὴν 35 w 8918
δίκην 1 w 8923
αἰωρουμένην 1 w 8934
ὑπὲρ 6 w 8938
κεφαλῆς 1 w 8945
ἐμπεσεῖσθαι 1 w 8956
τῷ 7 w 8958
τυράννῳ 1 w 8965
διὸ 1 w 8969
καὶ 83 w 8972
τοῖς 13 w 8976
περὶ 12 w 8980
τὸν 19 w 8983
Ἑλλάνικον 2 w 8992
ἔδοξε 1 w 8997
μὴ 4 w 8999
μέλλειν 1 w 9006
ἀλλʼ 2 w 9011
ἐπιτίθεσθαι 1 w 9022
τῇ 9 w 9024
ὑστεραίᾳ 1 w 9032
τῆς 26 w 9036
δὲ 41 w 9038
νυκτὸς 2 w 9044
Ἑλλάνικος 2 w 9053
ἐδόκει 1 w 9059
κατὰ 2 w 9063
τοὺς 9 w 9067
ὕπνους 1 w 9073
τῶν 32 w 9076
τεθνηκότων 1 w 9086
υἱῶν 1 w 9090
τὸν 20 w 9093
ἕτερον 1 w 9099
λέγειν 1 w 9105
αὐτῷ 5 w 9109
παραστάντα 1 w 9119
τί 6 w 9122
πέπονθας 1 w 9130
1 w 9132
πάτερ 1 w 9137
καθεύδων 1 w 9146
πέπονθας 2 w 9154
καθεύδων 2 w 9165
πεπονθὼς 1 w 9175
καθεύδεις 1 w 9187
Dinse 2 w 9193
αὔριον 1 w 9201
δέ 6 w 9203
σε 24 w 9205
δεῖ 4 w 9208
τῆς 27 w 9211
πόλεως 1 w 9217
στρατηγεῖν 1 w 9227
οὗτός 1 w 9233
τε 36 w 9235
δὴ 2 w 9237
διὰ 5 w 9240
τὴν 36 w 9243
ὄψιν 1 w 9247
εὐθαρσὴς 1 w 9255
γεγενημένος 1 w 9266
παρεκάλει 2 w 9275
τοὺς 10 w 9279
ἑταίρους 1 w 9287
ἑταίρους 2 w 9296
Wyttenbach 2 w 9306
ἑτέρους 1 w 9314
1 w 9316
τ 559 w 9317
Ἀριστότιμος 5 w 9329
πυθόμενος 2 w 9338
Κρατερὸν 1 w 9346
αὐτῷ 6 w 9350
βοηθοῦντα 1 w 9359
μετὰ 4 w 9363
πολλῆς 2 w 9369
δυνάμεως 2 w 9377
ἐν 16 w 9379
Ὀλυμπίᾳ 1 w 9386
καταστρατοπεδεύειν 1 w 9404
οὕτως 1 w 9410
ἐξεθάρσησεν 1 w 9421
ὥστʼ 1 w 9426
ἄνευ 1 w 9430
δορυφόρων 2 w 9439
εἰς 7 w 9442
τὴν 37 w 9445
ἀγορὰν 3 w 9451
προελθεῖν 1 w 9460
μετὰ 5 w 9464
τοῦ 25 w 9467
Κύλωνος 1 w 9474
ὡς 13 w 9477
οὖν 6 w 9480
συνεῖδε 1 w 9487
τὸν 21 w 9490
καιρὸν 1 w 9496
Ἑλλάνικος 3 w 9505
2 w 9507
μὲν 25 w 9510
ἦν 6 w 9512
σημεῖον 3 w 9519
αὐτῷ 7 w 9523
πρὸς 15 w 9527
τοὺς 11 w 9531
μέλλοντας 1 w 9540
ἐπιχειρεῖν 1 w 9550
συγκείμενον 1 w 9561
οὐκ 6 w 9564
ἔδωκε 1 w 9569
λαμπρᾷ 1 w 9576
δὲ 42 w 9578
τῇ 10 w 9580
φωνῇ 1 w 9584
καὶ 84 w 9587
ἅμα 3 w 9590
τὰς 19 w 9593
χεῖρας 1 w 9599
προτείνων 1 w 9608
ἀμφοτέρας 1 w 9617
τί 7 w 9620
μέλλετε 1 w 9627
μέλλετε 2 w 9635
Dinse 3 w 9641
would 1 w 9646
insert 1 w 9652
ἔφη 2 w 9655
or 1 w 9657
ἐβόησεν 1 w 9664
ἄνδρες 1 w 9671
ἀγαθοί 1 w 9677
καλὸν 1 w 9683
τὸ 49 w 9685
θέατρον 1 w 9692
ἐν 17 w 9694
μέσῳ 1 w 9698
τῆς 28 w 9701
πατρίδος 2 w 9709
ἐναγωνίσασθαι 1 w 9722
πρῶτος 1 w 9729
μὲν 26 w 9732
οὖν 7 w 9735
22 w 9736
Κύλων 4 w 9741
σπασάμενος 1 w 9751
τὸ 50 w 9753
ξίφος 1 w 9758
παίει 1 w 9763
τινὰ 1 w 9767
τῶν 33 w 9770
ἑπομένων 1 w 9778
τῷ 11 w 9780
Ἀριστοτίμῳ 2 w 9790
Θρασυβούλου 1 w 9801
δὲ 43 w 9803
καὶ 85 w 9806
Λάμπιδος 1 w 9814
ἐξ 12 w 9816
ἐναντίας 1 w 9824
ἐπιφερομένων 1 w 9836
ἔφθη 1 w 9841
μὲν 27 w 9844
23 w 9845
Ἀριστότιμος 6 w 9856
εἰς 8 w 9859
τὸ 51 w 9861
τοῦ 26 w 9864
Διὸς 2 w 9868
ἱερὸν 2 w 9873
καταφυγών 1 w 9882
ἐκεῖ 6 w 9886
δʼ 28 w 9888
ἀποκτείναντες 1 w 9901
αὐτὸν 2 w 9906
καὶ 86 w 9909
τὸ 53 w 9911
σῶμα 2 w 9915
προβαλόντες 1 w 9926
εἰς 9 w 9929
τὴν 38 w 9932
ἀγορὰν 4 w 9938
ἐκάλουν 1 w 9945
τοὺς 12 w 9949
πολίτας 3 w 9956
ἐπὶ 9 w 9959
τὴν 39 w 9962
ἐλευθερίαν 2 w 9972
οὐ 20 w 9975
μὴν 1 w 9978
ἔφθησάν 1 w 9985
γε 26 w 9987
πολὺ 3 w 9991
πολὺ 4 w 9995
Cobet 2 w 10000
πολλοὶ 3 w 10007
τὰς 20 w 10011
γυναῖκας 5 w 10019
εὐθὺς 3 w 10025
γὰρ 8 w 10028
ἐξέδραμον 2 w 10037
μετὰ 6 w 10041
χαρᾶς 1 w 10046
καὶ 87 w 10049
ὀλολυγμοῦ 1 w 10058
καὶ 88 w 10062
περιστᾶσαι 2 w 10072
τοὺς 13 w 10076
ἄνδρας 3 w 10082
ἀνέδουν 1 w 10089
καὶ 89 w 10092
κατέστεφον 1 w 10102
εἶτα 1 w 10107
τοῦ 27 w 10110
πλήθους 1 w 10117
ἐπὶ 10 w 10120
τὴν 40 w 10123
οἰκίαν 1 w 10129
τοῦ 28 w 10132
τυράννου 4 w 10140
ῥυέντος 1 w 10147
19 w 10149
μὲν 28 w 10152
γυνὴ 2 w 10156
συγκλείσασα 1 w 10167
τὸν 23 w 10170
θάλαμον 1 w 10177
αὑτὴν 1 w 10182
ἀνήρτησε 1 w 10190
δύο 2 w 10194
δʼ 29 w 10196
ἦσαν 1 w 10200
αὐτῷ 8 w 10204
αὐτῷ 9 w 10208
αὐτῇ 2 w 10213
Dinse 4 w 10218
θυγατέρες 1 w 10228
παρθένοι 2 w 10237
μὲν 29 w 10240
ἔτι 2 w 10243
κάλλισται 1 w 10253
δὲ 44 w 10255
τὴν 42 w 10258
ὄψιν 2 w 10262
ἤδη 2 w 10266
γάμων 1 w 10271
ὥραν 1 w 10275
ἔχουσαι 2 w 10282
ταύτας 1 w 10288
