ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ
οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ
τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.
καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
Ἰσμήνη
ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,
μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·
ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,
οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.
Ἀντιγόνη
ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν
τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.
Ἰσμήνη
τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.
Ἀντιγόνη
οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης
χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς
ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν
οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.
39
Ἰσμήνη
τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ
λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;
Ἀντιγόνη
εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
Ἰσμήνη
ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;
Ἀντιγόνη
εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
Ἰσμήνη
ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;
Ἀντιγόνη
τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.
Ἰσμήνη
ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
Ἀντιγόνη
ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.
Ἰσμήνη
οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ
ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.
νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ
ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων,
καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα.
ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
69
Ἀντιγόνη
οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι
πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα.
ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ
θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος
ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε.
Ἰσμήνη
ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
Ἀντιγόνη
σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον
χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ἰσμήνη
οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Ἀντιγόνη
μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
Ἰσμήνη
ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.
Ἀντιγόνη
οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει
σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
Ἰσμήνη
θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Ἀντιγόνη
ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.
Ἰσμήνη
εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.
Ἀντιγόνη
οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
Ἰσμήνη
ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
Ἀντιγόνη
εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
Ἰσμήνη
ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι
ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη.