καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα· ἐπ’ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα, ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.