Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων. εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά, μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης. νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ’ ὤμοις αἰρομένους δεικνύντας φόβον τοῖς ἔθνεσιν. εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε καὶ φόβος ὑμᾶς λάβῃ ἐπ’ αὐτοῖς ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά, εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, δέσποτα.