Scaife ATLAS

CTS Library / Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλοῦ

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλοῦ (31-35)

urn:cts:greekLit:tlg0007.tlg070.perseus-grc2:31-35
Refs {'start': {'reference': '31', 'human_reference': 'Section 31'}, 'end': {'reference': '35', 'human_reference': 'Section 35'}}
Ancestors []
Children []
prev
plain textXML
next

ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν

5
λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ,[*] ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν,[*] ἂν ἀφῇς ταῦτα
10
70e
καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων πράττοντας ἐκείνους ἴσασιν.
15
δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν,
20
ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,

ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ

70f
τοῦ Πλάτωνος. ἐπεὶ γὰρ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος,
25
οὐκ ἄμεινον ἦν Πλάτων ἔφη ἰδίᾳ ταῦτα λελέχθαι; καὶ Σωκράτης σὺ δʼ οὐκ ἄμεινον εἶπεν ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;
Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος
5
οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν
71a
μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς
10
τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον
15
πιέζει κατʼ Εὐριπίδην,[*] ἀλλʼ ἂν νουθετῇ τις ἐν
71b
πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν Πλάτων[*] τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς
20
νέους οὕτω τῶν φίλων δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ
25
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι,
[*]
71c
ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος
γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε[*] διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων
5
ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ
71d
βασιλέως καὶ λέγουσιν εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν
10
κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι
15
ξένων παρόντων τὴν πόλιν κακῶς λέγει
καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν
20
71e
ὅπερ Θουκυδίδης[*] τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς ἄξιοί εἰσιν ἑτέροις ἐπενεγκεῖν ψόγον, οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον
25
ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον.
γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης
71f
ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ
5
φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ
ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων
[*]

οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὸ πράγματα

10
πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ λέλεκται καὶ τὸ
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
15
72a
καὶ τὸ
νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
Ἕκτορος
καὶ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ
20
ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. δὲ σεμνύνων ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς
25
καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης,
72b
ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχήματα,
διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος,
ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην,
[*]
ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν
5
ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν
10
72c
ἄκρατον, ἐν τοῖς χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις
ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς
[*]
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
15
ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη
λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
καὶ
Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ
[*]
καὶ κλέος, οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;
20
σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους
δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
[*]
καὶ
πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
[*]
25
72d
οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν,[*] ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ
παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ ἑτέρους οἷον ἥλικας πολίτας συγγενεῖς παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν
5
μετʼ ὀργῆς τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα; φυλακτέον οὖν ἑτέρους[*] ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων
72e
ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς,
[*]
10
καὶ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς
σὺ δʼ, τὸ λαμπρὸν φῶς καταισχύνων γένους,
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
[*]

ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεκφέρειν· ταχὺ

15
γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ
72f
φέροντος τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ
20
τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ
25
χάριτος οὐ μέμψεως ἀνταπόδοσιν οὐδʼ ὀργῆς.
73a

ἔτι τοίνυν μὲν Θουκυδίδης[*] φησὶν ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς

βουλεύεται· τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται
5
τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς
73b
πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται
10
τὸ συνεχὲς καὶ φιλαίτιον·[*] ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον
15
οὐκ ἔστι σοι εἶπεν τᾶν περὶ παρωνυχίας λόγος. οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν
20
παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν
73c
ἄνθρωπός ἐστιν[*] γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν
25
οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.

Tokens

ἕτερος 1 w 6
δὲ 1 w 8
καιρός 1 w 14
ἐστι 1 w 18
νουθεσίας 1 w 27
ὅταν 1 w 31
ὑπʼ 1 w 34
ἄλλων 1 w 39
λοιδορηθέντες 1 w 52
ἐφʼ 1 w 55
οἷς 1 w 58
ἁμαρτάνουσι 1 w 69
ταπεινοί 1 w 77
τε 3 w 79
γένωνται 1 w 87
καὶ 1 w 90
συσταλῶσιν 1 w 100
1 w 102
χρῷτʼ 1 w 107
ἂν 1 w 109
ἐμμελῶς 1 w 116
χαρίεις 1 w 123
τοὺς 1 w 127
μὲν 1 w 130
λοιδοροῦντας 1 w 142
ἀνακόπτων 1 w 151
καὶ 2 w 154
διακρουόμενος 1 w 167
ἰδίᾳ 1 w 172
δʼ 1 w 174
αὐτὸς 1 w 179
ἁπτόμενος 1 w 188
τοῦ 1 w 191
φίλου 1 w 196
καὶ 3 w 199
ὑπομιμνῄσκων 1 w 211
ὡς 1 w 213
εἰ 1 w 215
διὰ 1 w 218
μηδὲν 1 w 223
ἄλλο 1 w 227
προσεκτέον 1 w 237
αὐτῷ 1 w 241
αὑτῷ 1 w 246
scripsi 1 w 253
αὐτῷ 2 w 258
ὅπως 1 w 262
γε 1 w 264
μὴ 1 w 266
θρασεῖς 1 w 273
ὦσιν 1 w 277
οἱ 1 w 279
ἐχθροί 1 w 285
ποῦ 1 w 289
γὰρ 1 w 292
ἔστι 1 w 296
τούτοις 1 w 303
τὸ 2 w 305
στόμα 1 w 310
διᾶραι 1 w 316
τί 1 w 319
δὲ 3 w 321
προσειπεῖν 1 w 331
προσειπεῖν 2 w 342
προφέρειν 1 w 352
R 1 w 353
Malim 1 w 359
προσεπειπεῖν 1 w 371
ἂν 2 w 373
ἀφῇς 1 w 377
ταῦτα 1 w 382
καὶ 4 w 385
ῥίψῃς 1 w 390
ἐφʼ 2 w 393
οἷς 2 w 396
κακῶς 1 w 401
ἀκούεις 1 w 408
γίγνεται 1 w 417
γὰρ 2 w 420
οὕτω 1 w 424
τὸ 3 w 426
μὲν 2 w 429
λυπηρὸν 1 w 436
τοῦ 2 w 439
λοιδοροῦντος 1 w 451
τὸ 4 w 454
δʼ 2 w 456
ὠφέλιμον 1 w 464
τοῦ 3 w 467
νουθετοῦντος 1 w 479
ἔνιοι 1 w 485
δὲ 4 w 487
κομψότερον 1 w 497
ἄλλους 1 w 504
ψέγοντες 1 w 512
ἐπιστρέφουσι 1 w 525
τοὺς 2 w 529
συνήθεις 1 w 537
κατηγοροῦσι 1 w 549
γὰρ 3 w 552
ἑτέρων 1 w 558
1 w 559
πράττοντας 1 w 569
ἐκείνους 1 w 577
ἴσασιν 1 w 583
1 w 585
δʼ 3 w 587
ἡμέτερος 1 w 595
καθηγητὴς 1 w 604
Ἀμμώνιος 1 w 612
ἐν 1 w 614
δειλινῇ 1 w 621
διατριβῇ 1 w 629
τῶν 1 w 632
γνωρίμων 1 w 640
τινὰς 1 w 645
αἰσθόμενος 1 w 655
ἠριστηκότας 1 w 666
οὐχ 1 w 669
ἁπλοῦν 1 w 675
ἄριστον 1 w 682
ἐκέλευσεν 1 w 691
ἰδίῳ 1 w 695
παιδὶ 1 w 700
πληγὰς 1 w 706
ἐμβαλεῖν 1 w 714
τὸν 1 w 717
ἀπελεύθερον 1 w 728
ἐπειπὼν 1 w 736
ὅτι 1 w 739
χωρὶς 1 w 744
ὄξους 1 w 749
ἀριστᾶν 1 w 756
οὐ 2 w 758
δύναται 1 w 765
καὶ 5 w 769
ἅμα 1 w 772
πρὸς 1 w 776
ἡμᾶς 1 w 780
ἀπέβλεψεν 1 w 789
ὥστε 1 w 794
τῶν 2 w 797
ἐνόχων 1 w 803
ἅψασθαι 1 w 810
τὴν 1 w 813
ἐπιτίμησιν 1 w 823
ἔτι 1 w 827
τοίνυν 1 w 833
εὐλαβητέον 1 w 843
ἐστὶν 1 w 848
ἐν 3 w 850
πολλοῖς 1 w 857
παρρησίᾳ 1 w 865
χρῆσθαι 1 w 872
πρὸς 2 w 876
φίλον 1 w 881
ἐνθυμούμενον 1 w 894
τὸ 6 w 896
τοῦ 5 w 899
Πλάτωνος 1 w 907
ἐπεὶ 1 w 912
γὰρ 4 w 915
2 w 916
Σωκράτης 1 w 924
ἥψατό 1 w 929
τινος 1 w 934
τῶν 3 w 937
συνήθων 1 w 944
σφοδρότερον 1 w 955
ἐπὶ 1 w 958
ταῖς 1 w 962
τραπέζαις 1 w 971
διαλεγόμενος 1 w 983
οὐκ 1 w 987
ἄμεινον 1 w 994
ἦν 1 w 996
3 w 997
Πλάτων 2 w 1003
ἔφη 1 w 1006
ἰδίᾳ 2 w 1010
ταῦτα 2 w 1015
λελέχθαι 1 w 1023
καὶ 6 w 1027
4 w 1028
Σωκράτης 2 w 1036
σὺ 1 w 1038
δʼ 4 w 1040
οὐκ 2 w 1043
ἄμεινον 2 w 1050
εἶπεν 1 w 1055
ἐποίησας 1 w 1063
ἂν 3 w 1065
ἰδίᾳ 3 w 1069
πρὸς 3 w 1073
ἐμὲ 1 w 1076
τοῦτʼ 1 w 1081
εἰπών 1 w 1086
Πυθαγόρου 1 w 1096
δὲ 5 w 1098
τραχύτερον 1 w 1108
ἐν 5 w 1110
πολλοῖς 2 w 1117
γνωρίμῳ 1 w 1124
προσενεχθέντος 1 w 1138
ἀπάγξασθαι 1 w 1148
τὸ 7 w 1150
μειράκιον 1 w 1159
λέγουσιν 1 w 1167
ἐκ 3 w 1170
τούτου 1 w 1176
δὲ 6 w 1178
μηδέποτε 1 w 1186
τὸν 2 w 1189
Πυθαγόραν 1 w 1198
αὖθις 1 w 1203
ἄλλου 2 w 1208
παρόντος 1 w 1216
ἄλλον 1 w 1221
νουθετῆσαι 1 w 1231
δεῖ 1 w 1235
γὰρ 5 w 1238
ὡς 2 w 1240
νοσήματος 1 w 1249
οὐκ 3 w 1252
εὐπρεποῦς 1 w 1261
τῆς 1 w 1264
ἁμαρτίας 1 w 1272
τὴν 2 w 1275
νουθέτησιν 1 w 1285
καὶ 7 w 1288
ἀνακάλυψιν 1 w 1298
ἀπόρρητον 1 w 1307
εἶναι 1 w 1312
καὶ 8 w 1315
μὴ 2 w 1317
πανηγυρικὴν 1 w 1328
μηδʼ 1 w 1332
ἐπιδεικτικὴν 1 w 1344
μηδὲ 2 w 1348
μάρτυρας 1 w 1356
καὶ 9 w 1359
θεατὰς 1 w 1365
συνάγουσαν 1 w 1375
οὐ 6 w 1378
γὰρ 6 w 1381
φιλικὸν 1 w 1388
ἀλλὰ 1 w 1392
σοφιστικὸν 1 w 1402
ἀλλοτρίοις 1 w 1412
ἐνευδοκιμεῖν 1 w 1424
σφάλμασι 1 w 1432
καλλωπιζόμενον 1 w 1447
πρὸς 4 w 1451
τοὺς 3 w 1455
παρόντας 1 w 1463
ὥσπερ 1 w 1469
οἱ 2 w 1471
χειρουργοῦντες 1 w 1485
ἐν 7 w 1487
τοῖς 1 w 1491
θεάτροις 1 w 1499
ἰατροὶ 1 w 1505
πρὸς 5 w 1509
ἐργολαβίαν 1 w 1519
ἄνευ 1 w 1524
δὲ 8 w 1526
τῆς 2 w 1529
ὕβρεως 1 w 1535
ἣν 1 w 1538
οὐδεμιᾷ 1 w 1545
θεραπείᾳ 1 w 1553
προσεῖναι 1 w 1562
δίκαιόν 1 w 1569
ἐστι 2 w 1573
καὶ 10 w 1577
τὸ 9 w 1579
τῆς 3 w 1582
κακίας 1 w 1588
σκεπτέον 1 w 1596
φιλόνεικον 1 w 1606
καὶ 11 w 1609
αὔθαδες 1 w 1616
οὐ 8 w 1619
γὰρ 7 w 1622
ἁπλῶς 1 w 1627
νουθετούμενος 1 w 1640
ἔρως 1 w 1644
μᾶλλον 1 w 1650
πιέζει 1 w 1656
κατʼ 1 w 1660
Εὐριπίδην 1 w 1669
εὐριπίδην 1 w 1679
Nauck 1 w 1685
p 2 w 1687
449 1 w 1691
ἀλλʼ 1 w 1695
ἂν 4 w 1697
νουθετῇ 1 w 1704
τις 1 w 1707
ἐν 8 w 1709
πολλοῖς 3 w 1716
καὶ 12 w 1719
μὴ 3 w 1721
φειδόμενος 1 w 1731
πᾶν 1 w 1735
νόσημα 1 w 1741
καὶ 13 w 1744
πᾶν 2 w 1747
πάθος 1 w 1752
εἰς 1 w 1755
τὸ 10 w 1757
ἀναίσχυντον 1 w 1768
καθίστησιν 1 w 1778
ὥσπερ 2 w 1784
οὖν 1 w 1787
5 w 1788
Πλάτων 3 w 1794
Πλάτων 4 w 1800
Legg 1 w 1805
p 3 w 1807
729 1 w 1811
c 3 w 1812
τοὺς 4 w 1816
παρασκευάζοντας 1 w 1831
ἐν 9 w 1833
τοῖς 2 w 1837
νέοις 1 w 1842
αἰσχύνην 1 w 1850
γέροντας 1 w 1858
αὐτοὺς 1 w 1864
ἀξιοῖ 1 w 1869
πρῶτον 1 w 1875
αἰσχύνεσθαι 1 w 1886
τοὺς 6 w 1890
νέους 1 w 1895
οὕτω 2 w 1901
τῶν 4 w 1904
φίλων 1 w 1909
3 w 1910
δυσωπουμένη 1 w 1921
παρρησία 1 w 1929
δυσωπεῖ 1 w 1936
μάλιστα 1 w 1943
καὶ 14 w 1947
τὸ 11 w 1949
μετʼ 1 w 1953
εὐλαβείας 1 w 1962
ἀτρέμα 1 w 1968
προσιέναι 1 w 1977
καὶ 15 w 1980
ἅπτεσθαι 1 w 1988
τοῦ 7 w 1991
ἁμαρτάνοντος 1 w 2003
ὑπερείπει 1 w 2012
καὶ 16 w 2015
διεργάζεται 1 w 2026
τὴν 3 w 2029
κακίαν 1 w 2035
ἀναπιμπλαμένην 1 w 2049
τοῦ 8 w 2052
αἰδεῖσθαι 1 w 2061
τὸ 12 w 2063
αἰδούμενον 1 w 2073
ὅθεν 1 w 2078
ἄριστα 1 w 2084
μὲν 3 w 2087
ἔχει 1 w 2091
τὸ 13 w 2093
ἄγχι 1 w 2097
σχὼν 1 w 2101
κεφαλήν 1 w 2108
ἵνα 1 w 2112
μὴ 4 w 2114
πευθοίαθʼ 1 w 2123
οἱ 3 w 2125
ἄλλοι 1 w 2130
Homer 1 w 2136
α 130 w 2138
157 1 w 2141
ἥκιστα 1 w 2147
δὲ 9 w 2149
πρέπει 1 w 2155
γαμετῆς 1 w 2162
ἀκουούσης 1 w 2171
ἄνδρα 1 w 2176
καὶ 17 w 2179
παίδων 1 w 2185
ἐν 10 w 2187
ὄψει 1 w 2191
πατέρα 1 w 2197
καὶ 18 w 2200
ἐραστὴν 1 w 2207
