Πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· Τί μέμφεσθε Ἀλεξάνδρῳ τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ τοῦ θεοῦ τὸν υἱόν. εἰ γὰρ ὁ ἀπόστολος ἔγραψε »τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ« καὶ ἔστι δῆλον ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχθείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ.