μήτε ἐάν τις 
 αὐτὸ ὀρθὸν στήσῃ, δι’ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ 
 ὀρθωθῇ, ἀλλ’ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.
 τὰς 
 δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως
 δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ’ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ 
 οὔτε ἀδυνάτῳ μεταδιδόασιν· τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ 
 λεχὼ ἅπτονται.
 γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν θεοί, μὴ 
 φοβηθῆτε αὐτούς.
 Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς 
 ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·
 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ 
 ἱερεῖς διφρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς
 καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί 
 εἰσιν,