ἐρωμένου 1 w 2215
παρόντος 2 w 2223
1 w 2224
γνωρίμων 2 w 2232
διδάσκαλον 1 w 2242
ἀποκαλύπτειν 1 w 2254
ἐξίστανται 1 w 2265
γὰρ 8 w 2268
ὑπὸ 1 w 2271
λύπης 1 w 2276
καὶ 19 w 2279
ὀργῆς 1 w 2284
ἐλεγχόμενοι 1 w 2295
παρʼ 1 w 2299
οἷς 3 w 2302
εὐδοκιμεῖν 1 w 2312
ἀξιοῦσιν 1 w 2320
οἶμαι 1 w 2326
δὲ 10 w 2328
καὶ 20 w 2331
Κλεῖτος 1 w 2338
οὐχ 2 w 2341
οὕτω 3 w 2345
παρώξυνε 1 w 2353
παρώξυνε 2 w 2361
H 2 w 2362
παροξύναι 1 w 2372
διὰ 2 w 2375
τὸν 3 w 2378
οἶνον 1 w 2383
ὡς 3 w 2386
ὅτι 2 w 2389
πολλῶν 1 w 2395
παρόντων 1 w 2403
ἐδόκει 1 w 2409
κολούειν 1 w 2417
Ἀλέξανδρον 1 w 2427
καὶ 21 w 2431
Ἀριστομένης 1 w 2442
6 w 2443
Πτολεμαίου 1 w 2453
καθηγητὴς 2 w 2462
ὅτι 3 w 2465
νυστάζοντα 1 w 2475
πρεσβείας 1 w 2484
παρούσης 1 w 2492
ἐπάταξεν 1 w 2500
ἐξεγείρων 1 w 2509
λαβήν 1 w 2515
τινα 1 w 2519
παρέσχε 1 w 2526
τοῖς 3 w 2530
κόλαξι 1 w 2536
προσποιουμένοις 1 w 2552
ἀγανακτεῖν 1 w 2562
ὑπὲρ 1 w 2566
τοῦ 9 w 2569
βασιλέως 1 w 2577
καὶ 22 w 2580
λέγουσιν 2 w 2588
εἰ 4 w 2590
τοσαῦτα 1 w 2597
κοπιῶν 1 w 2603
καὶ 23 w 2606
ἀγρυπνῶν 1 w 2614
κατηνέχθης 1 w 2624
ἰδίᾳ 4 w 2629
σε 9 w 2631
νουθετεῖν 1 w 2640
ὀφείλομεν 1 w 2649
οὐκ 4 w 2653
ἐναντίον 1 w 2661
ἀνθρώπων 1 w 2669
τοσούτων 1 w 2677
προσφέρειν 1 w 2687
τὰς 2 w 2690
χεῖρας 1 w 2696
7 w 2697
δὲ 11 w 2699
φαρμάκου 1 w 2707
κύλικα 1 w 2713
πέμψας 1 w 2719
ἐκέλευσεν 2 w 2728
ἐκπιεῖν 1 w 2735
τὸν 4 w 2738
ἄνθρωπον 1 w 2746
Ἀριστοφάνης 1 w 2758
δὲ 12 w 2760
καὶ 24 w 2763
τὸν 5 w 2766
Κλέωνα 1 w 2772
τοῦτʼ 2 w 2777
ἐγκαλεῖν 1 w 2785
φησιν 1 w 2790
ὅτι 4 w 2793
ξένων 1 w 2798
παρόντων 2 w 2806
τὴν 5 w 2809
πόλιν 1 w 2814
κακῶς 2 w 2819
λέγει 1 w 2824
καὶ 25 w 2827
παροξύνει 1 w 2836
τοὺς 7 w 2840
Ἀθηναίους 1 w 2849
διὸ 1 w 2853
δεῖ 3 w 2856
φυλάττεσθαι 1 w 2867
καὶ 26 w 2870
τοῦτο 1 w 2875
μετὰ 1 w 2879
τῶν 5 w 2882
ἄλλων 2 w 2887
τοὺς 8 w 2891
μὴ 5 w 2893
παρεπιδείκνυσθαι 1 w 2909
μηδὲ 3 w 2913
δημαγωγεῖν 1 w 2923
ἀλλʼ 2 w 2927
ὀνησιφόρως 1 w 2937
καὶ 27 w 2940
θεραπευτικῶς 1 w 2952
χρῆσθαι 2 w 2959
τῇ 2 w 2961
παρρησίᾳ 2 w 2969
βουλομένους 1 w 2980
καὶ 28 w 2983
μὴν 1 w 2986
ὅπερ 1 w 2990
8 w 2991
Θουκυδίδης 1 w 3001
Θουκυδίδης 2 w 3011
I 1 w 3013
70 1 w 3015
τοὺς 9 w 3019
Κορινθίους 1 w 3029
λέγοντας 1 w 3037
περὶ 1 w 3041
αὑτῶν 1 w 3046
πεποίηκεν 1 w 3055
ὡς 4 w 3058
ἄξιοί 1 w 3063
εἰσιν 1 w 3068
ἑτέροις 1 w 3075
ἐπενεγκεῖν 1 w 3085
ψόγον 1 w 3090
οὐ 11 w 3093
κακῶς 3 w 3098
εἰρημένον 1 w 3107
ἔδει 1 w 3112
παρεῖναι 1 w 3120
τοῖς 4 w 3124
παρρησιαζομένοις 1 w 3140
Λύσανδρος 1 w 3150
μὲν 4 w 3153
γὰρ 9 w 3156
ὡς 5 w 3158
ἔοικε 1 w 3163
πρὸς 6 w 3167
τὸν 6 w 3170
ἐκ 6 w 3172
Μεγάρων 1 w 3179
ἐν 12 w 3181
τοῖς 5 w 3185
συμμάχοις 1 w 3194
παρρησιαζόμενον 1 w 3209
ὑπὲρ 2 w 3213
τῆς 5 w 3216
Ἑλλάδος 1 w 3223
ἔφη 2 w 3226
τοὺς 10 w 3230
λόγους 1 w 3236
αὐτοῦ 1 w 3241
πόλεως 1 w 3247
δεῖσθαι 2 w 3254
παρρησία 2 w 3263
δὲ 14 w 3265
παντὸς 1 w 3271
ἀνδρὸς 1 w 3277
ἤθους 1 w 3282
ἴσως 1 w 3286
δεῖται 1 w 3292
καὶ 29 w 3296
τοῦτʼ 3 w 3301
ἀληθέστατόν 1 w 3312
ἐστιν 1 w 3317
ἐπὶ 2 w 3320
τῶν 7 w 3323
ἑτέρους 1 w 3330
νουθετούντων 1 w 3342
καὶ 30 w 3345
σωφρονιζόντων 1 w 3358
λεγόμενον 1 w 3367
9 w 3369
γοῦν 2 w 3373
Πλάτων 5 w 3379
ἔλεγε 1 w 3384
νουθετεῖν 2 w 3393
τῷ 4 w 3395
βίῳ 1 w 3398
τὸν 7 w 3401
Σπεύσιππον 1 w 3411
ὥσπερ 3 w 3417
ἀμέλει 1 w 3423
καὶ 31 w 3426
Πολέμωνα 1 w 3434
Ξενοκράτης 1 w 3444
ὀφθεὶς 1 w 3450
μόνον 1 w 3455
ἐν 13 w 3457
τῇ 3 w 3459
διατριβῇ 2 w 3467
καὶ 32 w 3470
ἀποβλέψας 1 w 3479
πρὸς 7 w 3483
αὐτὸν 1 w 3488
ἐτρέψατο 1 w 3496
καὶ 33 w 3499
μετέθηκεν 1 w 3508
ἐλαφροῦ 1 w 3516
δὲ 15 w 3518
καὶ 34 w 3521
φαύλου 1 w 3527
τὸ 21 w 3529
ἦθος 1 w 3533
ἀνθρώπου 1 w 3541
λόγῳ 1 w 3545
παρρησίας 1 w 3554
ἁπτομένῳ 1 w 3562
περίεστι 1 w 3570
προσακοῦσαι 1 w 3581
τὸ 22 w 3583
ἄλλων 3 w 3588
ἰατρὸς 1 w 3594
αὐτὸς 2 w 3599
ἕλκεσιν 1 w 3606
βρύων 1 w 3611
Nauck 2 w 3616
p 4 w 3618
545 1 w 3622
οὐ 12 w 3624
μὴν 2 w 3627
ἀλλʼ 3 w 3631
ἐπεὶ 2 w 3635
φαύλους 1 w 3642
γε 6 w 3644
ὄντας 1 w 3649
αὐτοὺς 2 w 3655
ἑτέροις 2 w 3662
τε 18 w 3664
τοιούτοις 1 w 3673
ὁμιλοῦντας 1 w 3683
ἐξάγει 1 w 3689
τὸ 24 w 3691
πράγματα 1 w 3699
πολλάκις 1 w 3707
εἰς 2 w 3710
τὸ 25 w 3712
νουθετεῖν 3 w 3721
ἐπιεικέστατος 1 w 3735
ἂν 5 w 3737
εἴη 1 w 3740
τρόπος 1 w 3746
11 w 3747
συνεμπλέκων 1 w 3758
καὶ 35 w 3761
συμπεριλαμβάνων 1 w 3776
ἁμηγέπη 1 w 3783
τῷ 5 w 3785
ἐγκλήματι 1 w 3794
τὸν 9 w 3797
παρρησιαζόμενον 2 w 3812
ἐφʼ 3 w 3816
2 w 3817
λέλεκται 1 w 3825
καὶ 36 w 3828
τὸ 27 w 3830
Τυδείδη 1 w 3837
τί 5 w 3840
παθόντε 1 w 3847
λελάσμεθα 1 w 3856
θούριδος 1 w 3864
ἀλκῆς 1 w 3869
καὶ 37 w 3873
τὸ 28 w 3875
νῦν 1 w 3878
δʼ 6 w 3880
οὐδʼ 1 w 3884
ἑνὸς 1 w 3888
ἄξιοί 2 w 3893
εἰμεν 1 w 3898
Ἕκτορος 1 w 3905
καὶ 38 w 3908
12 w 3909
Σωκράτης 3 w 3917
οὕτως 1 w 3922
ἀτρέμα 2 w 3928
τοὺς 12 w 3932
νέους 2 w 3937
ἤλεγχεν 1 w 3944
ὡς 6 w 3947
μηδʼ 2 w 3951
αὐτὸς 3 w 3956
ἀπηλλαγμένος 1 w 3968
ἀμαθίας 1 w 3975
ἀλλὰ 2 w 3980
μετʼ 2 w 3984
ἐκείνων 1 w 3991
οἰόμενος 1 w 3999
δεῖν 1 w 4003
ἀρετῆς 1 w 4009
ἐπιμέλεσθαι 1 w 4020
καὶ 39 w 4023
ζητεῖν 1 w 4029
τἀληθές 1 w 4036
καὶ 40 w 4040
γὰρ 10 w 4043
εὔνοιαν 1 w 4050
καὶ 41 w 4053
πίστιν 1 w 4059
ἔχουσιν 1 w 4066
οἱ 4 w 4068
ταὐτὰ 1 w 4073
μὲν 5 w 4076
ἁμαρτάνειν 1 w 4086
ἐπανορθοῦσθαι 1 w 4100
δὲ 16 w 4102
τοὺς 13 w 4106
φίλους 1 w 4112
ὥσπερ 4 w 4117
αὑτοὺς 1 w 4123
δοκοῦντες 1 w 4132
13 w 4134
δὲ 17 w 4136
σεμνύνων 1 w 4144
ἑαυτὸν 1 w 4150
ἐν 14 w 4152
τῷ 6 w 4154
κολούειν 2 w 4162
ἕτερον 1 w 4168
ὡς 7 w 4171
δή 1 w 4173
τις 2 w 4176
εἰλικρινὴς 1 w 4186
καὶ 42 w 4189
ἀπαθής 1 w 4195
ἂν 6 w 4198
μὴ 8 w 4200
πολὺ 1 w 4204
καθʼ 1 w 4208
ἡλικίαν 1 w 4215
προήκων 1 w 4222
μηδʼ 3 w 4226
ἔχων 1 w 4230
ἀρετῆς 2 w 4236
ὁμολογούμενον 1 w 4249
ἀξίωμα 1 w 4255
καὶ 43 w 4258
δόξης 1 w 4263
ἐπαχθὴς 1 w 4271
φανεὶς 1 w 4277
καὶ 44 w 4280
βαρὺς 1 w 4285
οὐδὲν 1 w 4290
ὠφέλησεν 1 w 4298
ὅθεν 2 w 4303
οὐχ 3 w 4306
ἁπλῶς 2 w 4311
15 w 4312
Φοῖνιξ 1 w 4318
ἐνέβαλε 1 w 4325
τὰ 5 w 4327
περὶ 2 w 4331
αὑτὸν 1 w 4336
ἀτυχήματα 1 w 4345
