Scaife ATLAS

CTS Library / Περὶ τοῦ ἀκούειν.

Περὶ τοῦ ἀκούειν. (6-10)

urn:cts:greekLit:tlg0007.tlg069.perseus-grc2:6-10
Refs {'start': {'reference': '6', 'human_reference': 'Section 6'}, 'end': {'reference': '10', 'human_reference': 'Section 10'}}
Ancestors []
Children []
prev
plain textXML
next

διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφʼ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν[*] οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ

20
φέροντος εἰς μέσον γιγνώσκει καὶ πείθοντος ἑτέρους διʼ ὧν αὐτὸς πέπεισται. τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως ἀλλʼ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται,[*] καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς
25
γε δὴ καὶ ζηλοῦντας τοῖς δʼ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφʼ ὧν αἰτιῶν καὶ ὅθεν
40c
παρατροπὴ γέγονεν. ὡς γὰρ Ξενοφῶν[*] φησι
τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες· καὶ γὰρ διανοήματος
5
εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφʼ ἑτέρων λέγουσιν ἐφʼ ἑαυτῶν καταφαίνεται. διὸ δεῖ μεταφέρειν τὴν εὐθύνην ἐφʼ ἑαυτοὺς ἀπὸ τοῦ
10
λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν
40d
ἁμαρτάνοντες, ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι[*] τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον,[*] ἂν μὴ[*] πρός τινα διόρθωσιν φυλακὴν ἀναφέρηται τῶν ὁμοίων. καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι, μή που ἄρʼ ἐγὼ τοιοῦτος; ὡς γὰρ
15
ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτʼ ἄγαν θρασέως
20
καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ
40e
λέγειν ἐπιμελέστερον. χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθʼ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ
25
καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δʼ ἐπανορθοῦσθαι, τὰ δʼ ἑτέρως φράζειν, τὰ δʼ ὅλοις ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν
ὑπόθεσιν. καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον. τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δʼ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες. ὥσπερ
5
Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν ἀλλʼ οὐκ ἀναστῆσαί γε τοιαύτην ἔφη
40f
πόλιν ἐκεῖνος ἂν δυνηθείη. ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ
10
καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς.

τῷ τοίνυν καταφρονεῖν τὸ θαυμάζειν ἀντικείμενον εὐγνωμονεστέρας μέν ἐστι δήπου καὶ ἡμερωτέρας

15
φύσεως, δεῖταί γε μὴν οὐδʼ αὐτὸ μικρᾶς εὐλαβείας, τάχα δὲ καὶ μείζονος· οἱ μὲν γὰρ καταφρονητικοὶ
41a
καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν
20
εἰπόντα βλὰξ[*] ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι[*] φιλεῖ. δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας
25
καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν
41b
ἐξεταστήν, ἵνʼ οἱ μὲν λέγοντες μὴ μισῶσιν, οἱ δὲ λόγοι μὴ βλάπτωσιν· ὡς πολλὰ ψευδῆ καὶ πονηρὰ δόγματα λανθάνομεν εὐνοίᾳ καὶ πίστει τῇ πρὸς
τοὺς λέγοντας ἐνδεχόμενοι. οἱ μὲν οὖν Λακεδαιμονίων ἄρχοντες ἀνδρὸς οὐκ εὖ βεβιωκότος γνώμην δοκιμάσαντες ἑτέρῳ προσέταξαν εἰπεῖν εὐδοκιμοῦντι περὶ τὸν βίον καὶ τὸ ἦθος, ὀρθῶς πάνυ καὶ πολιτικῶς
5
ἐθίζοντες τὸν δῆμον ὑπὸ τοῦ τρόπου μᾶλλον τοῦ λόγου τῶν συμβουλευόντων ἄγεσθαι. τοὺς δʼ ἐν φιλοσοφίᾳ λόγους ἀφαιροῦντα χρὴ τὴν τοῦ λέγοντος δόξαν αὐτοὺς ἐφʼ ἑαυτῶν ἐξετάζειν. ὡς γὰρ πολέμου, καὶ ἀκροάσεως πολλὰ τὰ κενά ἐστι.
10
καὶ γὰρ πολιὰ τοῦ λέγοντος καὶ πλάσμα καὶ ὀφρῦς
41c
καὶ περιαυτολογία, μάλιστα δʼ αἱ κραυγαὶ καὶ οἱ θόρυβοι καὶ τὰ πηδήματα τῶν παρόντων συνεκπλήττει τὸν ἄπειρον ἀκροατὴν καὶ νέον ὥσπερ ὑπὸ ῥεύματος παραφερόμενον. ἔχει δέ τι καὶ λέξις
15
ἀπατηλόν, ὅταν ἡδεῖα καὶ πολλὴ καὶ μετʼ ὄγκου τινὸς καὶ κατασκευῆς ἐπιφέρηται τοῖς πράγμασιν. ὡς γὰρ τῶν ὑπʼ αὐλοῖς ᾀδόντων αἱ πολλαὶ τοὺς ἀκούοντας ἁμαρτίαι διαφεύγουσιν, οὕτω περιττὴ καὶ σοβαρὰ λέξις ἀντιλάμπει τῷ ἀκροατῇ πρὸς τὸ δηλούμενον.
20
41d
μὲν γὰρ Μελάνθιος, ὡς ἔοικε, περὶ τῆς Διογένους τραγῳδίας ἐρωτηθεὶς οὐκ ἔφη κατιδεῖν αὐτὴν ὑπὸ τῶν ὀνομάτων ἐπιπροσθουμένην αἱ δὲ τῶν πολλῶν διαλέξεις καὶ μελέται σοφιστῶν οὐ μόνον τοῖς ὀνόμασι παραπετάσμασι χρῶνται τῶν διανοημάτων,
25
ἀλλὰ καὶ τὴν φωνὴν ἐμμελείαις τισὶ καὶ μαλακότησι καὶ παρισώσεσιν ἐφηδύνοντες ἐκβακχεύουσι καὶ παραφέρουσι τοὺς ἀκροωμένους, κενὴν ἡδονὴν διδόντες καὶ κενωτέραν δόξαν ἀντιλαμβάνοντες. ὥστʼ αὐτοῖς συμβαίνει τὸ ὑπὸ Διονυσίου
ῥηθέν. ἐκεῖνος γάρ, ὡς ἔοικεν, εὐδοκιμοῦντι κιθαρῳδῷ
41e
παρὰ τὴν θέαν ἐπαγγειλάμενος δωρεάς τινας μεγάλας ὕστερον οὐδὲν ἔδωκεν ὡς ἀποδεδωκὼς τὴν χάριν· ὅσον γάρ ἔφη χρόνον εὔφραινες ᾄδων,
5
τοσοῦτον ἔχαιρες ἐλπίζων τοῦτον δὲ τὸν ἔρανον αἱ τοιαῦται πληροῦσιν ἀκροάσεις τοῖς λέγουσι· θαυμάζονται γὰρ ἐφʼ ὅσον τέρπουσιν, εἶθʼ ἅμα τῆς ἀκοῆς ἐξερρύη τὸ ἡδὺ κἀκείνους προλέλοιπεν δόξα, καὶ μάτην, τοῖς μὲν χρόνος τοῖς δὲ καὶ
10
βίος ἀνάλωται.

διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς

41f
λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους[*] ἀλλὰ τὰς μελίσσας. αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι
15
καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται
20
ξανθὸν μέλι μηδόμεναι,
[*]
καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον. οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν
42a
ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ
25
πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος
ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν
5
καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον,
42b
εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός. οὐ γὰρ ἐκ κουρείου μὲν
10
ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι
15
τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων. οὔτε γὰρ βαλανείου φησὶν Ἀρίστων οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.
42c

Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος νέος· οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι

20
τέλος, οὐδʼ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος
25
γέμουσαν ἐκκαθήρῃ. καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον. ὕστερον δέ που,
42d
καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε
τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν. δʼ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς
5
πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος κεκεραμευμένον, μηδʼ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ
10
ἔριον, ἀλλʼ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος[*] καὶ ἀκίνητος. ταῦτα
42e
γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον
15
οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δʼ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτʼ ἄχρηστον εἴτʼ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων
20
οὐδὲ βουλομένων ἐξετάζειν.

ἀκολουθεῖ δὲ τούτοις τὸ περὶ τῶν προβλημάτων

42f
παράγγελμα. δεῖ γὰρ τὸν ἐπὶ δεῖπνον ἥκοντα τοῖς παρακειμένοις χρῆσθαι καὶ μηδὲν αἰτεῖν ἄλλο μηδʼ ἐξελέγχειν δʼ ἐπὶ λόγων ἀφιγμένος ἑστίασιν, ἂν μὲν ἐπὶ ῥητοῖς, ἀκροάσθω σιωπῇ τοῦ λέγοντος οἱ γὰρ εἰς ἄλλας ὑποθέσεις ἐξάγοντες καὶ παρεμβάλλοντες ἐρωτήματα καὶ προσδιαποροῦντες, οὐχ ἡδεῖς οὐδʼ εὐσυνάλλακτοι πρὸς ἀκρόασιν ὄντες,
ὠφελοῦνται μὲν οὐδέν, τὸν δὲ λέγοντα καὶ τὸν λόγον ὁμοῦ συνταράττουσιν · ὅταν δὲ τοὺς ἀκούοντας λέγων ἐρωτᾶν καὶ προβάλλειν κελεύσῃ, χρήσιμόν τι δεῖ καὶ ἀναγκαῖον ἀεὶ προβάλλοντα φαίνεσθαι. μὲν
5
γὰρ Ὀδυσσεὺς καταγελᾶται παρὰ τοῖς μνηστῆρσιν
43a
αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
[*]
μεγαλοψυχίας γὰρ ἡγοῦνται σημεῖον, ὡς τὸ διδόναι τι τῶν μεγάλων, καὶ τὸ αἰτεῖν. μᾶλλον δʼ ἄν τις ἀκροατοῦ καταγελάσειεν εἰς μικρὰ καὶ γλίσχρα προβλήματα
10
τὸν διαλεγόμενον κινοῦντος, οἷα τερθρευόμενοί τινες τῶν νέων καὶ παρεπιδεικνύμενοι διαλεκτικὴν μαθηματικὴν ἕξιν εἰώθασι προβάλλειν περὶ τῆς τῶν ἀορίστων τομῆς, καὶ τίς κατὰ πλευρὰν κατὰ διάμετρον κίνησις. πρὸς οὓς ἔστιν
15
43b
εἰπεῖν τὸ ὑπὸ Φιλοτίμου πρὸς τὸν ἔμπυον καὶ φθισιῶντα ῥηθέν. ἐπεὶ γὰρ ἐλάλησεν αὐτῷ φαρμάκιον αἰτῶν πρὸς παρωνυχίαν, αἰσθόμενος ἀπὸ τῆς χρόας καὶ τῆς ἀναπνοῆς τὴν διάθεσιν οὐκ ἔστι σοι φησὶν βέλτιστε περὶ παρωνυχίας λόγος. οὐδέ σοὶ
20
τοίνυν, νεανία, περὶ τοιούτων ζητημάτων ὥρα σκοπεῖν, ἀλλὰ πῶς οἰήματος καὶ ἀλαζονείας ἐρώτων τε καὶ φλυαρίας ἀπολυθεὶς εἰς βίον ἄτυφον καὶ ὑγιαίνοντα καταστήσεις σαυτόν.

Tokens

διὸ 1 w 3
δεῖ 1 w 6
τῇ 1 w 8
φιληκοΐᾳ 1 w 16
πρὸς 1 w 20
τὴν 1 w 23
φιλοδοξίαν 1 w 33
σπεισάμενον 1 w 44
ἀκροᾶσθαι 1 w 53
τοῦ 1 w 56
λέγοντος 1 w 64
ἵλεων 1 w 69
καὶ 1 w 72
πρᾶον 1 w 77
ὥσπερ 1 w 83
ἐφʼ 1 w 86
ἑστίασιν 1 w 94
ἱερὰν 1 w 99
καὶ 2 w 102
θυσίας 1 w 108
ἀπαρχὴν 1 w 115
παρειλημμένον 1 w 128
ἐπαινοῦντα 1 w 139
μὲν 1 w 142
ἐν 1 w 144
ἐν 2 w 146
add 1 w 149
R 1 w 151
οἷς 1 w 154
ἐπιτυγχάνει 1 w 165
τὴν 2 w 168
δύναμιν 1 w 175
ἀγαπῶντα 1 w 184
δὲ 1 w 186
τὴν 3 w 189
προθυμίαν 1 w 198
αὐτὴν 1 w 203
τοῦ 2 w 206
φέροντος 1 w 214
εἰς 1 w 217
μέσον 1 w 222
1 w 223
γιγνώσκει 1 w 232
καὶ 3 w 235
πείθοντος 1 w 244
ἑτέρους 1 w 251
διʼ 1 w 254
ὧν 1 w 256
αὐτὸς 1 w 261
πέπεισται 1 w 270
τοῖς 1 w 275
μὲν 2 w 278
οὖν 1 w 281
κατορθουμένοις 1 w 295
ἐπιλογιστέον 1 w 307
ὡς 1 w 309
οὐκ 1 w 312
ἀπὸ 1 w 315
τύχης 1 w 320
οὐδʼ 1 w 324
αὐτομάτως 1 w 333
ἀλλʼ 1 w 337
ἐπιμελείᾳ 1 w 346
καὶ 4 w 349
πόνῳ 1 w 353
καὶ 5 w 356
μαθήσει 1 w 363
κατορθοῦνται 1 w 375
κατορθοῦνται 2 w 388
H 1 w 389
κατορθοῦνται 3 w 402
καὶ 6 w 405
μιμητέον 1 w 413
γε 1 w 415
ταῦτα 1 w 420
θαυμάζοντάς 1 w 431
γε 2 w 433
δὴ 1 w 435
καὶ 7 w 438
ζηλοῦντας 1 w 447
τοῖς 2 w 451
δʼ 2 w 453
ἁμαρτανομένοις 1 w 467
ἐφιστάναι 1 w 476
χρὴ 1 w 479
τὴν 5 w 482
διάνοιαν 1 w 490
ὑφʼ 1 w 494
ὧν 2 w 496
αἰτιῶν 1 w 502
καὶ 8 w 505
ὅθεν 1 w 509
1 w 510
παρατροπὴ 1 w 519
γέγονεν 1 w 526
ὡς 2 w 529
γὰρ 1 w 532
1 w 533
Ξενοφῶν 1 w 540
Ξενοφῶν 2 w 547
Oecon 1 w 552
I 1 w 554
7 1 w 555
φησι 1 w 559
τοὺς 1 w 563
οἰκονομικοὺς 1 w 575
καὶ 9 w 578
ἀπὸ 2 w 581
τῶν 1 w 584
φίλων 1 w 589
ὀνίνασθαι 1 w 598
καὶ 10 w 601
ἀπὸ 3 w 604
τῶν 2 w 607
ἐχθρῶν 1 w 613
οὕτω 1 w 618
τοὺς 2 w 622
ἐγρηγορότας 1 w 633
καὶ 11 w 636
προσέχοντας 1 w 647
οὐ 3 w 649
μόνον 1 w 654
κατορθοῦντες 1 w 666
ἀλλὰ 1 w 670
καὶ 12 w 673
διαμαρτάνοντες 1 w 687
ὠφελοῦσιν 1 w 696
οἱ 1 w 698
λέγοντες 1 w 706
καὶ 13 w 710
γὰρ 2 w 713
διανοήματος 1 w 724
εὐτέλεια 1 w 732
καὶ 14 w 735
ῥήματος 1 w 742
κενότης 1 w 749
καὶ 15 w 752
σχῆμα 1 w 757
φορτικὸν 1 w 765
καὶ 16 w 768
πτόησις 1 w 775
μετὰ 1 w 779
χαρᾶς 1 w 784
ἀπειροκάλου 1 w 795
πρὸς 2 w 799
ἔπαινον 1 w 806
καὶ 17 w 809
ὅσα 1 w 812
τοιαῦτα 1 w 819
μᾶλλον 1 w 825
ἀκροωμένοις 1 w 836
ἐφʼ 2 w 839
ἑτέρων 1 w 845
1 w 846
λέγουσιν 1 w 854
ἐφʼ 3 w 857
ἑαυτῶν 1 w 863
καταφαίνεται 1 w 875
διὸ 2 w 879
δεῖ 2 w 882
μεταφέρειν 1 w 892
τὴν 6 w 895
εὐθύνην 1 w 902
ἐφʼ 4 w 905
ἑαυτοὺς 1 w 912
ἀπὸ 4 w 915
τοῦ 3 w 918
λέγοντος 2 w 926
ἀνασκοποῦντας 1 w 940
εἴ 1 w 942
τι 3 w 944
τοιοῦτο 1 w 951
λανθάνομεν 1 w 961
ἁμαρτάνοντες 1 w 973
ῥᾷστον 1 w 980
γάρ 1 w 983
ἐστι 1 w 987
τῶν 4 w 990
ὄντων 1 w 995
τὸ 2 w 997
μέμψασθαι 1 w 1006
μεμφεσθαι 1 w 1015
H 2 w 1016
τὸν 1 w 1019
πλησίον 1 w 1026
ἀχρήστως 1 w 1035
τε 5 w 1037
καὶ 18 w 1040
κενῶς 1 w 1045
γιγνόμενον 1 w 1055
γιγνόμενον 2 w 1066
1 w 1067
γίγνεται 1 w 1075
ἂν 1 w 1077
μὴ 1 w 1079
μή 1 w 1081
H 3 w 1082
1 w 1084
πρός 1 w 1088
τινα 1 w 1092
διόρθωσιν 1 w 1101
2 w 1102
φυλακὴν 1 w 1109
ἀναφέρηται 1 w 1119
τῶν 5 w 1122
ὁμοίων 1 w 1128
καὶ 19 w 1132
τὸ 4 w 1134
τοῦ 4 w 1137
Πλάτωνος 1 w 1145
οὐκ 2 w 1148
ὀκνητέον 1 w 1156
ἀεὶ 1 w 1159
πρὸς 3 w 1163
αὑτὸν 1 w 1168
ἐπὶ 1 w 1171
τῶν 6 w 1174
ἁμαρτανόντων 1 w 1186
ἀναφθέγγεσθαι 1 w 1199
μή 2 w 1202
που 1 w 1205
ἄρʼ 1 w 1208
ἐγὼ 1 w 1211
τοιοῦτος 1 w 1219
ὡς 3 w 1222
γὰρ 3 w 1225
ἐν 3 w 1227
τοῖς 3 w 1231
ὄμμασι 1 w 1237
τῶν 7 w 1240
πλησίον 2 w 1247
ἐλλάμποντα 1 w 1257
τὰ 2 w 1259
ἑαυτῶν 2 w 1265
ὁρῶμεν 1 w 1271
οὕτως 1 w 1277
ἐπὶ 2 w 1280
τῶν 9 w 1283
λόγων 1 w 1288
δεῖ 3 w 1291
τοὺς 4 w 1295
ἑαυτῶν 3 w 1301
ἐνεικονίζεσθαι 1 w 1315
τοῖς 4 w 1319
ἑτέρων 2 w 1325
ἵνα 1 w 1329
μήτʼ 1 w 1333
ἄγαν 1 w 1337
θρασέως 1 w 1344
καταφρονῶμεν 1 w 1356
ἄλλων 1 w 1361
αὑτοῖς 1 w 1368
τε 6 w 1370
προσέχωμεν 1 w 1380
ἐν 5 w 1382
τῷ 1 w 1384
λέγειν 1 w 1390
ἐπιμελέστερον 1 w 1403
χρήσιμον 1 w 1412
δὲ 2 w 1414
πρὸς 4 w 1418
τοῦτο 1 w 1423
καὶ 20 w 1426
τὸ 6 w 1428
τῆς 1 w 1431
παραβολῆς 1 w 1440
ὅταν 1 w 1445
γενόμενοι 1 w 1454
καθʼ 1 w 1458
αὑτοὺς 1 w 1464
ἀπὸ 5 w 1467
τῆς 2 w 1470
ἀκροάσεως 1 w 1479
καὶ 21 w 1482
λαβόντες 1 w 1490
τι 6 w 1492
τῶν 11 w 1495
μὴ 2 w 1497
καλῶς 1 w 1502
3 w 1503
μὴ 3 w 1505
ἱκανῶς 1 w 1511
εἰρῆσθαι 1 w 1519
δοκούντων 1 w 1528
ἐπιχειρῶμεν 1 w 1539
εἰς 2 w 1542
ταὐτὸ 1 w 1547
καὶ 22 w 1550
προάγωμεν 1 w 1559
αὑτοὺς 2 w 1565
τὰ 3 w 1567
μὲν 3 w 1570
ὥσπερ 2 w 1575
ἀναπληροῦν 1 w 1585
τὰ 4 w 1588
δʼ 3 w 1590
ἐπανορθοῦσθαι 1 w 1603
τὰ 5 w 1606
δʼ 4 w 1608
ἑτέρως 1 w 1614
φράζειν 1 w 1621
τὰ 6 w 1624
δʼ 5 w 1626
ὅλοις 1 w 1631
ἐξ 1 w 1633
ὑπαρχῆς 1 w 1640
εἰσφέρειν 1 w 1649
πειρώμενοι 1 w 1659
πρὸς 5 w 1663
τὴν 7 w 1666
ὑπόθεσιν 1 w 1674
2 w 1676
καὶ 23 w 1679
Πλάτων 2 w 1685
ἐποίησε 1 w 1692
πρὸς 6 w 1696
τὸν 3 w 1699
Λυσίου 1 w 1705
λόγον 1 w 1710
τὸ 9 w 1713
μὲν 4 w 1716
γὰρ 4 w 1719
ἀντειπεῖν 1 w 1728
οὐ 5 w 1730
χαλεπὸν 1 w 1737
ἀλλὰ 2 w 1741
καὶ 24 w 1744
πάνυ 1 w 1748
ῥᾴδιον 1 w 1754
εἰρημένῳ 1 w 1762
λόγῳ 1 w 1766
τὸ 10 w 1769
δʼ 6 w 1771
ἕτερον 1 w 1777
ἀνταναστῆσαι 1 w 1789
βελτίονα 1 w 1797
παντάπασιν 1 w 1807
ἐργῶδες 1 w 1814
ὥσπερ 3 w 1820
4 w 1821
Λακεδαιμόνιος 1 w 1834
ἀκούσας 1 w 1841
ὅτι 1 w 1844
Φίλιππος 1 w 1852
Ὄλυνθον 1 w 1859
κατέσκαψεν 1 w 1869
ἀλλʼ 2 w 1873
οὐκ 3 w 1876
ἀναστῆσαί 1 w 1885
γε 6 w 1887
τοιαύτην 1 w 1895
ἔφη 1 w 1898
πόλιν 1 w 1903
ἐκεῖνος 1 w 1910
ἂν 2 w 1912
δυνηθείη 1 w 1920
ὅταν 2 w 1925
οὖν 2 w 1928
ἐν 6 w 1930
τῷ 2 w 1932
διαλέγεσθαι 1 w 1943
πρὸς 7 w 1947
τὴν 8 w 1950
τοιαύτην 2 w 1958
ὑπόθεσιν 2 w 1966
μὴ 4 w 1968
πολὺ 1 w 1972
φαινώμεθα 1 w 1981
τῶν 12 w 1984
εἰρηκότων 1 w 1993
διαφέροντες 1 w 2004
πολὺ 2 w 2009
τοῦ 6 w 2012
καταφρονεῖν 1 w 2023
ἀφαιροῦμεν 1 w 2033
καὶ 25 w 2037
τάχιστα 1 w 2044
κολούεται 1 w 2053
τὸ 11 w 2055
αὔθαδες 1 w 2062
ἡμῶν 1 w 2066
καὶ 26 w 2069
φίλαυτον 1 w 2077
ἐν 7 w 2079
ταῖς 1 w 2083
τοιαύταις 1 w 2092
ἐλεγχόμενον 1 w 2103
ἀντιπαραβολαῖς 1 w 2117
τῷ 3 w 2120
τοίνυν 1 w 2126
καταφρονεῖν 2 w 2137
τὸ 12 w 2139
θαυμάζειν 1 w 2148
ἀντικείμενον 1 w 2160
εὐγνωμονεστέρας 1 w 2175
μέν 6 w 2178
ἐστι 2 w 2182
δήπου 1 w 2187
καὶ 27 w 2190
ἡμερωτέρας 1 w 2200
φύσεως 1 w 2206
δεῖταί 1 w 2213
γε 8 w 2215
μὴν 1 w 2218
οὐδʼ 2 w 2222
αὐτὸ 3 w 2226
μικρᾶς 1 w 2232
εὐλαβείας 1 w 2241
τάχα 1 w 2246
δὲ 3 w 2248
καὶ 28 w 2251
μείζονος 1 w 2259
οἱ 2 w 2262
μὲν 5 w 2265
γὰρ 5 w 2268
καταφρονητικοὶ 1 w 2282
καὶ 29 w 2285
θρασεῖς 1 w 2292
ἧττον 1 w 2297
ὠφελοῦνται 1 w 2307
ὑπὸ 1 w 2310
τῶν 13 w 2313
λεγόντων 1 w 2321
οἱ 3 w 2324
δὲ 4 w 2326
θαυμαστικοὶ 1 w 2337
καὶ 30 w 2340
ἄκακοι 1 w 2346
μᾶλλον 2 w 2352
βλάπτονται 1 w 2362
καὶ 31 w 2366
τὸν 4 w 2369
Ἡράκλειτον 1 w 2379
οὐκ 4 w 2382
ἐλέγχουσιν 1 w 2392
εἰπόντα 1 w 2399
βλὰξ 1 w 2403
βλάξ 1 w 2407
p 1 w 2409
28 1 w 2412
d 3 w 2413
ἄνθρωπος 1 w 2421
ἐπὶ 3 w 2424
παντὶ 1 w 2429
λόγῳ 2 w 2433
ἐπτοῆσθαι 1 w 2442
ἐπτοὴσθαι 1 w 2451
Xylander 1 w 2459
παιδεύεσθαι 1 w 2471
φιλεῖ 1 w 2476
δεῖ 5 w 2480
δὲ 5 w 2482
τὸν 5 w 2485
μὲν 6 w 2488
ἔπαινον 2 w 2495
ἀφελῶς 1 w 2501
τοῖς 6 w 2505
λέγουσι 2 w 2512
τὴν 9 w 2515
δὲ 6 w 2517
πίστιν 1 w 2523
εὐλαβῶς 1 w 2530
προΐεσθαι 1 w 2539
τοῖς 7 w 2543
λόγοις 1 w 2549
καὶ 32 w 2553
τῆς 3 w 2556
μὲν 7 w 2559
λέξεως 1 w 2565
καὶ 33 w 2568
προφορᾶς 1 w 2576
τῶν 14 w 2579
ἀγωνιζομένων 1 w 2591
εὐμενῆ 1 w 2597
καὶ 34 w 2600
ἁπλοῦν 1 w 2606
εἶναι 1 w 2611
θεατήν 1 w 2617
τῆς 4 w 2621
δὲ 7 w 2623
χρείας 1 w 2629
καὶ 35 w 2632
τῆς 5 w 2635
ἀληθείας 1 w 2643
τῶν 15 w 2646
λεγομένων 1 w 2655
ἀκριβῆ 1 w 2661
καὶ 36 w 2664
πικρὸν 1 w 2670
ἐξεταστήν 1 w 2679
ἵνʼ 1 w 2683
οἱ 4 w 2685
μὲν 8 w 2688
λέγοντες 2 w 2696
μὴ 6 w 2698
μισῶσιν 1 w 2705
οἱ 5 w 2708
δὲ 8 w 2710
λόγοι 2 w 2715
μὴ 7 w 2717
βλάπτωσιν 1 w 2726
ὡς 4 w 2729
πολλὰ 1 w 2734
ψευδῆ 1 w 2739
καὶ 37 w 2742
πονηρὰ 1 w 2748
δόγματα 1 w 2755
λανθάνομεν 2 w 2765
εὐνοίᾳ 1 w 2771
καὶ 38 w 2774
πίστει 1 w 2780
τῇ 2 w 2782
πρὸς 8 w 2786
τοὺς 7 w 2790
λέγοντας 1 w 2798
ἐνδεχόμενοι 1 w 2809
οἱ 6 w 2812
μὲν 9 w 2815
οὖν 3 w 2818
Λακεδαιμονίων 1 w 2831
ἄρχοντες 1 w 2839
ἀνδρὸς 1 w 2845
οὐκ 5 w 2848
εὖ 1 w 2850
βεβιωκότος 1 w 2860
γνώμην 1 w 2866
δοκιμάσαντες 1 w 2878
ἑτέρῳ 1 w 2883
προσέταξαν 1 w 2893
εἰπεῖν 1 w 2899
εὐδοκιμοῦντι 1 w 2911
περὶ 1 w 2915
τὸν 6 w 2918
βίον 1 w 2922
καὶ 39 w 2925
τὸ 17 w 2927
ἦθος 1 w 2931
ὀρθῶς 1 w 2937
πάνυ 2 w 2941
καὶ 40 w 2944
πολιτικῶς 1 w 2953
ἐθίζοντες 1 w 2962
τὸν 7 w 2965
δῆμον 1 w 2970
ὑπὸ 2 w 2973
τοῦ 7 w 2976
τρόπου 1 w 2982
μᾶλλον 3 w 2988
4 w 2989
τοῦ 8 w 2992
λόγου 1 w 2997
τῶν 16 w 3000
συμβουλευόντων 1 w 3014
ἄγεσθαι 1 w 3021
τοὺς 8 w 3026
δʼ 8 w 3028
ἐν 9 w 3030
φιλοσοφίᾳ 1 w 3039
λόγους 1 w 3045
ἀφαιροῦντα 1 w 3055
χρὴ 2 w 3058
τὴν 10 w 3061
τοῦ 9 w 3064
λέγοντος 3 w 3072
δόξαν 1 w 3077
αὐτοὺς 1 w 3083
ἐφʼ 5 w 3086
ἑαυτῶν 4 w 3092
ἐξετάζειν 1 w 3101
ὡς 5 w 3104
γὰρ 6 w 3107
πολέμου 1 w 3114
καὶ 41 w 3118
ἀκροάσεως 2 w 3127
πολλὰ 2 w 3132
τὰ 7 w 3134
κενά 1 w 3138
ἐστι 3 w 3142
καὶ 42 w 3146
γὰρ 7 w 3149
πολιὰ 1 w 3154
τοῦ 10 w 3157
λέγοντος 4 w 3165
καὶ 43 w 3168
πλάσμα 1 w 3174
καὶ 44 w 3177
ὀφρῦς 1 w 3182
καὶ 45 w 3185
περιαυτολογία 1 w 3198
μάλιστα 1 w 3206
δʼ 9 w 3208
αἱ 1 w 3210
κραυγαὶ 1 w 3217
καὶ 46 w 3220
οἱ 7 w 3222
θόρυβοι 1 w 3229
καὶ 47 w 3232
τὰ 8 w 3234
πηδήματα 1 w 3242
τῶν 18 w 3245
παρόντων 1 w 3253
συνεκπλήττει 1 w 3265
τὸν 8 w 3268
ἄπειρον 1 w 3275
ἀκροατὴν 1 w 3283
καὶ 48 w 3286
νέον 1 w 3290
ὥσπερ 4 w 3295
ὑπὸ 3 w 3298
ῥεύματος 1 w 3306
παραφερόμενον 1 w 3319
ἔχει 1 w 3324
δέ 1 w 3326
τι 17 w 3328
καὶ 49 w 3331
4 w 3332
λέξις 1 w 3337
ἀπατηλόν 1 w 3345
ὅταν 3 w 3350
ἡδεῖα 1 w 3355
καὶ 50 w 3358
πολλὴ 1 w 3363
καὶ 51 w 3366
μετʼ 1 w 3370
ὄγκου 1 w 3375
τινὸς 1 w 3380
καὶ 52 w 3383
κατασκευῆς 1 w 3393
ἐπιφέρηται 1 w 3403
τοῖς 8 w 3407
πράγμασιν 1 w 3416
ὡς 6 w 3419
γὰρ 8 w 3422
τῶν 19 w 3425
ὑπʼ 1 w 3428
αὐλοῖς 1 w 3434
ᾀδόντων 1 w 3441
αἱ 2 w 3443
πολλαὶ 1 w 3449
τοὺς 10 w 3453
ἀκούοντας 1 w 3462
ἁμαρτίαι 1 w 3470
διαφεύγουσιν 1 w 3482
οὕτω 3 w 3487
περιττὴ 1 w 3494
καὶ 53 w 3497
σοβαρὰ 1 w 3503
λέξις 2 w 3508
ἀντιλάμπει 1 w 3518
τῷ 4 w 3520
ἀκροατῇ 1 w 3527
πρὸς 9 w 3531
τὸ 20 w 3533
δηλούμενον 1 w 3543
5 w 3545
μὲν 10 w 3548
γὰρ 9 w 3551
Μελάνθιος 1 w 3560
ὡς 7 w 3563
ἔοικε 1 w 3568
περὶ 2 w 3573
τῆς 6 w 3576
Διογένους 1 w 3585
τραγῳδίας 1 w 3594
ἐρωτηθεὶς 1 w 3603
οὐκ 6 w 3606
ἔφη 2 w 3609
κατιδεῖν 1 w 3617
αὐτὴν 2 w 3622
ὑπὸ 4 w 3625
τῶν 20 w 3628
ὀνομάτων 1 w 3636
ἐπιπροσθουμένην 1 w 3651
αἱ 3 w 3653
δὲ 9 w 3655
τῶν 21 w 3658
πολλῶν 1 w 3664
διαλέξεις 1 w 3673
καὶ 54 w 3676
μελέται 1 w 3683
σοφιστῶν 1 w 3691
οὐ 11 w 3693
μόνον 2 w 3698
τοῖς 9 w 3702
ὀνόμασι 1 w 3709
παραπετάσμασι 1 w 3722
χρῶνται 1 w 3729
τῶν 23 w 3732
διανοημάτων 1 w 3743
ἀλλὰ 3 w 3748
καὶ 55 w 3751
τὴν 13 w 3754
φωνὴν 1 w 3759
ἐμμελείαις 1 w 3769
τισὶ 1 w 3773
καὶ 56 w 3776
μαλακότησι 1 w 3786
καὶ 57 w 3789
παρισώσεσιν 1 w 3800
ἐφηδύνοντες 1 w 3811
ἐκβακχεύουσι 1 w 3823
καὶ 58 w 3826
παραφέρουσι 1 w 3837
τοὺς 11 w 3841
ἀκροωμένους 1 w 3852
κενὴν 1 w 3858
ἡδονὴν 1 w 3864
διδόντες 1 w 3872
καὶ 59 w 3875
κενωτέραν 1 w 3884
δόξαν 2 w 3889
ἀντιλαμβάνοντες 1 w 3904
ὥστʼ 1 w 3909
αὐτοῖς 1 w 3915
συμβαίνει 1 w 3924
τὸ 21 w 3926
ὑπὸ 5 w 3929
Διονυσίου 1 w 3938
ῥηθέν 1 w 3943
ἐκεῖνος 2 w 3951
γάρ 2 w 3954
ὡς 8 w 3957
ἔοικεν 1 w 3963
εὐδοκιμοῦντι 2 w 3976
κιθαρῳδῷ 1 w 3984
παρὰ 1 w 3988
τὴν 14 w 3991
θέαν 1 w 3995
ἐπαγγειλάμενος 1 w 4009
δωρεάς 1 w 4015
τινας 1 w 4020
μεγάλας 1 w 4027
ὕστερον 1 w 4034
οὐδὲν 1 w 4039
ἔδωκεν 1 w 4045
ὡς 9 w 4047
ἀποδεδωκὼς 1 w 4057
τὴν 15 w 4060
χάριν 1 w 4065
ὅσον 1 w 4070
γάρ 3 w 4073
ἔφη 3 w 4076
χρόνον 1 w 4082
εὔφραινες 1 w 4091
ᾄδων 1 w 4095
τοσοῦτον 1 w 4104
ἔχαιρες 1 w 4111
ἐλπίζων 1 w 4118
τοῦτον 1 w 4124
δὲ 11 w 4126
τὸν 9 w 4129
ἔρανον 1 w 4135
αἱ 4 w 4137
τοιαῦται 1 w 4145
πληροῦσιν 1 w 4154
ἀκροάσεις 1 w 4163
τοῖς 11 w 4167
λέγουσι 3 w 4174
θαυμάζονται 1 w 4186
γὰρ 10 w 4189
ἐφʼ 6 w 4192
ὅσον 2 w 4196
τέρπουσιν 1 w 4205
εἶθʼ 1 w 4210
ἅμα 1 w 4213
τῆς 7 w 4216
ἀκοῆς 1 w 4221
ἐξερρύη 1 w 4228
τὸ 23 w 4230
ἡδὺ 1 w 4233
κἀκείνους 1 w 4242
προλέλοιπεν 1 w 4253
8 w 4254
δόξα 3 w 4258
καὶ 60 w 4262
μάτην 1 w 4267
τοῖς 12 w 4272
μὲν 11 w 4275
6 w 4276
χρόνος 1 w 4282
τοῖς 13 w 4286
δὲ 12 w 4288
καὶ 61 w 4291
7 w 4292
βίος 1 w 4296
ἀνάλωται 1 w 4304
διὸ 3 w 4308
δεῖ 8 w 4311
τὸ 24 w 4313
πολὺ 3 w 4317
καὶ 62 w 4320
κενὸν 1 w 4325
ἀφαιροῦντα 2 w 4335
τῆς 8 w 4338
λέξεως 2 w 4344
αὐτὸν 1 w 4349
διώκειν 1 w 4356
τὸν 11 w 4359
καρπὸν 1 w 4365
καὶ 63 w 4368
μιμεῖσθαι 1 w 4377
μὴ 8 w 4379
τὰς 1 w 4382
στεφανηπλόκους 1 w 4396
στεφανηπλόκους 2 w 4410
H 4 w 4411
στεφηπλόκους 1 w 4424
ἀλλὰ 4 w 4428
τὰς 2 w 4431
μελίσσας 1 w 4439
αἱ 5 w 4442
μὲν 12 w 4445
γὰρ 11 w 4448
ἐπιοῦσαι 1 w 4456
τὰ 11 w 4458
ἀνθηρὰ 1 w 4464
καὶ 64 w 4467
εὐώδη 1 w 4472
τῶν 24 w 4475
φύλλων 1 w 4481
συνείρουσι 1 w 4491
καὶ 65 w 4494
διαπλέκουσιν 1 w 4506
ἡδὺ 2 w 4509
μὲν 13 w 4512
ἐφήμερον 1 w 4520
δὲ 13 w 4522
καὶ 66 w 4525
ἄκαρπον 1 w 4532
ἔργον 1 w 4537
αἱ 6 w 4540
δὲ 14 w 4542
πολλάκις 1 w 4550
ἴων 1 w 4553
καὶ 67 w 4556
ῥόδων 1 w 4561
καὶ 68 w 4564
ὑακίνθων 1 w 4572
διαπετόμεναι 1 w 4584
λειμῶνας 1 w 4592
ἐπὶ 4 w 4595
τὸν 12 w 4598
τραχύτατον 1 w 4608
καὶ 69 w 4611
δριμύτατον 1 w 4621
θύμον 1 w 4626
καταίρουσι 1 w 4636
καὶ 70 w 4639
τούτῳ 1 w 4644
προσκάθηνται 1 w 4656
ξανθὸν 1 w 4662
μέλι 1 w 4666
μηδόμεναι 1 w 4675
Bergk 1 w 4681
3 1 w 4683
p 2 w 4684
411 1 w 4688
καὶ 71 w 4691
λαβοῦσαί 1 w 4699
τι 25 w 4701
τῶν 25 w 4704
χρησίμων 1 w 4712
ἀποπέτονται 1 w 4723
πρὸς 10 w 4727
τὸ 28 w 4729
οἰκεῖον 1 w 4736
ἔργον 2 w 4741
οὕτως 2 w 4747
οὖν 4 w 4750
δεῖ 9 w 4753
τὸν 13 w 4756
φιλότεχνον 1 w 4766
καὶ 72 w 4769
καθαρὸν 1 w 4776
ἀκροατὴν 2 w 4784
τὰ 12 w 4786
μὲν 14 w 4789
ἀνθηρὰ 2 w 4795
καὶ 73 w 4798
τρυφερὰ 1 w 4805
τῶν 26 w 4808
ὀνομάτων 2 w 4816
καὶ 74 w 4819
τῶν 27 w 4822
πραγμάτων 1 w 4831
τὰ 13 w 4833
δραματικὰ 1 w 4842
καὶ 75 w 4845
πανηγυρικὰ 1 w 4855
κηφήνων 1 w 4862
βοτάνην 1 w 4869
σοφιστιώντων 1 w 4881
ἡγούμενον 1 w 4890
ἐᾶν 1 w 4893
αὐτὸν 2 w 4899
δὲ 15 w 4901
τῇ 4 w 4903
προσοχῇ 1 w 4910
καταδυόμενον 1 w 4922
εἰς 3 w 4925
τὸν 15 w 4928
νοῦν 2 w 4932
τοῦ 12 w 4935
λόγου 3 w 4940
καὶ 76 w 4943
τὴν 17 w 4946
διάθεσιν 1 w 4954
τοῦ 13 w 4957
λέγοντος 5 w 4965
ἕλκειν 1 w 4971
ἀπʼ 1 w 4974
αὐτῆς 1 w 4979
τὸ 32 w 4981
χρήσιμον 2 w 4989
καὶ 77 w 4992
ὠφέλιμον 1 w 5000
μεμνημένον 1 w 5011
ὡς 10 w 5013
οὐκ 7 w 5016
εἰς 4 w 5019
θέατρον 1 w 5026
οὐδʼ 3 w 5030
ᾠδεῖον 1 w 5036
ἀλλʼ 3 w 5040
εἰς 5 w 5043
σχολὴν 1 w 5049
καὶ 78 w 5052
διδασκαλεῖον 1 w 5064
ἀφῖκται 1 w 5071
τῷ 5 w 5074
λόγῳ 3 w 5078
τὸν 16 w 5081
βίον 2 w 5085
ἐπανορθωσόμενος 1 w 5100
ὅθεν 2 w 5105
δὴ 2 w 5107
καὶ 79 w 5110
ποιητέον 1 w 5118
ἐπίσκεψιν 1 w 5127
καὶ 80 w 5130
κρίσιν 1 w 5136
τῆς 10 w 5139
ἀκροάσεως 3 w 5148
ἐξ 5 w 5150
αὑτοῦ 1 w 5155
καὶ 81 w 5158
τῆς 11 w 5161
περὶ 3 w 5165
αὑτὸν 2 w 5170
διαθέσεως 1 w 5179
ἀναλογιζόμενον 1 w 5194
εἴ 2 w 5196
τι 28 w 5198
τῶν 28 w 5201
παθῶν 1 w 5206
γέγονε 2 w 5212
μαλακώτερον 1 w 5223
εἴ 3 w 5226
τι 29 w 5228
τῶν 29 w 5231
ἀνιαρῶν 1 w 5238
κουφότερον 1 w 5248
εἰ 12 w 5251
θάρσος 1 w 5257
εἰ 13 w 5259
φρόνημα 1 w 5266
βέβαιον 1 w 5273
εἰ 14 w 5276
πρὸς 11 w 5280
ἀρετὴν 1 w 5286
καὶ 82 w 5289
τὸ 35 w 5291
καλὸν 1 w 5296
ἐνθουσιασμός 1 w 5308
οὐ 15 w 5311
γὰρ 12 w 5314
ἐκ 4 w 5316
κουρείου 1 w 5324
μὲν 15 w 5327
ἀναστάντα 1 w 5336
δεῖ 11 w 5339
τῷ 6 w 5341
κατόπτρῳ 1 w 5349
παραστῆναι 1 w 5359
καὶ 83 w 5362
τῆς 12 w 5365
κεφαλῆς 1 w 5372
ἅψασθαι 1 w 5379
τὴν 19 w 5383
περικοπὴν 1 w 5392
τῶν 30 w 5395
τριχῶν 1 w 5401
ἐπισκοποῦντα 1 w 5413
καὶ 84 w 5416
τῆς 13 w 5419
κουρᾶς 1 w 5425
τὴν 20 w 5428
διαφοράν 1 w 5436
ἐκ 5 w 5439
δὲ 16 w 5441
ἀκροάσεως 4 w 5450
ἀπιόντα 1 w 5457
καὶ 85 w 5460
σχολῆς 1 w 5466
οὐκ 8 w 5469
εὐθὺς 1 w 5474
ἀφορᾶν 1 w 5480
χρὴ 3 w 5483
πρὸς 12 w 5487
ἑαυτόν 1 w 5493
καταμανθάνοντα 1 w 5508
τὴν 21 w 5511
ψυχὴν 1 w 5516
εἴ 4 w 5518
τι 30 w 5520
τῶν 31 w 5523
ὀχληρῶν 1 w 5530
ἀποτεθειμένη 1 w 5542
καὶ 86 w 5545
περιττῶν 1 w 5553
ἐλαφροτέρα 1 w 5563
γέγονε 3 w 5569
καὶ 87 w 5572
ἡδίων 1 w 5577
οὔτε 1 w 5582
γὰρ 13 w 5585
βαλανείου 1 w 5594
φησὶν 1 w 5599
8 w 5600
Ἀρίστων 1 w 5607
οὔτε 2 w 5611
λόγου 4 w 5616
μὴ 9 w 5618
καθαίροντος 1 w 5629
ὄφελός 1 w 5635
ἐστιν 1 w 5640
Ἡδέσθω 1 w 5647
μὲν 16 w 5650
οὖν 5 w 5653
ὑπὸ 6 w 5656
λόγων 2 w 5661
ὠφελούμενος 1 w 5672
9 w 5673
νέος 1 w 5677
οὐ 17 w 5680
δεῖ 12 w 5683
δὲ 17 w 5685
τὸ 36 w 5687
ἡδὺ 3 w 5690
τῆς 14 w 5693
ἀκροάσεως 5 w 5702
ποιεῖσθαι 1 w 5711
τέλος 1 w 5716
οὐδʼ 4 w 5721
οἴεσθαι 1 w 5728
δεῖν 2 w 5732
ἐκ 6 w 5734
σχολῆς 2 w 5740
ἀπιέναι 1 w 5747
φιλοσόφου 1 w 5756
μινυρίζοντα 1 w 5767
καὶ 88 w 5770
γεγανωμένον 1 w 5781
οὐδὲ 2 w 5786
ζητεῖν 1 w 5792
μυρίζεσθαι 1 w 5802
δεόμενον 1 w 5810
ἐμβροχῆς 1 w 5818
καὶ 89 w 5821
καταπλάσματος 1 w 5834
ἀλλὰ 5 w 5839
χάριν 2 w 5844
ἔχειν 1 w 5849
ἄν 2 w 5852
τις 1 w 5855
ὥσπερ 5 w 5860
καπνῷ 1 w 5865
σμῆνος 1 w 5871
λόγῳ 4 w 5875
δριμεῖ 1 w 5881
τὴν 22 w 5884
διάνοιαν 2 w 5892
ἀχλύος 1 w 5898
πολλῆς 1 w 5904
καὶ 90 w 5907
ἀμβλύτητος 1 w 5917
γέμουσαν 1 w 5925
ἐκκαθήρῃ 1 w 5933
καὶ 91 w 5937
γὰρ 14 w 5940
εἰ 15 w 5942
τοῖς 14 w 5946
λέγουσι 4 w 5953
προσήκει 1 w 5961
μὴ 10 w 5963
παντάπασιν 2 w 5973
ἡδονὴν 2 w 5979
ἐχούσης 1 w 5986
καὶ 92 w 5989
πιθανότητα 1 w 5999
λέξεως 3 w 6005
παραμελεῖν 1 w 6016
ἐλάχιστα 1 w 6025
τούτου 1 w 6031
φροντιστέον 1 w 6042
τῷ 7 w 6044
νέῳ 1 w 6047
τό 5 w 6050
γε 12 w 6052
πρῶτον 1 w 6058
ὕστερον 2 w 6066
δέ 3 w 6068
που 5 w 6071
καθάπερ 1 w 6079
οἱ 8 w 6081
πίνοντες 1 w 6089
ὅταν 4 w 6094
παύσωνται 1 w 6103
διψῶντες 1 w 6111
τότε 1 w 6116
τὰ 14 w 6118
τορεύματα 1 w 6127
τῶν 33 w 6130
ἐκπωμάτων 1 w 6139
ὑποθεωροῦσι 1 w 6150
καὶ 93 w 6153
στρέφουσιν 1 w 6163
οὕτως 3 w 6169
ἐμπλησθέντι 1 w 6180
δογμάτων 1 w 6188
καὶ 94 w 6191
ἀναπνεύσαντι 1 w 6203
δοτέον 1 w 6209
τὴν 23 w 6212
λέξιν 1 w 6217
εἴ 5 w 6219
τι 36 w 6221
κομψὸν 1 w 6227
ἔχει 3 w 6231
καὶ 95 w 6234
περιττὸν 1 w 6242
ἐπισκοπεῖν 1 w 6252
10 w 6254
δʼ 12 w 6256
εὐθὺς 2 w 6261
ἐξ 6 w 6263
ἀρχῆς 1 w 6268
μὴ 11 w 6270
τοῖς 15 w 6274
πράγμασιν 2 w 6283
ἐμφυόμενος 1 w 6293
ἀλλὰ 6 w 6297
τὴν 24 w 6300
λέξιν 2 w 6305
Ἀττικὴν 1 w 6312
ἀξιῶν 1 w 6317
εἶναι 2 w 6322
καὶ 96 w 6325
ἰσχνὴν 1 w 6331
ὅμοιός 1 w 6337
ἐστι 5 w 6341
μὴ 12 w 6343
βουλομένῳ 1 w 6352
πιεῖν 1 w 6357
ἀντίδοτον 1 w 6366
ἂν 3 w 6369
μὴ 13 w 6371
τὸ 38 w 6373
ἀγγεῖον 1 w 6380
ἐκ 9 w 6382
τῆς 15 w 6385
Ἀττικῆς 1 w 6392
κωλιάδος 1 w 6400
κεκεραμευμένον 1 w 6414
μηδʼ 1 w 6419
ἱμάτιον 1 w 6426
περιβαλέσθαι 1 w 6438
χειμῶνος 1 w 6446
εἰ 16 w 6449
μὴ 14 w 6451
προβάτων 1 w 6459
Ἀττικῶν 1 w 6466
εἴη 1 w 6469
τὸ 39 w 6471
ἔριον 1 w 6476
ἀλλʼ 4 w 6481
ὥσπερ 6 w 6486
ἐν 11 w 6488
τρίβωνι 1 w 6495
Λυσιακοῦ 1 w 6503
λόγου 5 w 6508
λεπτῷ 1 w 6513
καὶ 97 w 6516
ψιλῷ 1 w 6520
καθήμενος 1 w 6529
ἄπρακτος 1 w 6537
ἄπρακτος 2 w 6545
μένειν 1 w 6552
ἄπρακτος 3 w 6560
Sauppius 1 w 6568
Auditur 1 w 6576
ἐστι 6 w 6580
καὶ 98 w 6583
ἀκίνητος 1 w 6591
ταῦτα 2 w 6597
γὰρ 15 w 6600
τὰ 15 w 6602
νοσήματα 1 w 6610
πολλὴν 1 w 6616
μὲν 17 w 6619
ἐρημίαν 1 w 6626
νοῦ 3 w 6629
καὶ 99 w 6632
φρενῶν 1 w 6638
ἀγαθῶν 1 w 6644
πολλὴν 2 w 6651
δὲ 19 w 6653
τερθρείαν 1 w 6662
καὶ 100 w 6665
στωμυλίαν 1 w 6674
ἐν 12 w 6676
ταῖς 2 w 6680
σχολαῖς 1 w 6687
πεποίηκε 1 w 6695
τῶν 34 w 6699
μειρακίων 1 w 6708
οὔτε 3 w 6712
βίον 3 w 6716
οὔτε 4 w 6720
πρᾶξιν 1 w 6726
οὔτε 5 w 6730
πολιτείαν 1 w 6739
φιλοσόφου 2 w 6748
παραφυλαττόντων 1 w 6763
ἀνδρός 1 w 6769
ἀλλὰ 7 w 6774
λέξεις 2 w 6780
καὶ 101 w 6783
ῥήματα 1 w 6789
καὶ 102 w 6792
τὸ 40 w 6794
καλῶς 2 w 6799
ἀπαγγέλλειν 1 w 6810
ἐν 13 w 6812
ἐπαίνῳ 1 w 6818
τιθεμένων 1 w 6827
τὸ 41 w 6830
δʼ 14 w 6832
ἀπαγγελλόμενον 1 w 6846
εἴτε 1 w 6850
χρήσιμον 3 w 6858
εἴτʼ 1 w 6862
ἄχρηστον 1 w 6870
εἴτʼ 2 w 6874
ἀναγκαῖον 1 w 6883
εἴτε 2 w 6887
κενόν 1 w 6892
ἐστι 7 w 6896
καὶ 103 w 6899
περιττὸν 2 w 6907
οὐκ 9 w 6910
ἐπισταμένων 1 w 6921
οὐδὲ 3 w 6925
βουλομένων 1 w 6935
ἐξετάζειν 2 w 6944
ἀκολουθεῖ 1 w 6954
δὲ 21 w 6956
τούτοις 1 w 6963
τὸ 43 w 6965
περὶ 4 w 6969
τῶν 35 w 6972
προβλημάτων 1 w 6983
παράγγελμα 1 w 6993
δεῖ 14 w 6997
γὰρ 16 w 7000
τὸν 20 w 7003
ἐπὶ 5 w 7006
δεῖπνον 1 w 7013
ἥκοντα 1 w 7019
τοῖς 16 w 7023
παρακειμένοις 1 w 7036
χρῆσθαι 1 w 7043
καὶ 104 w 7046
μηδὲν 1 w 7051
αἰτεῖν 1 w 7057
ἄλλο 1 w 7061
μηδʼ 2 w 7065
ἐξελέγχειν 1 w 7075
11 w 7076
δʼ 16 w 7078
ἐπὶ 6 w 7081
λόγων 3 w 7086
ἀφιγμένος 1 w 7095
ἑστίασιν 2 w 7103
ἂν 4 w 7106
μὲν 18 w 7109
ἐπὶ 7 w 7112
ῥητοῖς 1 w 7118
ἀκροάσθω 1 w 7127
σιωπῇ 1 w 7132
τοῦ 15 w 7135
λέγοντος 6 w 7143
οἱ 9 w 7145
γὰρ 17 w 7148
εἰς 6 w 7151
ἄλλας 1 w 7156
ὑποθέσεις 1 w 7165
ἐξάγοντες 1 w 7174
καὶ 105 w 7177
παρεμβάλλοντες 1 w 7191
ἐρωτήματα 1 w 7200
καὶ 106 w 7203
προσδιαποροῦντες 1 w 7219
οὐχ 1 w 7223
ἡδεῖς 1 w 7228
οὐδʼ 5 w 7232
εὐσυνάλλακτοι 1 w 7245
πρὸς 13 w 7249
ἀκρόασιν 1 w 7257
ὄντες 1 w 7262
ὠφελοῦνται 2 w 7273
μὲν 19 w 7276
οὐδέν 1 w 7281
τὸν 21 w 7285
δὲ 23 w 7287
λέγοντα 2 w 7294
καὶ 107 w 7297
τὸν 22 w 7300
λόγον 2 w 7305
ὁμοῦ 1 w 7309
συνταράττουσιν 1 w 7323
ὅταν 5 w 7328
δὲ 24 w 7330
τοὺς 12 w 7334
ἀκούοντας 2 w 7343
13 w 7344
λέγων 1 w 7349
ἐρωτᾶν 1 w 7355
καὶ 108 w 7358
προβάλλειν 1 w 7368
κελεύσῃ 1 w 7375
χρήσιμόν 1 w 7384
τι 45 w 7386
δεῖ 17 w 7389
καὶ 109 w 7392
ἀναγκαῖον 2 w 7401
ἀεὶ 2 w 7404
προβάλλοντα 1 w 7415
φαίνεσθαι 1 w 7424
14 w 7426
μὲν 20 w 7429
γὰρ 18 w 7432
Ὀδυσσεὺς 1 w 7440
καταγελᾶται 1 w 7451
παρὰ 2 w 7455
τοῖς 18 w 7459
μνηστῆρσιν 1 w 7469
αἰτίζων 1 w 7476
ἀκόλους 1 w 7483
οὐκ 10 w 7487
ἄορας 1 w 7492
οὐδὲ 4 w 7496
λέβητας 1 w 7503
Homer 1 w 7509
ρ 278 w 7511
222 1 w 7514
μεγαλοψυχίας 1 w 7526
γὰρ 19 w 7529
ἡγοῦνται 1 w 7537
σημεῖον 1 w 7544
ὡς 11 w 7547
τὸ 47 w 7549
διδόναι 1 w 7556
τι 46 w 7558
τῶν 36 w 7561
μεγάλων 1 w 7568
καὶ 110 w 7572
τὸ 48 w 7574
αἰτεῖν 2 w 7580
μᾶλλον 4 w 7587
δʼ 18 w 7589
ἄν 3 w 7591
τις 2 w 7594
ἀκροατοῦ 1 w 7602
καταγελάσειεν 1 w 7615
εἰς 7 w 7618
μικρὰ 1 w 7623
καὶ 111 w 7626
γλίσχρα 1 w 7633
προβλήματα 1 w 7643
τὸν 23 w 7646
διαλεγόμενον 1 w 7658
κινοῦντος 1 w 7667
οἷα 1 w 7671
τερθρευόμενοί 1 w 7684
τινες 1 w 7689
τῶν 37 w 7692
νέων 1 w 7696
καὶ 112 w 7699
παρεπιδεικνύμενοι 1 w 7716
διαλεκτικὴν 1 w 7727
5 w 7728
μαθηματικὴν 1 w 7739
ἕξιν 1 w 7743
εἰώθασι 1 w 7750
προβάλλειν 2 w 7760
περὶ 5 w 7764
τῆς 16 w 7767
τῶν 38 w 7770
ἀορίστων 1 w 7778
τομῆς 1 w 7783
καὶ 113 w 7787
τίς 1 w 7790
16 w 7791
κατὰ 1 w 7795
πλευρὰν 1 w 7802
6 w 7803
κατὰ 2 w 7807
διάμετρον 1 w 7816
κίνησις 1 w 7823
πρὸς 14 w 7828
οὓς 1 w 7831
ἔστιν 1 w 7836
εἰπεῖν 2 w 7842
τὸ 50 w 7844
ὑπὸ 7 w 7847
Φιλοτίμου 1 w 7856
πρὸς 15 w 7860
τὸν 24 w 7863
ἔμπυον 1 w 7869
καὶ 114 w 7872
φθισιῶντα 1 w 7881
ῥηθέν 2 w 7886
ἐπεὶ 1 w 7891
γὰρ 20 w 7894
ἐλάλησεν 1 w 7902
αὐτῷ 1 w 7906
φαρμάκιον 1 w 7915
αἰτῶν 1 w 7920
πρὸς 16 w 7924
παρωνυχίαν 1 w 7934
αἰσθόμενος 1 w 7945
ἀπὸ 6 w 7948
τῆς 17 w 7951
χρόας 1 w 7956
καὶ 115 w 7959
τῆς 18 w 7962
ἀναπνοῆς 1 w 7970
τὴν 25 w 7973
διάθεσιν 2 w 7981
οὐκ 11 w 7984
ἔστι 2 w 7988
σοι 1 w 7991
φησὶν 2 w 7996
1 w 7997
βέλτιστε 1 w 8005
περὶ 6 w 8009
παρωνυχίας 1 w 8019
15 w 8020
λόγος 1 w 8025
οὐδέ 2 w 8030
σοὶ 1 w 8033
τοίνυν 2 w 8039
2 w 8041
νεανία 1 w 8047
περὶ 7 w 8052
τοιούτων 1 w 8060
ζητημάτων 1 w 8069
ὥρα 1 w 8072
σκοπεῖν 2 w 8079
ἀλλὰ 8 w 8084
πῶς 1 w 8087
οἰήματος 1 w 8095
καὶ 116 w 8098
ἀλαζονείας 1 w 8108
ἐρώτων 1 w 8114
τε 51 w 8116
καὶ 117 w 8119
φλυαρίας 1 w 8127
ἀπολυθεὶς 1 w 8136
εἰς 8 w 8139
βίον 4 w 8143
ἄτυφον 1 w 8149
καὶ 118 w 8152
ὑγιαίνοντα 1 w 8162
καταστήσεις 1 w 8173
σαυτόν 1 w 8179