συλλαβόντες 1 w 10299
εἷλκον 1 w 10305
ἔξω 2 w 10308
πάντως 1 w 10314
μὲν 30 w 10317
ἀνελεῖν 1 w 10324
αἰκίσασθαι 1 w 10335
δὲ 45 w 10337
καὶ 90 w 10340
καθυβρίσαι 1 w 10350
πρότερον 1 w 10358
ἐγνωκότες 1 w 10367
ἀπαντήσασα 1 w 10378
δʼ 30 w 10380
20 w 10381
Μεγιστὼ 2 w 10388
μετὰ 7 w 10392
τῶν 34 w 10395
ἄλλων 1 w 10400
ἐβόα 1 w 10404
δεινὰ 2 w 10409
ποιεῖν 1 w 10415
αὐτούς 2 w 10421
εἰ 20 w 10424
δῆμος 1 w 10429
ἀξιοῦντες 1 w 10438
εἶναι 5 w 10443
ταῦτα 3 w 10448
ταῦτα 4 w 10453
ταὐτὰ 1 w 10459
Cobet 3 w 10464
omitting 1 w 10473
ὅμοια 1 w 10478
τολμῶσι 1 w 10486
καὶ 91 w 10489
ἀσελγαίνουσι 1 w 10501
τοῖς 14 w 10505
τυράννοις 1 w 10514
ὅμοια 2 w 10519
ἐντρεπομένων 1 w 10532
δὲ 46 w 10534
πολλῶν 1 w 10540
τὸ 55 w 10542
ἀξίωμα 1 w 10548
τῆς 29 w 10551
γυναικὸς 5 w 10559
παρρησιαζομένης 1 w 10574
καὶ 92 w 10577
δακρυούσης 1 w 10587
ἔδοξεν 1 w 10594
ἀφελεῖν 1 w 10601
τὴν 43 w 10604
ὕβριν 1 w 10609
αὐτὰς 5 w 10615
δʼ 31 w 10617
ἐᾶσαι 1 w 10622
διʼ 5 w 10625
αὑτῶν 1 w 10630
ἀποθανεῖν 1 w 10639
ὡς 14 w 10642
δʼ 32 w 10644
οὖν 8 w 10647
ἀναστρέψαντες 1 w 10660
ἔνδον 1 w 10665
ἐκέλευον 3 w 10673
εὐθὺς 4 w 10678
ἀποθνήσκειν 1 w 10689
τὰς 22 w 10692
παρθένους 1 w 10701
21 w 10703
πρεσβυτέρα 1 w 10713
Μυρὼ 1 w 10717
Μυρὼ 2 w 10721
Νοιρὼ 1 w 10727
Cobet 4 w 10732
λύσασα 1 w 10739
τὴν 44 w 10742
ζώνην 1 w 10747
καὶ 93 w 10750
βρόχον 1 w 10756
ἐνάψασα 1 w 10763
τὴν 45 w 10766
ἀδελφὴν 1 w 10773
κατησπάζετο 1 w 10784
καὶ 94 w 10787
παρεκάλει 3 w 10796
προσέχειν 1 w 10805
καὶ 95 w 10808
ποιεῖν 2 w 10814
ἅπερ 1 w 10818
ἂν 4 w 10820
αὐτὴν 5 w 10825
θεάσηται 1 w 10833
ποιοῦσαν 1 w 10841
ὅπως 3 w 10846
ἄν 9 w 10848
ἔφη 3 w 10852
μὴ 6 w 10855
ταπεινῶς 1 w 10863
μηδʼ 2 w 10867
ἀναξίως 1 w 10874
ἑαυτῶν 1 w 10880
καταστρέψωμεν 1 w 10893
τῆς 30 w 10897
δὲ 47 w 10899
νεωτέρας 1 w 10907
δεομένης 1 w 10915
αὐτῇ 3 w 10919
παρεῖναι 2 w 10927
προτέρᾳ 1 w 10934
ἀποθανεῖν 2 w 10943
καὶ 96 w 10946
τῆς 31 w 10949
ζώνης 1 w 10954
ἀντιλαμβανομένης 1 w 10970
οὐδὲν 5 w 10976
ἄλλο 3 w 10980
πώποτʼ 1 w 10986
εἶπεν 1 w 10992
οὐδὲ 9 w 10997
ἓν 1 w 10999
οὐδὲ 10 w 11003
ἓν 2 w 11005
F 2 w 11006
C 6 w 11008
B 3 w 11010
οὐδὲν 6 w 11017
ἤρνημαί 1 w 11025
σοι 1 w 11028
δεομένῃ 1 w 11035
καὶ 97 w 11038
ταύτην 1 w 11044
οὖν 9 w 11047
λαβὲ 1 w 11051
τὴν 47 w 11054
χάριν 1 w 11059
ἐγὼ 1 w 11063
δʼ 34 w 11065
ὑπομενῶ 1 w 11072
καὶ 98 w 11075
τλήσομαι 1 w 11083
τοῦ 29 w 11086
θανάτου 1 w 11093
βαρύτερον 1 w 11102
τὸ 56 w 11105
σέ 6 w 11107
φιλτάτη 1 w 11115
προτέραν 1 w 11124
ἰδεῖν 1 w 11129
ἀποθνήσκουσαν 1 w 11142
ἐκ 34 w 11145
τούτου 1 w 11151
τὴν 48 w 11154
μὲν 31 w 11157
ἀδελφὴν 2 w 11164
αὐτὴ 6 w 11168
διδάξασα 1 w 11176
τῷ 14 w 11178
τραχήλῳ 1 w 11185
περιβαλέσθαι 1 w 11197
τὸν 24 w 11200
βρόχον 2 w 11206
ὡς 15 w 11209
ᾔσθετο 2 w 11215
τεθνηκυῖαν 1 w 11225
καθεῖλε 1 w 11233
καὶ 99 w 11236
κατεκάλυψεν 1 w 11247
αὐτὴ 7 w 11252
αὐτὴ 8 w 11256
F 3 w 11257
C 7 w 11259
B 4 w 11261
αὐτὴν 6 w 11268
δὲ 52 w 11271
τὴν 50 w 11274
Μεγιστὼ 3 w 11281
παρεκάλεσεν 1 w 11292
ἐπιμεληθῆναι 1 w 11304
καὶ 100 w 11308
μὴ 7 w 11310
περιιδεῖν 2 w 11319
αἰσχρῶς 2 w 11326
ἐπειδὰν 1 w 11334
ἀποθάνῃ 1 w 11341
τεθεῖσαν 1 w 11350
ὥστε 3 w 11354
μηδένα 1 w 11360
πικρὸν 1 w 11366
μηδὲ 2 w 11370
μισοτύραννον 1 w 11382
οὕτω 3 w 11386
γενέσθαι 4 w 11394
τῶν 37 w 11397
παρόντων 1 w 11405
ὃς 1 w 11408
οὐκ 7 w 11411
ἔκλαυσεν 1 w 11419
οὐδὲ 12 w 11423
κατηλέησε 1 w 11432
τὴν 51 w 11435
τῶν 38 w 11438
παρθένων 2 w 11446
εὐγένειαν 1 w 11455
τῶν 39 w 11459
μὲν 32 w 11462
οὖν 10 w 11465
κοινῇ 1 w 11470
πεπραγμένων 1 w 11481
γυναιξὶ 2 w 11488
μυρίων 1 w 11494
ὄντων 1 w 11499
ἱκανὰ 1 w 11504
ταῦτα 5 w 11509
παραδείγματα 1 w 11521
τὰς 23 w 11525
δὲ 55 w 11527
καθʼ 1 w 11531
ἑκάστην 2 w 11538
ἀρετάς 1 w 11544
ὅπως 4 w 11549
ἂν 5 w 11551
ἐπίῃ 1 w 11555
σποράδην 2 w 11564
ἀναγράψομεν 1 w 11575
οὐδὲν 7 w 11581
οἰόμενοι 1 w 11589
τῆς 32 w 11592
κατὰ 3 w 11596
χρόνον 2 w 11602
τάξεως 1 w 11608
δεῖσθαι 1 w 11615
τὴν 52 w 11618
ὑποκειμένην 1 w 11629
ἱστορίαν 1 w 11637