Ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδή, Ἀλεξάνδρου μὴ εἴκοντος, πρεσβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Εὐσέβιον τὸν Παμφίλου ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως · καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ’ αὐτοῦ ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ’ αὐτοῦ λαόν, ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. εἶναι γὰρ ἔθος ἐν Ἀλεξανδρείᾳ (καθάπερ καὶ νῦν), ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. οἱ δὲ καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες ἐψηφίσαντο τῇ Ἀρείου αἰτήσει παρακελευσάμενοι· Συνάγειν μὲν αὐτοὺς ὡς πρότερον, ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.