ΚΕΦ. Β. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει. Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τῇ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. Διὰ τοῦτο, ποῖον; ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας· εὐέλπιδες ἐσμὲν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. ἡρέμα δὲ αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας. τὸ γὰρ ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν· καὶ τὸ ἐν πάσῃ σοφίᾳ, καὶ τοῦτο αὐτὸ δηλοῖ· καὶ πάλιν εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν ἐν πάσῃ δυνάμει δυναμούμενοι· καὶ πάλιν εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν· οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν ἵνα πληρωθῆτε τῇ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ; αυτου διὰ τοῦ υἱοῦ προσάγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν υἱὸν ἔπεμψεν. Ἐν πάσῃ σοφίᾳ, φησίν, καὶ συνέσει πνευματικῇ· ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτουν, βούλομαι ὑμᾶς, φησίν, ἐν πνευματικῇ σοφίᾳ εἶναι· δείκνυσι δὲ ἐνταῦθα ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται· καὶ οὐδέπω ἤνυσεν, καὶ οὐκ ἀπέστη. τὸ γὰρ ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, τοῦτο δηλοῖ· κατάγνωσιν δὲ αὐτοῖς φέρει ἐξ ἐκείνου ὅτι καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς· καὶ αἰτούμενοι, μετὰ πολλῆς τῆς σπουδῆς, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίους τοῦ κυρίου. ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησίν· ἀεὶ γὰρ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἐργῷ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ πίστει τοῦ θεοῦ. ὥσπερ, φησίν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμούμενοι· ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησίν, εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ ἀπογνῶναι· κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. ἀλλ’ ἵνα τοιαύτην ἀναλάβητε προθυμίαν οἷαν πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι· εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν εὐχόμεθα, φησίν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ θεοῦ δυναμωθῆναι· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἐπὶ μὲν θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. Εἰς τὸ περιπατῆσαι ὑμᾶς φησίν, τουτέστιν ἀεί· οὐχ ἅπαξ, ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· περιπατῆσαι καὶ ὑμᾶς φησὶν ἀξίως τοῦ κυρίου ἐν παντὶ ἔργῳ ἀγαθῷ· ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ θεοῦ. ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, διὰ τοῦ κράτους αὐτοῦ· πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ κράτος, ὅπερ μεῖζόν ἐστιν· διὰ τοῦ κράτους, φησί, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Μετὰ χαρᾶς· εὐχαριστοῦντες τῷ θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστὶν, οὐ παυόμεθα προσευχόμενοι ὑπὲρ ὑμῶν καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις. Τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο· τοιαῦτά ἐστι τὰ δεδομένα φησίν· ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. τὸ οὖν εἰπεῖν ἱκανώσαντι, πολὺ τὸ βάρος ἔδειξεν· οἷον ἐὰν ᾖ τὶς βασιλεὺς, δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν, ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν· διὰ τοῦτό φησιν, ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποιήκαμεν. Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· καὶ τῷ μέλλοντι λέγει, καὶ τῷ παρόντι, τουτέστιν, τῇ γνώσει· δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν· εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προστιθέναι. Ὃς ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους τούτου. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν τὸ κατόρθωμα· σκότους δὲ φησίν, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος· διὰ τοῦτο γὰρ καὶ ἐξουσίας φησίν· ἐκράτει γὰρ ἡμῶν. Καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Μέγα μὲν οὖν καὶ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς βασιλείαν ἀγαγεῖν, πολλῷ μεῖζον· ὃς ἐρρύσατο, φησίν, ἡμᾶς· οὐκ εἶπεν ἐξέβαλεν, ἀλλ’ ἐρρύσατο· τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν καὶ τὴν αἰχμαλωσίαν· εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ θεοῦ δυνάμεως. καὶ μετέστησε, φησίν, ὥσπερ ἂν εἴ τις στρατιώτων ἀπὸ τόπου εἰς τόπον μεταγάγοι· καὶ οὐκ εἶπεν μετάγαγεν, οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ μετέστησεν. ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ· οὐχ ἁπλῶς εἶπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, βασιλείαν υἱοῦ εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότιμον· τί γάρ φησιν; ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ πατρὸς ἦν, νομίσῃ τὸν υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ υἱῷ καὶ τὸ πᾶν τῷ πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους. ΚΕΦ. Γ. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνάφειαν θεοῦ. Ταυτὸν δέ ἐστιν ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων οὐκ ἂν μετέστημεν ἐνταῦθα· ἰδοὺ πάλιν ἐνταῦθα τὸ ἐν ᾧ· καὶ οὐκ εἶπεν λύτρωσιν, ἀλλ’ ἀπολύτρωσιν· ὥστε μηδὲ ἐκπεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς. ( Σευηριανοῦ .) Ἕτερος δὲ φησίν, καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμοῦ, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ, ἦσαν ἄγγελοι ὑπηρετούμενοι τῷ θεῷ, πρὸς τὴν ἡμετέραν σωτηρίαν· ἀλλ’ οὐδὲν κατώρθωσαν· νυνὶ δὲ ὁ θεὸς διὰ τῆς οἰκονομίας τοῦ κυρίου μετέστησεν ἡμᾶς ἐς τὴν βασιλείαν αὐτοῦ, ὃν ἠγάπησεν· ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν ἀγγέλων, ἀλλ’ εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ὑπὸ τὸν κληρονόμον ἐσμέν· οὐχ ὑπὸ τοὺς οἰκέτας. υἱὸν οὖν ἀγάπης λέγει· ἐπειδὴ ὡς υἱὸς ἀγαπᾶται· οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ θεοῦ ἐστιν· οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας, ταύτης υἱοὶ φύσει· οὐδὲ οἱ υἱοὶ τῆς γεέννης, ταύτης τέκνα· οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος· οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείμενος· οὕτως οὐδὲ τῆς ἀγάπης υἱὸς ὁ Κύριος· ἀλλ’ ἐπειδὴ εἰσὶν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ υἱὸς ὡς υἱὸς ἀγαπᾶται, εἶπεν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Ἢ οὕτως· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ· ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ υἱὸς, ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς· διὰ τοῦτο φησίν, μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα, κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλοὺς, εἰκών ἐστι τοῦ πατρός. Ἀλλ’ ὁ ἀνόσιος Θεόδωρος τούτοις ἀντιφθεγγόμενος, ἕνα σκοπὸν ἔχων Ἰουδαϊκῶς καὶ βλασφήμως τὰς θείας γραφὰς ἑρμηνεύειν, τὰς δεικνύσας τοῦ Χριστοῦ τὴν θεότητα, καὶ τὴν προκειμένην χρῆσιν οὕτως ἐξηγήσατο. οὐκ εἶπεν, φησίν, τοῦ υἱοῦ ἀλλὰ τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ· οὐ γὰρ κοινωνοὶ τῆς βασιλείας τοῦ θεοῦ λόγου γινόμεθα, ἀλλὰ τοῦ ἀναληφθέντος ἀνθρώπου, ᾧ κοινωνοῦμεν τῆς τιμῆς διὰ τὴν φυσικὴν ὁμοιότητα, ὅταν πρὸς αὐτὸν διάθεσιν ἐπὶ τῶν ἔργων ἐπιδειξώμεθα· ὅθεν καὶ υἱὸν ἀγάπης αὐτὸν ἐκάλεσεν· ὡς οὐ φύσει τοῦ πατρὸς ὄντα υἱὸν ἀλλ’ ἀγάπῃ τῆς υἱοθεσίας ἀξιωθέντα τούτων. τί ἂν εἴη ἀσεβέστερον, τοῖς εὐτυγχάνουσιν καταλείψω σκοπεῖν. Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὑτοῦ. Οὐκ ἐν ἀγγέλῳ ἐλυτρώθημεν· ἀλλ’ ἐν τῷ υἱῷ, οὐχ ἁπλῶς προστάξαντι, ἀλλὰ μέχρις αἵματος ἀντικαταστάντι· ὥστε ὀφείλομεν αὐτῷ τὴν εἰς αὐτὸν οἰκείωσιν. Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Εἰ τὸ θεὸς ὄνομα τῆς οὐσίας τοῦ θεοῦ, εἰκὼν δὲ τοῦ θεοῦ ὁ υἱὸς, ὁ υἱὸς εἰκὼν τῆς οὐσίας. εἰ δὲ λέγοιεν μὴ εἶναι τῆς οὐσίας ὁ υἱὸς, τὸ ἀόρατον ὄνομα τίνος δώσουσι; τῆς οὐσίας ἢ ἑτέρου τινός; ἀλλ’ οὐδενὸς ἑτέρου τὸ ἀόρατον, ἢ μόνης τῆς οὐσίας· ὡς καὶ ἀλλαχοῦ· ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ· ἄφθαρτος δὲ ἡ οὐσία τοῦ θεοῦ· οὐκ οὖν καὶ ἀόρατος ἡ οὐσία τοῦ υἱοῦ· εἰκὼν δὲ τοῦ θεοῦ τοῦ ἀοράτου, τῆς οὐσίας ἄρα εἰκών· ἄρα οὖν οὐ καθ’ ὃ πρωτότοκος εἰκών· ἀλλ’ εἰκὼν μὲν τοῦ θεοῦ, πρωτότοκος δὲ τῆς κτίσεως. ἐπειδὴ γὰρ εἶπεν εἰκὼν τοῦ θεοῦ, τὸ ἀπαράλλακτον τῆς πρὸς τὸν πατέρα οὐσίας δεικνὺς τοῦ υἱοῦ· ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν· εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος· καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσι λέγων, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος, οὐ κυρίως εἴληπται. ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μονογενὴς μέν ἐστιν, ὁ μόνος πατρί· πρωτότοκος δὲ, ὁ ἔχων ἄλλους ἀδελφοὺς, ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα· ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους, τὰς ἐλπίδας ἔχωμεν ἐν Χριστῷ · καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος · καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως· τὸ δὲ ἐν αὐτῷ, ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται. Χρυσοστόμου . Τίνος οὖν βούλει εἰκόνα εἶναι; οὐκοῦν καὶ ἀπαράλλακτος οὗπερ ἂν θῇς· εἰ μὲν γὰρ ὡς ἀνθρώπου εἰκὼν, εἰπὲ, καὶ λοιπὸν ὡς μαινομένου ἀποστήσομαι· εἰ δὲ ὡς θεὸς καὶ θεοῦ υἱὸς, εἰκὼν, τὸ ἀπαράλλακτον δείκνυσιν· διὰ τί μηδαμοῦ μήτε εἰκὼν μήτε υἱὸς ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; διὰ τί; ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηγμένον, ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν· καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτο, καὶ κατα γαγεῖν κάτω τὸν λόγον. διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαρρούντως ἡ γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι· ἡ γὰρ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, καὶ ὁμοίως ἀόρατος· ἐπεὶ οὐδ’ ἂν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον εἶναι δεῖ· οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως· ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα· μᾶλλον δὲ ἀπανταχοῦ ἂν μετὰ ἀκριβείας ζητῇς· ἔνθα δὲ θεὸς, οὐδαμοῦ σφάλλεται, οὔτε διάπτωσίς τις γίνεται. εἰ δὲ κτίσμα, πῶς εἰκών; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών· εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών· τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ οὗτοι ἀόρατοι· ἀλλ’ οὐχ ἑαυτοῖς· ἀλλὰ ψυχὴ ἀόρατος· ἀλλ’ ἢ ἐπειδὴ ἀόρατος ἁπλῶς, διὰ τοῦτο εἰκών· καὶ μὴ οὕτως ὥσπερ αὐτὸς, καὶ ἄγγελοι εἰκόνες. Πρωτότοκος πάσης κτίσεως· τί οὖν φασίν; ἰδοὺ ἔκτισται· καὶ μὴν οὐ πρωτόκτιστος εἴρηται, ἀλλὰ πρωτότοκος ἐπὶ τὰ πολλὰ εἰκὸς αὐτὸν λέγεσθαι· καὶ γὰρ ἀδελφὸν αὐτὸν δεῖ λέγειν κατὰ πάντα, καὶ τὴν δημιουργίαν ἀφαιρεῖν· καὶ μήτε ἀξιώματι μήτε ἄλλῳ τινὶ προέχειν· τὸ γὰρ πρωτότοκος οὐχὶ ἀξίας τιμὴ οὐδὲ ἄλλου τινὸς, ἀλλὰ χρόνου μόνον. τί σημαίνει ὁ πρωτότοκος; τὸ ἔκτισται φησίν, καλῶς· ἐὰν οὖν τοῦτο ᾖ· καὶ ἀδελφοὺς ἔχει, καὶ ὁμοούσιος ἐστὶν ὧν ἐστὶ πρωτότοκος. οὐκοῦν πάντων ἔσται ὁ υἱὸς πρωτότοκος, καὶ λίθων; πάσης γὰρ εἶπεν κτίσεως· οὐκοῦν καὶ λίθων; καὶ ἐμοῦ πρωτότοκός ἐστιν ὁ θεὸς λόγος· ἄλλως δὲ, εἰπέ μοι, πρωτότοκος ἐκ τῶν νεκρῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπέθανε πρῶτος· ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη· ὥστε οὐδὲν ἕτερον δηλοῖ ἢ τοῦτο· ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν· οὐκοῦν οὐδὲ ἐνταῦθα· εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό· ἵνα γὰρ μὴ νομίσωσιν νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ· δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι, οὐ γὰρ ἀπὸ σκότους εἰς φῶς ἀγαγεῖν ἠδυνήθησαν, ὡς οὗτος. δεύτερον ὅτι καὶ πρὸ αὐτῶν ἐστιν, καὶ σημεῖον ποιεῖται τὸ πρὸ αὐτῶν εἶναι τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι. ( Βασίλειος .) Καὶ τὸ μακάριος δὲ Βασίλειος ἐν τοῖς κατ’ Εὐνομίου λόγοις φησίν, εἰκὼν οὐκ ἄψυχος οὐδὲ χειρόκμητος οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας, ἀλλ’ εἰκὼν ζῶσα· μᾶλλον δὲ αὐτὸ οὖσα ζωή· οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον διασώζουσα. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς αὐτῆς ὑποθέσεως· εἰ δὲ ὅτι πρωτότοκος πάσης κτίσεως, καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ μητέρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει· τίς γάρ ἐστι, φησίν, ἡ μητήρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; ἀλλ’ ἢ οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὥστε καὶ πατὴρ ἡμῶν ὁ θεὸς, οὐ καταχρηστικῶς οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται· εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται πατὴρ ὁ θεός· τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν υἱοῦ, μὴ οὐχὶ πρεπόντως αὐτὸν πατέρα προσαγορεύεσθαι; ( Γρηγόριος .) Καὶ Γρηγόριος δὲ ὁ θεόλογος ἐν τῷ περὶ υἱοῦ δευτέρῳ λόγῳ ὁμοίως φησίν, εἰκὼν δὲ ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, πλὴν ὅτι καὶ πλεῖον· ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα καὶ πλεῖον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ , καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις· μήτε μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι καὶ ταυτὸν μᾶλλον ἢ ἀφομοίωμα. ( Κύριλλος .) Ὁ μακάριος δὲ Κύριλλος ἐν τῷ ἐπιγεγραμμένω βιβλίῳ Θησαυρὸς φησίν, πρωτότοκος οὐχ ἁπλῶς οὐδὲ ἀπολελυμένως, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς, καθάπερ γέγραπται· πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφός; εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλλετο σάρκα· οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χά ριν ἀπέδειξεν υἱοὺς θεοῦ; πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. παρατηρῆσαι δὲ ὅμως κἀκεῖνο καλόν· μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμίας αὐτῷ συμπεπλεγμένης αἰτίας καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως. ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός· ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἢν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν· πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς· πρωτότοκος ἐκ τῶν νεκρῶν. ἐπειδὴ γὰρ ἔδει τὸν υἱὸν τοῦ θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο μὴ ἀπολέσαι· εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. οὐ γὰρ καθ’ ὃ γέγονεν ἄνθρωπος, ἐλάττον ἔσται τινὸς, ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει, ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῶν καὶ Κύριος. Θεόδωρος δέ φησιν, τὸ πρωτότοκος οὐκ ἐπὶ χρόνου λέγεται μόνον· ἀλλὰ γὰρ καὶ ἐπὶ προτιμήσεως πολλάκις, ὡς τὸ ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ· καὶ ἐγὼ πρωτότοκον θήσομαι αὐτόν. οὐ τοῦτο εἰπόντος τοῦ θεοῦ, ὅτι ἕκαστον αὐτῶν πρότερον ποιήσω τῷ χρόνῳ τῶν λοιπῶν· ἀλλ’ ὅτι περὶ πολλοῦ ποιήσομαι. λέγει δὲ ταῦτα φησὶν ὁ Δαβὶδ , τῶν πρὸς αὐτὸν ἐπαγγελιῶν τοῦ θεοῦ μνημονεύων, ὡς ἂν ὑποσχομένου τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν οἰκειώσεσθαι. ὁ δὲ ἀπόστολος φησὶν τὸ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἵνα εἴπῃ τὸν πολλῆς ἄγαν ἠξιωμένον τῆς τιμῆς· καὶ τὸ υἱὸς πρωτότοκός μου Ἰσραήλ · ἀντὶ τοῦ τίμιος ἐμοί· οὕτως φησὶ κἀνταῦθα πρωτότοκος πάσης κτίσεως, ἀντὶ τοῦ παρὰ πᾶσαν τὴν κτίσιν τιμώμενος. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Ὁ μακάριος Ἰωάννης φησίν, τί λέγουσιν ἐνταῦθα οἱ Παύλου τοῦ Σαμοσατέως , ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς; ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν· καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα φησίν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, οἷον ψυχὴ, καὶ ὅσα ἐν οὐρανῷ γέγονεν ὁρατά· οἷον ἥλιος, πόλος. εἴτε θρόνοι· καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. εἴτε θρόνοι, φησίν, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὸ εἴτε καὶ εἴτε, τοῦ παντὸς περιληπτικόν ἐστιν. ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστίν. τὸ δὲ πνεῦμα οὐ μετὰ τῶν ἐξουσίων τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· ἰδοὺ τὸ ἐν αὐτῷ δι’ αὐτοῦ ἐστιν. εἰπὼν γὰρ ὅτι ἐν αὐτῷ, ἐπήγαγεν δι’ αὐτοῦ· τὸ δὲ εἰς αὐτὸν τί ἐστιν; τουτέστιν εἰς αὐτὸν κρέμαται πάντων ἡ ὑπόστασις· οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται, ἀλλ’ οὐκ εἶπεν διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται· μόνον τὸ πρὸς αὐτὸν νεύειν ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. οὕτως καὶ πρωτότοκος ὡς θεμέλιος· τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ φέρεσθαι δηλοῖ· ἐπεὶ καὶ Παῦλος ὅταν λέγῃ θεμέλιον τέθεικα, οὐ περὶ οὐσιώσεως φησίν, ἀλλὰ τῆς ἐνεργείας. ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν· φησὶν αὐτὸν αὐτὰ διακρατεῖν· ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαι ἐστίν· καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει· τοῦτο δὲ οὐκέτι, οὐδὲ διαφθειρόμενον κατέχει. Καὶ αὐτός ἐστι πρὸ πάντων. Τοῦτο θεῷ ἁρμόζον· ποῦ Παῦλος ὁ Σαμοσατεύς ; Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Τουτέ στιν εἰς αὐτὸν ἔκτισται· συνεχῶς αὐτὰ στέφει τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισὶ πληγαῖς πρόρριζον ἀνασπὼν τὸ δόγμα τὸ ὀλέθριον· εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦτον χρόνον ἔφυ Παῦλος ὁ Σαμοσατεύς · πόσῳ μᾶλλον εἰ μὴ ταῦτα προείρητο; καὶ τὰ πάντα, φησίν, ἐν αὐτῷ συνέστηκεν. πῶς συνέστηκε τῷ οὐκ ὄντι; ὥστε καὶ τὰ δι’ ἀγγέλων δι’ αὐτοῦ ἐστίν. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν. Εἰπὼν ἀνωτέρω περὶ τῆς ἀξίας· λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας· αὐτός ἐστι, φησίν, ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· οὐκ εἶπεν τοῦ πληρώματος· αὐτὸ μὲν δηλῶν· θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτόν· ὅτι οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψεν· πανταχοῦ γὰρ πρῶτος· ἄνω πρῶτος· ἐν τῇ ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. τουτέστιν, ἵνα γένηται αὐτὸς πρωτεύων, ὡς καὶ ἐν γενέσει πρῶτος. καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον δεῖξαι τῷ Παύλῳ . ἂν γὰρ τοῦτο κατασκευασθῆ, ὅτι πρὸ πάντων ἦν τῶν ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰς ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῇ ὑστέρᾳ ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι· καίτοι