ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν · ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις , τὸν ὅμοιον τρόπον τούτοις τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας , πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι . Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν , κυριότητα δὲ ἀθετοῦσιν , δόξας δὲ βλασφημοῦσιν . ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος , ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος , οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας , ἀλλὰ εἶπεν · Ἐπιτιμήσαι σοι κύριος . οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν , ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται , ἐν τούτοις φθείρονται .