πῶς ἐξηρευνήθη Ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα. ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ησαυ διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.