Ἀλέξανδρος πρεσβυτέροις καὶ διακόνοις Ἀλεξανδρείας καὶ Μαρεώτου , παρὼν παροῦσιν, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. Εἰ καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον προτρέπων αὐτοῖς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει, καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθολικῆς ἐκκλησίας, ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ τῶν περὶ Ἄρειον , ἀναγκαῖον ἡγησάμην ὑμᾶς μὲν τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν, ὑμᾶς δὲ τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι. μάλιστα ὅτι καὶ ἀφ’ ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων καὶ Παράμμων καὶ Ζώσιμος καὶ Εἰρηναῖος διάκονοι ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε καὶ τῇ καθαιρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε. πρέπει γὰρ τὰ παρ’ ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς καὶ ἕκαστον ὥς παρ ̓ αὐτοῦ γραφόμενα ἐν τῇ καρδίᾳ κατέχειν.