Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν. Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ’ ἑκάστου γινόμενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ἓν μέλος ἢ συμπάσχωμεν ἢ συγχαίρωμεν ἀλλήλοις. ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ καλέσειεν. καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων καὶ οὐκ ἐκδεδίκηται κατ’ αὐτοῦ, προίσταται καὶ τούτων τῶν ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν αἰσχίστην ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος , μὴ προσέχητε.