διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες. Ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς. καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ, ὁ δὲ οἶκος Ιωσηφ φλόξ, ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ησαυ, διότι κύριος ἐλάλησεν. καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν. καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα, καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ.