ΚΕΦ. Ζ. Ὅτι ἡ πρὸς θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῇν Χριστῷ . Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ . Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος; ἐν τῇ ἀπεκδύσει φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησίν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ · οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρτήματα. ποῦ καὶ πότε; Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ’ οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί φησίν· ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, τοῦ ἐγείραντος αὐτὸν, φησίν, ἐκ τῶν νεκρῶν· ἤδη δείκνυσι τὴν ἀνάστασιν. Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζοωποίησεν σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε· ἀποθανεῖν δεῖ· καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὧν ἐπήγαγεν, Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἡμῖν. Θεόδωρος . Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει· ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ · ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται. Σευηριανός . Τὸ καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρό γραφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλαβεν τοῖς δόγμασι· ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χρυσοστόμου . Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἢ ὃ ἔλεγεν πρὸς τὸν Μωσέα ; ὅτι πάντα ὅσα εἶπεν ὁ θεὸς ποιησόμεν καὶ ἀκουσόμεθα· ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι φησίν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ θεὸς, ᾗ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ. κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· ἀπεκδυσάμενος, φησίν, τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας· ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φυσὶς ἐνδέδυτο· ἢ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τί ἐστιν ἐδειγμάτισεν; καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, ἄρατε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν, καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· εἰ υἱὸς εἰ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖ λεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι. ( Σευηριανός .) Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύσατο, τὴν παρακοὴν λύων, καὶ τὴν ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν. Ἄλλος δὲ οὕτω φησίν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἂν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησίν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι. ΚΕΦ. Η. Ὅτι οὐ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων. Χρυσοστόμου . Πρῶτον αἰνιγματωδῶς εἰπὼν βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, καὶ πάλιν ἀνωτέρω· τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησίν, μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει. ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· ἢ ἐν μέρει ἑορτής· οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ ἐν μέρει ἑορτῆς· δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδειξεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα ἐπήνεγκεν. μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν, ἅ ἐστι σκία τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησί, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὖν οὕτως τί ζητοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ . Μηδεὶς ὑμᾶς καταβραβευέτω. Τουτέστιν ἐπηρεαζέτω· ἢ βραβευθῆναί ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη, παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον· ὅταν ἐπηρεάζῃ σὺ νικήσας, ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας. τί πάλιν ὑπάγει σεαυτὸν τῇ ἁμαρτίᾳ; διὰ τοῦτο ἔλεγεν· ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος. Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ. Ἢ πῶς ἐν ταπεινοφροσύνῃ, ἢ πῶς φυσιούμενος, δείκνυσι κενοδοξίας τὸ πᾶν. τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; εἰσί τινες οἱ λέγοντες, οὐ δεῖ, φησίν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἢ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ εἶπεν προσαγωγὴν ἀλλὰ θρήσκειαν· ἃ μὴ ἑώρακεν ἐμβατεύων· οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ· οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός. ( Σευηριανός .) Ἄλλος φησίν· ἐπειδὴ ἔλεγον, ὅτι ὁ θεὸς μέγας ἐστὶν, ἀκατάληπτος ἐστὶν, ἀόρατος ἐστὶν, καὶ οὐ φθάνομεν ἐκεῖ· διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸ μέγα, διὰ τῶν ἀγγέλων προσαγό μεθα· καὶ ταύτην ταπεινοφροσύνην φησίν. Θεόδωρος . Ἢ ἐπειδὴ δι’ ἀγγέλων ὁ νόμος ἐλέγετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν· εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος· οἱ τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προσεβάλλοντο τοὺς ἀγγέλους· ὡς ἂν καὶ ἐκείνων ἀγανακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἂν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις τοὺς ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν, ἃ μὴ ἴσασιν. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα. Πᾶν τὸ σῶμα ἐκεῖθεν ἔχει τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· τί τὴν κεφαλὴν ἀφεὶς ἔχῃ τῶν μελῶν; ἂν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας, ὅστις ἂν ᾖ, οὐ τὸ ζῆν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. πᾶσα ἡ ἐκκλησία ἕως ἂν ἔχῃ τὴν κεφαλὴν αὔξει. ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα· ἰδοῦ τὸ ἐξ οὗ ἐπὶ τοῦ υἱοῦ. Διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. Τὴν κατὰ θεὸν φησί, τὴν τῆς ἀρίστης πολιτείας. ( Σευηριανός .) Ἄλλος οὕτως ἐξηγήσατο· ἐντεῦθεν ἔδειξεν τὸν σκόπον ὃν λέγομεν ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησίν, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος· τὶ οὖν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης δύο μέλη, ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθεὶς, εὑρή σεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή· ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Χρυσοστόμου . Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν πῶς ζῶντες ὑπείκετε τοῖς στοιχείοις; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθόραν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Σευηριανός . Οὐκ ἐστὲ ἐν τῷ κόσμῳ, φησίν, πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσιν; καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δειλοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησί, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγεν· κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἢ ὅτι παρεποίουν· ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν. Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Λόγον φησίν, οὐκ ἀλήθειαν οὐδὲ δύναμιν· ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος καταφρονεῖν, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός· ὁ θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησίν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενοι· ὁ δὲ θεὸς τὴν σάρκα ἐτίμησεν. ( Θεόδωρος .) Ἄλλος φησίν, ἀσαφὲς μέν ἐστι, βούλεται δὲ εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι, δοκεῖ μὲν τινὰς τῶν διδασκόντων ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἂν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπέχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ , τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξίᾳ τοῦ θεοῦ καθήμενος. Ἄντι τοῦ ταπεινὸν πρὸς ὑμᾶς κρινομένη ἡ περὶ τὰ τοιαῦτα σπουδή· τοὺς ἤδη τῷ Χριστῷ κατὰ τὴν ἐπαγγελίαν συναναστάντας, οὐ προσήκει μικρὰ τούτων ἁπάντων φροντίζοντας τὰ ἄνω φαντάζεσθαι, καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν; Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Τεθνήκατέ, φησιν, ἤδη τῷ βίῳ τούτῳ· τοῦτο γὰρ ἡ φύσις δέξεται. ἀλλὰ γὰρ καὶ ἠγέρθητε· καὶ γὰρ καὶ τοῦτο ἐπὶ τοῦ Χριστοῦ · καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν · ἐν οὖν τῇ τοῦ θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χριστῷ , τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον. Χρυσοστόμου . Βαβαῖ ποῦ τὸν λόγον ἀνήγαγεν τὸν ἡμέτερον; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσεν μεγάλου; οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ τί; ἐν δεξίᾳ τοῦ θεοῦ καθήμενος· ἐκεῖθεν λοιπὸν ὁρᾶν τῆν γῆν παρεσκεύασεν· τὰ ἄνω φρονεῖτε, φησίν, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γάρ· καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. ΚΕΦ. Θ. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλοθεότητος, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς θεὸν διαγωγῆς, εὐχαριστίας. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν αὕτη, φησὶν ἡ ζωὴ, ἡμετέρα· ζωὴ ἕτερα ἐστίν· ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω καὶ νεκροὺς ὄντας· ἐξ ἑκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. εἴτε γὰρ νεκροί ἐστε, εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν τὰ ἐνταῦθα. μὴ φαίνεται ὁ Χριστὸς , οὐδὲ ἡ ζωὴ ὑμῶν ἐν τῷ θεῷ· ἄνω ἐστίν· τί οὖν; πότε ζησόμεθα; ὅταν ὁ Χριστὸς φανερωθῆ ἡ ζωὴ ὑμῶν· τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. ταῦτα προπαρασκευαστικὰ τοῦ τῆς τρυφῆς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως· τοιοῦτον ἔθος αὐτῷ, ἀλλὰ κατασκευάζοντι εἰς ἄλλα μεταπηδᾶν· οἷον ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν· μέγαν γὰρ ἔλεγχον ἔχει ὅτ’ ἂν ἀνυπόπτως γίνηται· κέκρυπται, φησίν, ἀφ’ ὑμῶν· τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε. ὅπερ γὰρ εἶπον, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός · καὶ διὰ πασῶν αὐτοῦ τῶν ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτοῦ δεῖξαι· εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀσχάλλωμεν, ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἂν ᾖ ἐν τῷ ὀστρέῳ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; σὺ εἶπες ὅτι συνετάφημεν, ὅτι περιετμήθημεν· ὅτι ἀπεκδυσάμεθα τὸ σῶμα τῆς σαρκὸς, πῶς οὖν πάλιν λέγεις νεκρώσατε· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ, οὐκ ἐστὶν ἐναντιολογία· ἀλλ’ ὥσπερ εἴτις ἐρρυπωμένον ἀνδρίαντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δεῖξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο· παραινεῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολόγει· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πονηρὰς ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. διὰ τοῦτο δὲ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων καὶ εἰς μείζονα ἄγων ἔμφασιν· καὶ καλῶς εἶπεν τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα πολλῷ μᾶλλον τῶν μελῶν· ὥστε οὐχ οὕτως τὸ σῶμα ἐστὶν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη. εἰπὲ δή μοι· ἐπειδὴ εἶπεν νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ἡ γὴ διαβέβληται; ἢ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ ἁμαρτήματα, πορνείαν, ἀνακαθαρσίαν, φησίν. παρῆκεν τὰ πράγματα ἃ οὐδὲ εἰπεῖν καλόν· καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνεν· πάθος, φησίν, ἐπιθυμίαν κακήν· ἰδοὺ γενικῶς τὸ πᾶν εἶπεν· πάντα γὰρ ἐπιθυμία κακή. Καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὐκ εἶπεν ἐφ’ ὑμᾶς· ἀλλ’ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς ὅτε ἐζῆτε, φησίν, ἐν αὐτοῖς καὶ μετὰ ἐγκωμίου· ὡς νῦν οὐ ζώντων, τότε ἐζῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει καὶ ἰδικῶς. ταῦτα δέ ἐστι διαθέσεως. Ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν, ἐκ τοῦ στόματος ὑμῶν. καὶ μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νεὸν, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἄξιον ἐνταῦθα ζητῆσαι τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα καλεῖ; τὸν διεφθαρμένον βίον καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό· καὶ εἰ ὁ ἄνθρωπος εἰσὶν ἁμαρτίαι, πῶς φησὶν σὺν ταῖς πράξεσιν αὐτοῦ; ἅπαξ γὰρ εἶπεν παλαιὸν ἄνθρωπον, δεῖξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος ἀλλ’ ἐκεῖνο· τῆς οὐσίας ἡ προαίρεσις κυριωτέρα· καὶ τοῦτο μᾶλλον ἄνθρωπος ἡ ἐκεῖνο· οὐ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι· καὶ οὐδένα οὔτε φιλοῦμεν οὔτε μισοῦμεν ᾗ ἄνθρωπος ἀλλ’ ἢ τοιόσδε ἢ τοιόσδε ἄνθρωπος. τί δὲ φησίν, σὺν ταῖς πράξεσιν; τὴν προαίρεσιν μετὰ τῶν ἔργων. παλαιὸν δὲ καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ μὴ προσδοκήσητέ, φησιν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται· ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας· ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν; καὶ μειζόνων ἀξιοῦται καὶ μᾶλλον ἀκμάζει· οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται κατ’ εἰκόνα τοῦ Χριστοῦ · τοῦτο γάρ ἐστι κατ’ εἰκόνα αὐτοῦ κτίσαντος αὐτόν. ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν· ἀλλ’ οὕτως ἐστὶν καλὸς ὡς μηδέ ἐστιν εἰπεῖν. ( Σευηριανός .) Καὶ ἄλλος φησίν, σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ· καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ. ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστιν τὸ φρόνημα τὸ τῆς ἁμαρτίας· μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπέρ ἐστι παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος· τουτέστιν τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ, αἱ ἀγαθαὶ πράξεις· ὡς καὶ ἀριθμεῖ λέγων, χρηστότητα, μακροθυμίαν, καὶ τὰ ἑξῆς. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος , περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης , δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός . Πάντα, φησίν, ὑμῖν ὁ Χριστός ἐστιν, καὶ ἀξίωμα καὶ γένος· καὶ ἐν πᾶσι ὑμῖν αὐτός· ἢ ἕτερον φησὶν ὅτι πάντες εἰς Χριστὸν ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες. ( Σευηριανός .) Ἄλλος φησίν· ὅμοιόν ἐστιν ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι. οὐκοῦν οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ· ἀλλ’ ὃ φησὶν τοιοῦτόν ἐστιν· ὅταν τὸ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ· καὶ αὐτός ἐστιν ἐν σοὶ, τὸ ποιεῖν σε ἃ ἐκείνῳ δοκεῖ. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτὰ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι. Χρυσοστόμου . Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς καὶ διηνεκῶς αὐτὴν ἔχειν· καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. καὶ μετὰ ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει· ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ, ἅγιοι καὶ ἠγαπημένοι. σπλάγχνον, φησίν, οἰκτιρμοῦ. οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο· καὶ οὐκ εἶπεν ὅτι ὡς ἀδελφοῖς, ἀλλ’ ὡς παισὶ πατέρες· μὴ γάρ μοι εἴπῃς ὅτι ἥμαρτεν· διὰ τοῦτο εἶπεν σπλάγχνα, καὶ οὐκ εἶπεν οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτελίσῃ, ἀλλὰ σπλάγχνα οἰκτιρμοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν. Οὕτως καὶ ὑμεῖς· ἀπὸ γὰρ χρηστότητος, ταπεινοφροσύνη· καὶ ἀπὸ ταύτης, μακροθυμία· ἀνεχόμενοι, φησίν, ἀλλήλων· τουτέστιν, παραπεμπόμενοι· καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξεν μομφὴν καλέσας· καὶ εἰπὼν καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν· μέγα τὸ ὑπόδειγμα ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς· διὰ δὲ τοῦ ὑποδείγματος ἔδειξεν ὅτι κἂν μεγάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι· τὸ γὰρ καθὼς καὶ ὁ Χριστὸς , τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ ἐξ ὅλης καρδίας· καὶ ὅτι καὶ τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἤτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει; ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, καὶ ὁδὸν δείκνυσιν δι’ ἧς δυνατὸν χαρίζεσθαι· ἔστι γὰρ καὶ χρη στὸν εἶναί τινα, καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν· διὸ ἀρχόμενος εἶπεν, σπλάγχνα οἰκτιρμοῦ καὶ ἀγάπην καὶ ἔλεον· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην φησίν, ἤτις ἐστὶ σύνδεσμος τῆς τελειότητος· τουτέστιν ὅτι οὐδὲν ἐκείνων ὄφελος. διαλύεται γὰρ πάντα ἐκεῖνα, ἐὰν μὴ μετὰ ἀγάπης γίνηται· πάντα ἐκεῖνα αὐτὴ συσφίγγει· καὶ ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστι, ἀλλὰ διαρρεῖ, ὃν τρόπον καὶ ἐπὶ πλοίου· κἂν γὰρ μεγάλα ᾖ τὰ σκεύη, ὅταν μὴ ᾖ τὰ ὑποζώματα, οὐδὲν ὄφελος· καὶ ἐπὶ σώματος, κἂν μέγα ᾖ τὰ ὀστᾶ, οἱ σύνδεσμοι ἐὰν μὴ ὦσιν, οὐδὲν ὄφελος. Καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώματι ἑνὶ, καὶ εὐχάριστοι γίνεσθε. Ἐὰν μάχωνται, φησίν, λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν μὴ δὲ τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον ἔστω τις ὑβρισθεὶς ἀδίκως, ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν δύο λογισμοί· ὁ μὲν κελεύων ἀμύνεσθαι, ὁ δὲ ἐνεγκεῖν. καὶ παλαίουσιν ἀλλήλοις. ἐὰν ἡ εἰρήνη τοῦ θεοῦ ἑστήκοι βραβεύουσα μέση, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον· πῶς; πείθουσα ὅτι ὁ θεὸς εἰρήνη ἐστίν. ( Σευηριανός .) Ἄλλος φησίν, μὴ οἱ πλανῶντες καταβραβευέτωσαν, ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τουτέστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν· εἶτα πάλιν προτροπή· εἰς ἣν ἐκλήθητε, φησίν, τουτέστιν ἐφ’ ἣν ἐκλήθητε· ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρή νη· διὰ ταύτην ἐκάλεσεν· ἐπὶ ταύτῃ σε ἐκάλεσεν ὥστε ἀξιοπίστως ἀναδέξασθαι τὸ βραβεῖον· διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν; οὐ διὰ τὴν εἰρήνην; καὶ εὐχάριστοι γίνεσθε. τοῦτό ἐστιν εὐχάριστον εἶναι· τὸ ὁμοίως κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ θεός· οὐ γὰρ δὴ ὁ τῷ θεῷ χάριν ὁμολογῶν ὑπὲρ ὧν ἔπαθεν, τὸν ποιήσαντα ἀμυνεῖται. ΚΕΦ. Ι. Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς. Ὁ λόγος τοῦ θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Τουτέστιν ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναι φησίν, οὐδὲ τὰ ταύτης ἀγαθά. ἐνοικείτω, φησίν, ἐν ὑμῖν πλουσίως· μὴ ἁπλῶς· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Τὴν ἀρετὴν σοφίαν φησίν, καὶ ἡ ταπεινοφροσύνη καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν. ὥσπερ οὖν τἀναντία ἄνοια· ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ· εἶπεν, φησίν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεὸς, καὶ πάλιν προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ψαλμοῖς καὶ ὑμνοῖς καὶ ᾠδαῖς πνευματικαῖς. Οἱ ψαλμοὶ πάντα ἔχουσιν· οἱ ὕμνοι οὐδὲν ἀνθρώπινον, ἅτε θειότερον πρᾶγμα· αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· ἁμαρτωλοὶ, οὐχ ὑμνοῦσιν· οὐ γὰρ ὡραῖος αἶνος, φησίν, ἐν στόματι ἁμαρτωλοῦ. διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε ἐπὶ τελειότερόν τι πρᾶγμα. Ἄιδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ θεός· ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς· ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα· ἐπεξήγησίς ἐστιν ἀπὸ τῆς χάριτος, φησίν, τοῦ πνεύματος· ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ· μὴ ἁπλῶς, φησίν, τῷ στόματι· ἀλλὰ μετὰ προσοχῆς· τοῦτο γάρ ἐστι τῷ θεῷ ᾄδειν· ἐκεῖνο δὲ τῷ ἀέρι. Καὶ πᾶν ὅτι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ Χριστοῦ . Ἐὰν γὰρ οὕτως ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν οὐδὲ ἀκάθαρτον· ἔνθα ἂν ὁ Χριστὸς καλῆται· εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα· ἢ τοῦτο φησίν· πάντα κατὰ θεὸν πράττετε καὶ λέγετε, μὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ Ἀντὶ τοῦ ὑποτάσσεσθε διὰ τὸν θεόν. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Ὥσπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἐστὶ γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι· ὃ οὖν φησὶν τοῦτό ἐστι· μὴ μάχεσθε· αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μάχαι, αὐταὶ πικραί· τὸ μὲν οὖν ἀγαπᾶν τῶν ἀνδρῶν ἐστιν· τὸ δὲ εἴκειν ἐκείνων. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν κυρίῳ. Πάλιν τὸ ἐν κυρίῳ τέθεικεν, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων καὶ καταβάλλων· ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ θεῷ δοκούντων βούλεται ὑμᾶς ἅπαντα πράττειν ἵνα καὶ μισθὸν ἔχωμεν. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν. Οὐκ εἶπεν ἀγαπᾶτε τὰ τέκνα, περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει· ἀλλ’ ὅπερ ἔδει διώρθωσεν· τουτέστιν μὴ φιλονεικοτέρους αὐτοὺς ποιῆτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφείλετε. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις. Ἐπὶ τρίτην ἦλθεν ἀρχήν· ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον· ἀλλ’ οὐκέτι φυσικὸν καθάπερ ἄνω, ἀλλὰ συνηθείας· καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς καὶ ἀπὸ τῶν ἔργων· ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου ὑποτέμνεται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τούτοις δοῦναι ἀπὸ τῆς ὑπακοῆς· ἀλλ’ ἵνα μὴ ἀλγήσῃ δοῦλος ἀκούων, ἐπήγαγεν τοῖς κατὰ σάρκα κυρίοις. τὸ κρεῖττόν σου, ἡ ψυχὴ, ἠλευθέρωται, φησίν· πρόσκαιρος ἡ δουλεία· ἐκεῖνο τοίνυν ὑποτάξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία· μὴ κατ’ ὀφθαλμὸν δουλείαν ὡς ἀνθρωπάρεσκοι· ποίησον φησὶν τὴν ἀπὸ τοῦ νόμου δουλείαν, ἀπὸ τοῦ φόβου τοῦ Χριστοῦ γενέσθαι· καὶ γὰρ μὴ ὁρῶντος ἐκείνου, ἂν πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς. Ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἀλλ’ ἐν ἁπλότητι καρδίας, οὐχ ἁπλῶς, ἀλλὰ φοβούμενοι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ φοβεῖσθαι τὸν θεὸν, ὅτ’ ἂν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἐὰν δὲ πράττωμεν· οὐχὶ τὸν θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται· ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀπὸ δούλων· ὅταν μὴ δέωνται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ ἐκ ψυχῆς τοῦτό ἐστιν, τὸ μετ’ εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετὰ ἐλευθέρας προαιρέσεως· καὶ τίς ὁ μισθός; εἰδότες, φησίν, ὅτι ἀπὸ κυρίου λήψεσθε τὸν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν· τῷ γὰρ κυρίῳ δουλεύετε καὶ παρ’ αὐτοῦ λήψεσθε τὸν μισθόν· ὁ δὲ ἀδικῶν, φησίν, κομιεῖται ὃ ἠδίκησεν· ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον· ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα, λήψεται, φησίν, ὃ ἠδίκησεν· τουτέστι καὶ τιμωρίαν δίδωσιν. ἐνταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας. τί γὰρ, ἐκεῖνος μὲν Ἕλλην · σὺ δὲ Χριστιανός; οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται· ὥστε καὶ οὕτως μετ’ εὐνοίας καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί ἐστι τὸ δίκαιον; τί δέ ἐστιν ἰσότης; πάντων ἐν ἀφθονίᾳ καθιστᾶν καὶ μὴ ἐᾶν ἑτέρων δεῖσθαι, ἀλλ’ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων· καὶ ὑμεῖς μετ’ ἐκείνων, φησίν· ἐνταῦθα κοινὴν ἐποίησεν τὴν δουλείαν. Εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανοῖς. τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς, ῥαθυμίαν πολλάκις ποιεῖ, διὰ τοῦτό φησιν γρηγοροῦντες, τουτέστιν νήφοντες, μὴ ῥεμβόμενοι. οἶδεν γὰρ, οἶδεν διάβολος, ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται· οἶδεν δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοί. διὸ φησίν, προσκαρτερεῖτε τῇ προ σευχῇ· ὡς περί τινος ἐπιπόνου· καὶ τοῦτο, φησίν, ἔστω ἔργον ὑμῶν, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν, καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ κοινῶν εὐεργεσιῶν, καὶ ὑπὲρ ἰδίων· καὶ ἁπλῶς, ἐν παντὶ εὐχαριστεῖν. Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὅρα τὴν ταπεινοφροσύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν· ἵνα, φησίν, ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ . εἴσοδον φησὶν καὶ παρρησίαν· οὐκ εἶπεν, ἵνα ἀπαλλαγῶμεν τῶν δεσμῶν· ἀλλὰ δέσμιος ὢν, ἑτέρους παρακαλεῖ ἐπὶ πράγματι μεγάλῳ, ἵνα παρρησίαν λάβῃ. τὸ μυστήριον, φησί, τοῦ Χριστοῦ . δείκνυσιν ὅτι οὐδὲν αὐτοῦ τούτου ποθεινότερον τοῦ λαλῆσαι. Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. Μετὰ πολλῆς, φησίν, τῆς παρρησίας, μηδὲν ὑποστειλάμενον τὰ δεσμά. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, μηδεμίαν αὐτοῖς δίδοτε λαβὴν καθ’ ὑμῶν· διὰ γὰρ τοῦτο, πρόσκειται πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ τῆς ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Τὸν καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ’ ἐκείνων ἐστιν· μὴ τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ’ ἀγοράζετε· ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. Τουτέστιν ὥστε μὴ εἰς ἀδιαφορίαν τὸ χάριεν ἐκπίπτειν· ἔνι γὰρ καὶ χαριεντίζεσθαι, μετὰ τῆς προσηκούσης κοσμιότητος. Εἰδότες πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρή· Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ. Βαβαῖ, πόση σοφία Παύλου ; πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ καταπείγοντα; πρῶτον μὲν οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον καὶ τὸν ἀπερχόμενον αἰδεσι μώτερον ποιῶν, ἵνα ἔχῃ τί καὶ διηγεῖσθαι· τρίτον δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχείρισεν εἰπεῖν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. ὁ ἀγαπητός, φησίν, ἀδελφός. εἰ ἀγαπητὸς, πάντα οἶδεν, καὶ οὐδὲν αὐτὸν ἔκρυπτεν· καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ. εἰ πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκεν τῶν πειρασμῶν· ὥστε πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. ὃν ἔπεμψα, φησίν, πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο· ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλήν· εἴ γε διὰ τοῦτο αὐτὸν ἀπέσταλκεν· δείκνυσι δὲ αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῷ εἰπεῖν, Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιμος οὗτός ἐστιν περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν, ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι· καὶ τὸ ἐγκώμιον δὲ προστίθησι τῆς πόλεως ἵνα καὶ ἐγκαλλωπίζωνται, ὅς ἐστι, φησίν, ἐξ ὑμῶν. πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσο λύμων ἀναχθεὶς μετ’ αὐτοῦ. μεῖζον εἶπεν οὗτος τῶν προφητῶν· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους καλοῦσιν ἑαυτούς· οὗτος δὲ καὶ αἰχμάλωτον. καθάπερ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο· καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προύκειτο. Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα . Καὶ τοῦτον ἐγκωμίασεν ἀπὸ τῆς συγγενείας. μέγας γὰρ ἦν ὁ ἀνὴρ Βαρνάβας . Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν. Τί γὰρ, οὐκ ἐδέχοντο; ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. καὶ τοῦτον τὸν ἄνδρα δείκνυσι μέγαν· πόθεν τὰς ἐντολὰς ἔλαβον οὐ λέγει· ἴσως δὲ παρὰ Βαρνάβα τὰς ἐντολὰς ἔλαβον. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος . Ἴσως Κορίνθιος ἦν οὗτος. Οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγε νήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπεν συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων· ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς. συνεργοὶ, φησίν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὥστε τῶν πειρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσι. δείκνυσι δὲ αὐτοὺς καὶ μεγάλους. εἴγε Παύλου παρηγορία γεγέννηται· καὶ ἑαυτὸν ἐν πειρασμοῖς ὄντα. Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς , ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ , πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς. Συνίστησιν αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ· τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια· καὶ πάλιν τὸ εἰπεῖν ὁ ἐξ ὑμῶν. ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρί· ἅτε τοιούτους φέροντες ἄνδρας· πάντοτε, φησίν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, τουτέστι τρέμων καὶ δεδοικώς. Ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα ἐν αὐτῷ· ἐπεὶ οὐ πεπλήρωται· ἀξιόπιστος δὲ ὁ μάρτυς, ὅτι ἔχει πολὺν ζῆλον ὑπὲρ ὑμῶν. τουτέστιν, ὅτι σφόδρα ὑμᾶς ἀγαπᾷ καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ. Καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει . Κἀκείνοις αὐτὸν συνίστησιν· ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι; δηλονότι τῆς ἐπιστολῆς ἀναγινωσκομένης· ποιήσατε γὰρ, φησίν, ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς . Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν , καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτούς· οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἐπιδοῦναι· οὐχ ἁπλῶς δὲ χαρίζεται, κατ’ ἰδίαν ἕκαστον προσαγορεύων, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον· ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴγε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησί ᾳ ἀναγνωσθῇ. Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι· μείζων γὰρ ἦν ὠφέλεια, ὅτ’ ἂν ἑτέρων ἐγκαλουμένων τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγινώσκουσιν. Καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τίνες λέγουσιν ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην ἀλλὰ τὴν παρ’ αὐτῶν Παύλῳ . οὐ γὰρ εἶπεν τὴν πρὸς Λαοδικέας ἀλλὰ τὴν ἐκ Λαοδικείας , φησί, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ , βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Χριστῷ , ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; ἴσως οὐκ ἐδεῖτο. ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως ὥστε σπουδαιότερον εἶναι. τούτῳ δὲ μάλιστα αὐτοὺς ὑποτάσσει αὐτῷ· οὐκετὶ γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοῖς. ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν, ἀλλ’ ἐπιστομίζων αὐτοὺς ταῦτα γράφει. ( Θεόδωρος .) Ἄλλος δέ φησιν, ὡς ἔστιν ἐκ τῶν γεγραμμένων εἰκάσαι, παρὰ Λαοδικεῦσιν ὄντι καὶ τὴν διακονίαν ἐγκεχειρισμένῳ τῆς διακονίας. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου . Τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾶν, καὶ πάσχειν τί πρὸς ταῦτα. Μνημονεύετέ μου τῶν δεσμῶν. Βαβαῖ πόση παράκλησις; τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι, καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας. μονονουχὶ γάρ φησιν, καθ’ ὁμοιότητά μου, καὶ πάσχειν ὑπὲρ τῆς ἀληθείας μὴ ὀκνῆτε. Καὶ χάρις μεθ’ ὑμῶν. ἀμήν. Τὸν φόβον ἔλυσεν. εἰ γὰρ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει· καὶ τοῦτο δὲ τῆς χάριτος, τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Θεόδωρος . Τὸ δὲ χάρις ὑμῖν οὕτω τίθησιν. ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς προγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν· τὰ ἐν θεῷ πατρὶ τεθεικὼς, ὡς καὶ ἡμεῖς τὸ ἐν κυρίῳ γράφομεν. Τοῦ εἰς τὴν πρὸς Κολοσσαεῖς ἐπιστολὴν ἐξηγητικῶν ἐκλόγων τόμος α . * τρίας * μονάς * ἐλέησον. * Αἱ ἐκλογαὶ τῆς ἑρμηνείας τῆς παρούσης ἐπιστολῆς ἐκ τοῦ κατὰ πλάτος ὑπομνήματος τοῦ σοφοῦ καὶ οἰκουμενικοῦ διδασκάλου Ἰωάννου τοῦ ἐπισκόπου τῆς βασιλίδος πόλεως, καὶ Σευηριανοῦ τοῦ Γαβαλῆς , καὶ Θεοδώρου τοῦ Μοψουεστίας . ἔχει καὶ μίαν χρῆσιν τοῦ μακαρίου Κυρίλλου .