καὶ ἐβόησεν φωνῇ μεγάλῃ Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας; ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ισραηλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ; ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς. καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν· ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον.