Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου . ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους · οἷα ἡ πρὸς Φιλήμονα · οἷα ἡ πρὸς Τιμόθεον · οἷα ἡ πρὸς Φιλιππησίους · οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, διὸ καὶ δέδεμαι ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἴδων Ῥωμαίους , ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ ἐπιστολῇ φησί, τῇ πρὸς Φιλήμονα , τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον , καθὼς φησὶν σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ· πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβύτεραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν ἐγὼ γὰρ ἤδη σπένδομαι· τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ . τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησίν, ὃν ἐγὼ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων · καὶ γὰρ ἐκεῖ γράφων φησίν· καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας· οὐκ εἶδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ῥωμαίους , οὐδὲ Ἑβραίους , ἡνίκα ἔγρα φεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν· εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ᾔδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· ἐγὼ μὲν γὰρ, φησίν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. καὶ πάλιν, μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με. Σευηριανοῦ . Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, πολλὰ τῆς πρὸς Κολοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου. Ἀρχὴ τῆς ὑποθέσεως. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργεσίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων · οὕτω καὶ ὁ ἄρχων Περσίδος ἀντέστη μοι· καὶ πάλιν ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. ὡς καὶ ὁ Ἰακώβ · ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου. καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου , ἄγγελος αὐτοῦ ἔστιν· καὶ ὁ κύριος, ὅρατε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι οἱ ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουδαίοις . πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ , καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. α . Εὐχαριστία ὑπὲρ Κολοσσαέων , οἰκειωθέντων θεῷ ἐπ’ ἐλπίδι. β . Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. γ . Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνάφειαν θεοῦ. δ . Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ πίστεως. ε . Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παράστασιν θεοῦ. ϛ . Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς ἐν Χριστῷ τὴν σοφίας ἔχοντας. ζ . Ὅτι ἡ πρὸς θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῇν Χριστῷ . η . Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. θ . Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλοθεότητος, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς θεὸν διαγωγῆς, εὐχαριστίας. ι . Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς. ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ . Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ. Διατί δὲ μὴ Ἀπόστολος θεοῦ, ἀλλὰ Χριστοῦ ; ἢ δηλονότι τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ πατρός· καὶ Τιμόθεος φησὶν ὁ ἀδελφός· οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολοσσαῖς ἁγίοις. ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ · πόθεν, φησίν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν ; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ θεοῦ, φησί, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν πατὴρ ὁ θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. ΚΕΦ. Α. Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων θεῷ ἐπ’ ἐλπίδι. Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ . Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ δι’ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· ἀκούσαντες, φησίν, τὴν πίστιν ὑμῶν τὴν ἐν Χριστῷ Ἰησοῦ , καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ · ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. καὶ τὴν ἀγάπην, φησίν, τὴν εἰς πάντας τοὺς ἁγίους· οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Σευηριανοῦ . Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησίν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας· ἐνταῦθα πληττόντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. ἣν προηκούσατε φησὶν ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου· καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ θεοῦ. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς· παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησίν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ· πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ ἔστιν καρποφορούμενον, φησίν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν. Χρυσοστόμου . Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. ἀφ’ ἧς ἡμέρας ἠκούσατε· τὸ θαυμαστὸν, ὅτι τάχεως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· ἀφ’ ἧς ἡ μέρας ἠκούσατε καὶ ἔγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· οὐκ ἐν λόγῳ, φησίν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει καρποφορούμενον, ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησίν, Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ , ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Τουτέστιν ἀληθής· πῶς ὑπὲρ ὑμῶν διάκονος; τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ δηλώσας, φησίν, ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι, τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ ἀγγέλων λέγεται προσάγεσθαι;