Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ , πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι Μὴ μέμφου τοῖς περὶ Ἄρειον , εἰ λέγουσιν, ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ· καὶ γὰρ Ἡσαΐας υἱὸς γέγονεν Ἀμώς , καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαΐαν , ὁ δὲ Ἡσαΐας οὐκ ἦν πρότερον, ἀλλὰ μετὰ ταῦτα γέγονε.