καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ισραηλ καὶ ὅτε ἤμην νέος, πᾶσα ἡ φυλὴ Νεφθαλιμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυιδ τοῦ πατρός μου καὶ ἀπὸ Ιερουσαλημ πόλεως τῆς <ἐκλεγείσης> ἐκ πασῶν φυλῶν Ισραηλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ισραηλ· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.