διʼ 1 w 4349
ὀργὴν 1 w 4354
ἐπιχειρήσαντος 1 w 4368
ἀνελεῖν 1 w 4375
τὸν 12 w 4378
πατέρα 2 w 4384
καὶ 45 w 4387
ταχὺ 1 w 4391
μεταγνόντος 1 w 4402
ὡς 8 w 4405
μὴ 9 w 4407
πατροφόνος 1 w 4417
μετʼ 3 w 4421
Ἀχαιοῖσιν 1 w 4430
καλεοίμην 1 w 4439
Homer 2 w 4445
I 2 w 4447
461 1 w 4450
ἵνα 2 w 4453
μὴ 10 w 4455
δοκῇ 1 w 4459
νουθετεῖν 4 w 4468
ἐκεῖνον 1 w 4475
ὡς 9 w 4477
αὐτὸς 4 w 4482
ἀπαθὴς 1 w 4488
ὢν 1 w 4490
ὑπʼ 2 w 4493
ὀργῆς 2 w 4498
καὶ 46 w 4501
ἀναμάρτητος 1 w 4512
ἐνδύεται 1 w 4521
γὰρ 11 w 4524
ἠθικῶς 1 w 4530
τὰ 6 w 4532
τοιαῦτα 1 w 4539
καὶ 47 w 4543
μᾶλλον 2 w 4549
εἴκουσι 1 w 4556
τοῖς 6 w 4560
ὁμοιοπαθεῖν 1 w 4571
ἀλλὰ 3 w 4575
μὴ 11 w 4577
περιφρονεῖν 1 w 4588
δοκοῦσιν 1 w 4596
ἐπεὶ 3 w 4601
δʼ 10 w 4603
οὔτε 1 w 4607
φῶς 1 w 4610
λαμπρὸν 1 w 4617
ὄμματι 1 w 4623
φλεγμαίνοντι 1 w 4635
προσοιστέον 1 w 4646
οὔτʼ 1 w 4651
ἐμπαθὴς 1 w 4658
ψυχὴ 1 w 4662
παρρησίαν 1 w 4671
ἀναδέχεται 1 w 4681
καὶ 48 w 4684
νουθεσίαν 1 w 4693
ἄκρατον 1 w 4700
ἐν 17 w 4703
τοῖς 7 w 4707
χρησιμωτάτοις 1 w 4720
ἐστὶ 2 w 4724
τῶν 8 w 4727
βοηθημάτων 1 w 4737
17 w 4738
παραμιγνύμενος 1 w 4752
ἐλαφρὸς 1 w 4759
ἔπαινος 1 w 4766
ὥσπερ 5 w 4772
ἐν 18 w 4774
τούτοις 2 w 4781
ὑμεῖς 1 w 4786
δʼ 11 w 4788
οὐκέτι 1 w 4794
καλὰ 1 w 4798
μεθίετε 1 w 4805
θούριδος 2 w 4813
ἀλκῆς 2 w 4818
id 1 w 4820
N 3 w 4822
116 1 w 4825
πάντες 1 w 4831
ἄριστοι 1 w 4838
ἐόντες 1 w 4844
ἀνὰ 1 w 4847
στρατόν 1 w 4854
οὐδʼ 2 w 4859
ἂν 7 w 4861
ἔγωγε 1 w 4866
ἀνδρὶ 1 w 4871
μαχεσσαίμην 1 w 4882
ὅστις 1 w 4887
πολέμοιο 1 w 4895
μεθείη 1 w 4901
λυγρὸς 1 w 4907
ἐών 1 w 4910
ὑμῖν 1 w 4915
δὲ 19 w 4917
νεμεσσῶμαι 1 w 4927
περὶ 3 w 4931
κῆρι 1 w 4935
καὶ 49 w 4938
Πάνδαρε 1 w 4945
ποῦ 3 w 4949
τοι 8 w 4952
τόξον 1 w 4957
ἰδὲ 1 w 4960
πτερόεντες 1 w 4970
ὀιστοὶ 1 w 4976
id 2 w 4978
E 1 w 4980
171 1 w 4983
καὶ 50 w 4986
κλέος 1 w 4991
3 w 4993
οὔ 3 w 4995
τίς 1 w 4998
τοι 9 w 5001
ἐρίζεται 1 w 5009
ἐνθάδε 1 w 5015
γʼ 1 w 5017
ἀνήρ 1 w 5021
σφόδρα 1 w 5028
δʼ 13 w 5030
ἐμφανῶς 1 w 5037
ἀνακαλεῖται 1 w 5048
καὶ 51 w 5051
τὰ 7 w 5053
τοιαῦτα 2 w 5060
τοὺς 15 w 5064
ὑποφερομένους 1 w 5077
18 w 5078
δʼ 14 w 5080
Οἰδίπους 1 w 5088
ποῦ 4 w 5091
καὶ 52 w 5094
τὰ 8 w 5096
κλείνʼ 1 w 5102
αἰνίγματα 1 w 5111
Eurip 1 w 5117
Phoen 1 w 5123
168 1 w 5127
καὶ 53 w 5130
19 w 5131
πολλὰ 1 w 5136
δὴ 1 w 5138
τλὰς 1 w 5142
Ἡρακλῆς 1 w 5149
λέγει 2 w 5154
τάδε 1 w 5158
id 3 w 5161
Herc 1 w 5166
f 1 w 5168
1250 1 w 5173
οὐ 18 w 5175
γὰρ 12 w 5178
μόνον 2 w 5183
ἀνίησι 1 w 5189
τοῦ 14 w 5192
ψόγου 1 w 5197
τὸ 34 w 5199
τραχὺ 1 w 5204
καὶ 54 w 5207
κολαστικόν 1 w 5217
κολαστικόν 2 w 5228
scripsi 2 w 5235
κελευστικόν 1 w 5247
ἀλλὰ 4 w 5251
καὶ 55 w 5254
ζῆλον 1 w 5259
ἐμποιεῖ 1 w 5266
πρὸς 8 w 5270
ἑαυτὸν 2 w 5276
αἰδουμένῳ 1 w 5285
τὰ 9 w 5287
αἰσχρὰ 1 w 5293
τῇ 4 w 5295
τῶν 9 w 5298
καλῶν 1 w 5303
ὑπομνήσει 1 w 5312
καὶ 56 w 5315
παράδειγμα 1 w 5325
ποιουμένῳ 1 w 5334
τῶν 10 w 5337
βελτιόνων 1 w 5346
ἑαυτόν 1 w 5352
ὅταν 2 w 5357
δʼ 15 w 5359
ἑτέρους 2 w 5366
οἷον 1 w 5370
ἥλικας 1 w 5376
2 w 5377
πολίτας 1 w 5384
3 w 5385
συγγενεῖς 1 w 5394
παραβάλλωμεν 1 w 5406
ἄχθεται 1 w 5414
καὶ 57 w 5417
διαγριαίνεται 1 w 5430
τὸ 36 w 5432
φιλόνεικον 2 w 5442
τῆς 8 w 5445
κακίας 2 w 5451
καὶ 58 w 5455
τοῦτο 2 w 5460
πολλάκις 2 w 5468
εἴωθεν 1 w 5474
ὑποφωνεῖν 1 w 5483
μετʼ 4 w 5487
ὀργῆς 3 w 5492
τί 7 w 5494
οὖν 2 w 5497
οὐκ 6 w 5500
ἄπει 1 w 5504
πρὸς 9 w 5508
τοὺς 16 w 5512
ἐμοῦ 1 w 5516
κρείττονας 1 w 5526
ἐμοὶ 1 w 5531
δὲ 21 w 5533
μὴ 12 w 5535
παρέχεις 1 w 5543
πράγματα 2 w 5551
φυλακτέον 1 w 5561
οὖν 3 w 5564
ἑτέρους 3 w 5571
εΤέρους 1 w 5578
τὸ 37 w 5581
ἑτέρους 4 w 5588
R 2 w 5589
ἐπαινεῖν 1 w 5597
παρρησιαζόμενον 3 w 5612
πρὸς 10 w 5616
ἑτέρους 5 w 5623
ἂν 8 w 5626
μὴ 13 w 5628
νὴ 2 w 5630
Δία 1 w 5633
γονεῖς 1 w 5639
ὦσιν 2 w 5643
ὡς 10 w 5646
Ἀγαμέμνων 1 w 5655
3 w 5656
ὀλίγον 1 w 5662
οἱ 5 w 5664
παῖδα 1 w 5669
ἐοικότα 1 w 5676
γείνατο 1 w 5683
Τυδεύς 1 w 5689
Homer 3 w 5695
E 3 w 5697
800 1 w 5700
καὶ 59 w 5703
20 w 5704
ἐν 20 w 5706
τοῖς 8 w 5710
Σκυρίοις 1 w 5718
Ὀδυσσεὺς 1 w 5726
σὺ 2 w 5728
δʼ 16 w 5730
3 w 5732
τὸ 38 w 5734
λαμπρὸν 2 w 5741
φῶς 2 w 5744
καταισχύνων 1 w 5755
γένους 1 w 5761
ξαίνεις 1 w 5769
ἀρίστου 1 w 5777
πατρὸς 1 w 5783
Ἑλλήνων 1 w 5790
γεγώς 1 w 5795
Nauck 3 w 5801
p 7 w 5803
653 1 w 5807
ἥκιστα 2 w 5813
δὲ 22 w 5815
προσήκει 1 w 5823
νουθετούμενον 1 w 5836
ἀντινουθετεῖν 1 w 5849
καὶ 60 w 5852
παρρησίᾳ 3 w 5860
παρρησίαν 2 w 5869
ἀντεκφέρειν 1 w 5880
ταχὺ 2 w 5885
γὰρ 13 w 5888
ἐκκάει 1 w 5894
καὶ 61 w 5897
ποιεῖ 2 w 5902
διαφοράν 1 w 5910
καὶ 62 w 5914
ὅλως 1 w 5918
οὐκ 7 w 5921
ἀντιπαρρησιαζομένου 1 w 5940
δόξειεν 1 w 5947
ἂν 9 w 5949
ἀλλὰ 5 w 5953
παρρησίαν 3 w 5962
μὴ 14 w 5964
φέροντος 1 w 5972
21 w 5973
τοιοῦτος 1 w 5981
ὠθισμὸς 1 w 5988
εἶναι 2 w 5993
βέλτιον 1 w 6001
οὖν 4 w 6004
ὑπομένειν 1 w 6013
τὸν 14 w 6016
νουθετεῖν 6 w 6025
δοκοῦντα 1 w 6033
φίλον 2 w 6038
ἂν 10 w 6041
γὰρ 14 w 6044
ὕστερον 1 w 6051
αὐτὸς 5 w 6056
ἁμαρτάνῃ 1 w 6064
καὶ 63 w 6067
δέηται 1 w 6073
νουθεσίας 2 w 6082
αὐτὸ 7 w 6087
τοῦτο 3 w 6092
τῇ 5 w 6094
παρρησίᾳ 4 w 6102
τρόπον 1 w 6108
τινὰ 2 w 6112
παρρησίαν 4 w 6121
δίδωσιν 1 w 6128
ὑπομιμνῃσκόμενος 1 w 6145
γὰρ 15 w 6148
ἄνευ 2 w 6152
μνησικακίας 1 w 6163
ὅτι 5 w 6166
τοὺς 17 w 6170
φίλους 2 w 6176
καὶ 64 w 6179
αὐτὸς 6 w 6184
εἰώθει 1 w 6190
μὴ 15 w 6192
περιορᾶν 1 w 6200
ἁμαρτάνοντας 1 w 6212
ἀλλʼ 4 w 6216
ἐξελέγχειν 1 w 6226
καὶ 65 w 6229
διδάσκειν 1 w 6238
μᾶλλον 3 w 6245
ἐνδώσει 1 w 6252
καὶ 66 w 6255
παραδέξεται 1 w 6266
τὴν 6 w 6269
ἐπανόρθωσιν 1 w 6280
ὡς 11 w 6283
οὖσαν 1 w 6288
εὐνοίας 1 w 6295
καὶ 67 w 6298
χάριτος 1 w 6305
οὐ 21 w 6307
μέμψεως 1 w 6314
ἀνταπόδοσιν 1 w 6325
οὐδʼ 3 w 6329
ὀργῆς 4 w 6334
ἔτι 2 w 6338
τοίνυν 2 w 6344
22 w 6345
μὲν 6 w 6348
Θουκυδίδης 3 w 6358
Θουκυδίδης 4 w 6368
II 1 w 6371
64 1 w 6373
φησὶν 1 w 6378
ὅστις 2 w 6383
ἐπὶ 3 w 6386
μεγίστοις 1 w 6395
τὸ 43 w 6397
ἐπίφθονον 1 w 6406
λαμβάνει 1 w 6414
ὀρθῶς 1 w 6420
βουλεύεται 1 w 6430
τῷ 7 w 6433
δὲ 23 w 6435
φίλῳ 1 w 6439
προσήκει 2 w 6447
τὸ 44 w 6449
ἐκ 10 w 6451
τοῦ 17 w 6454
νουθετεῖν 7 w 6463
ἐπαχθὲς 1 w 6470
ὑπὲρ 3 w 6474
μεγάλων 1 w 6481
ἀναδέχεσθαι 1 w 6492
καὶ 68 w 6495
σφόδρα 2 w 6501
διαφερόντων 1 w 6512
ἂν 11 w 6515
δʼ 18 w 6517
ἐπὶ 4 w 6520
πᾶσι 1 w 6524
καὶ 69 w 6527
πρὸς 11 w 6531
πάντα 1 w 6536
δυσκολαίνῃ 1 w 6546
καὶ 70 w 6549
μὴ 16 w 6551
φιλικῶς 1 w 6558
ἀλλὰ 6 w 6562
παιδαγωγικῶς 1 w 6574
προσφέρηται 1 w 6585
τοῖς 9 w 6589
συνήθεσιν 1 w 6598
ἀμβλὺς 1 w 6605
ἐν 22 w 6607
τοῖς 10 w 6611
μεγίστοις 2 w 6620
νουθετῶν 1 w 6628
ἔσται 1 w 6633
καὶ 71 w 6636
ἄπρακτος 1 w 6644
ὥσπερ 6 w 6650
ἰατρὸς 2 w 6656
δριμὺ 1 w 6661
φάρμακον 1 w 6669
4 w 6670
πικρὸν 1 w 6676
ἀναγκαῖον 1 w 6685
δὲ 24 w 6687
καὶ 72 w 6690
πολυτελὲς 1 w 6699
εἰς 3 w 6702
πολλὰ 2 w 6707
καὶ 73 w 6710
μικρὰ 1 w 6715
καὶ 74 w 6718
οὐκ 8 w 6721
ἀναγκαῖα 1 w 6729
διελὼν 1 w 6735
τῇ 6 w 6737
παρρησίᾳ 5 w 6745
κατακεχρημένος 1 w 6759
αὐτὸς 7 w 6765
μὲν 7 w 6768
οὖν 5 w 6771
σφόδρα 3 w 6777
φυλάξεται 1 w 6786
τὸ 46 w 6788
συνεχὲς 1 w 6795
καὶ 75 w 6798
φιλαίτιον 1 w 6807
καὶ 76 w 6811
φιλαίτιον 2 w 6820
τοῦ 18 w 6824
φιλαιτίου 1 w 6833
R 3 w 6834
ἑτέρου 6 w 6840
δὲ 25 w 6842
μικρολογουμένου 1 w 6857
περὶ 4 w 6861
πάντα 2 w 6866
καὶ 77 w 6869
παρασυκοφαντοῦντος 1 w 6887
ὥσπερ 7 w 6892
ἐνδόσιμον 1 w 6901
ἕξει 1 w 6905
πρὸς 12 w 6909
τὰ 10 w 6911
μείζονα 1 w 6918
τῶν 12 w 6921
ἁμαρτημάτων 1 w 6932
καὶ 78 w 6936
γὰρ 16 w 6939
ἰατρὸς 3 w 6945
Φιλότιμος 1 w 6954
ἐμπύου 1 w 6960
τὸ 47 w 6962
ἧπαρ 1 w 6966
ἀνθρώπου 2 w 6974
δείξαντος 1 w 6983
αὐτῷ 3 w 6987
τὸν 15 w 6990
δάκτυλον 1 w 6998
ἡλκωμένον 1 w 7007
οὐκ 9 w 7010
ἔστι 2 w 7014
σοι 2 w 7017
εἶπεν 2 w 7022
4 w 7023
τᾶν 2 w 7026
περὶ 5 w 7030
παρωνυχίας 1 w 7040
23 w 7041
λόγος 1 w 7046
οὐκοῦν 1 w 7053
καὶ 79 w 7056
τῷ 9 w 7058
φίλῳ 2 w 7062
δίδωσιν 2 w 7069
24 w 7070
καιρὸς 1 w 7076
εἰπεῖν 1 w 7082
πρὸς 13 w 7086
τὸν 16 w 7089
ἐπὶ 5 w 7092
μικροῖς 1 w 7099
καὶ 80 w 7102
μηδενὸς 1 w 7109
ἀξίοις 1 w 7115
ἐγκαλοῦντα 1 w 7125
τί 9 w 7127
παιδιὰς 1 w 7134
καὶ 81 w 7137
πότους 1 w 7143
καὶ 82 w 7146
φλυάρους 1 w 7154
λέγομεν 1 w 7161
οὗτος 1 w 7167
5 w 7169
τᾶν 3 w 7172
ἀποπεμψάσθω 1 w 7184
τὴν 7 w 7187
ἑταίραν 1 w 7194
5 w 7195
παυσάσθω 1 w 7203
κυβεύων 1 w 7210
καὶ 83 w 7214
τἄλλα 1 w 7219
θαυμαστὸς 1 w 7228
ἡμῖν 1 w 7232
ἄνθρωπός 1 w 7240
ἐστιν 2 w 7245
ἐστιν 3 w 7250
ἔσται 2 w 7256
H 6 w 7257
25 w 7258
γὰρ 17 w 7261
εἰς 4 w 7264
τὰ 11 w 7266
μικρὰ 2 w 7271
συγγνώμην 1 w 7280
λαβὼν 1 w 7285
οὐκ 11 w 7288
ἀηδῶς 1 w 7293
εἰς 5 w 7296
τὰ 12 w 7298
μείζονα 2 w 7305
τῷ 10 w 7307
φίλῳ 3 w 7311
παρρησίαν 5 w 7320
δίδωσιν 3 w 7327
26 w 7329
δʼ 19 w 7331
ἐγκείμενος 1 w 7341
ἀεὶ 1 w 7344
καὶ 84 w 7347
πανταχοῦ 1 w 7355
πικρὸς 1 w 7361
καὶ 85 w 7364
ἀτερπὴς 1 w 7371
καὶ 86 w 7374
πάντα 3 w 7379
γιγνώσκων 1 w 7388
καὶ 87 w 7391
πολυπραγμονῶν 1 w 7404
οὐδὲ 2 w 7408
παισὶν 1 w 7414
ἀνεκτὸς 1 w 7421
οὐδʼ 4 w 7425
ἀδελφοῖς 1 w 7433
ἀλλὰ 7 w 7438
καὶ 88 w 7441
δούλοις 1 w 7448
ἀφόρητος 1 w 7456