γε ἀλλαχοῦ πρῶτον φησὶ τὸν Ἀδὰμ , ὥσπερ οὖν καὶ ἔστιν. ἀλλὰ τὴν ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους· τῆς γὰρ ἐκκλησίας πρῶτος ἐστίν· καὶ τῶν μὲν ἀνθρώπων καθάπερ ὁ τῆς κτίσεως πρῶτος τὸ κατὰ σάρκα· καὶ διὰ τοῦτο αὐτὸν καὶ ἐνταῦθα πρωτότοκον τίθησιν ἐκ τῶν νεκρῶν. τί ἐστιν ἐνταῦθα πρωτότοκος; ὁ πρῶτος κτισθείς· ἢ ὁ πρὸ πάντων ἀναστάς· ὥσπερ καὶ ἐκεῖ ὁ πρὸ πάντων ὤν· καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν, εἰπὼν, ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως· καὶ ἐκεῖ μὲν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τότε πρωτότοκος. ἀπαρχὴν δὲ εἶπεν, καθάπερ ἐπὶ καρποῦ τινός· δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασεν· καὶ ὥ σπερ θυσίαν προσήνεγκεν διὰ τῆς ἀπαρχῆς. ( Σευηριανός .) Καὶ Σευηριανὸς φησίν· εἰ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; καὶ τὰ ἄλλα ὁμοίως. καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· δημιουργὸς μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος· καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος· καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν. Θεόδωρος δὲ, καὶ ταύτην πλημμελῶς ἐξηγεῖται τὴν ῥῆσιν, φάσκων, οὐκ εἶπεν δι’ αὐτοῦ, ἀλλ’ ἐν αὐτῷ. οὐ γὰρ τὴν πρώτην λέγει κτίσιν, ἀλλὰ τὴν ἐν αὐτῷ γενομένην ἀνάκτισιν, καθ’ ἣν τὰ πάντα διαλελυμένα, εἰς συμφωνίαν ἤχθη μίαν, ὡς καὶ ἀλλαχοῦ φησίν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ · τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Ὅτι δὲ ταῦτα Παύλου τοῦ Σαμοσατέως φησὶν εἶναι ὁ μακάριος Ἰωάννης , φθάσαντες παρεθέμεθα. ἐναντιούμενος δὴ συνήθως πᾶσι τοῖς ἁγίοις πατράσι, καὶ ταῦτα ἐπιφέρει—οἱ δέ γε παρερμηνεύειν βουλόμενοι τὰ ῥητὰ καὶ τὸ ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ἐπὶ τῆς θείας ἐκλαβεῖν ἐπιχειρήσαντες φύσεως, οὐδαμῶς συκοφαντῆσαι τὴν ἑρμηνείαν ἡμῶν δυνήσονται ἀπὸ τῆς ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρωπίνα μεταβάσεως, ἤτοι τῆς ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεία· τὸ γὰρ αὐτὸ καὶ αὐτοὺς ποιῆσαι ἀνάγκη· τὰ μὲν ἀνώτερα ἐπὶ τῆς ἄνω ἐκλαμβάνοντας φύσεως· τὸ δὲ πρωτότοκος ἐκ τῶν νεκρῶν εἰ τὰ πάντα ἀναισχυντοῖεν, οὐδαμῶς ἐκλαβεῖν ἐπὶ τῆς θείας δυναμένους φύσεως. προφανῶς τοίνυν κἀν τούτοις ἀπεδείχθη Θεόδωρος τὴν πρὸς τοὺς ἁγίους πάντας ἀράμενος μάχην. Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. ( Χρυσοστόμου .) Ὁ μακάριος Ἰωάννης φησίν· τὸ πλήρωμα οἱ μὲν τῆς θεότητος φασὶν, καθάπερ ὁ Ἰωάννης ἔλεγεν ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. τουτέστιν, εἴτι ἦν ὁ υἱὸς, ὅλος ὁ υἱὸς ἐκεῖ ᾤκησεν· οὐχὶ ἐνέργειά τις ἀλλ’ οὐσία· οὐκ ἔχει δὲ αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ θεοῦ· τοῦτο γάρ ἐστιν ὅτι ἐν αὐτῷ εὐδόκησεν· καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν· ἵνα μὴ νομίσῃς ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, εἰς αὐτὸν φησίν· καὶ μὴν ἀλλαχοῦ φησὶν ὅτι τῷ θεῷ καταλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίοις ἐπιστολῇ φησίν. καλῶς εἶπεν δι’ αὐτοῦ ἀποκαταλλάξαι· ἤδη γὰρ ἦσαν κατηλλαγμένοι· ἀλλὰ τελείως· ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. πῶς; οὐ γὰρ ἡ καταλλαγὴ ἀπεδίδοτο μόνον, ἀλλὰ καὶ ὁ τρόπος τῆς καταλλαγῆς· εἰρήνη διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. μέγα μὲν τὸ καταλλάξαι· τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον. καὶ τὸ τούτου μεῖζον, τὸ διὰ τοῦ αἵματος· οὐχ ἁπλῶς αἵματος· ἀλλὰ τὸ τούτου μεῖζον, διὰ τοῦ ἰδίου σταυροῦ· ὥστε πέντε θαυμαστά ἐστιν, τῷ θεῷ κατήλλαξεν, δι’ ἑαυτοῦ· διὰ τοῦ αἵματος αὐτοῦ· διὰ τοῦ σταυροῦ· ἵνα γὰρ μὴ νομίσῃς πέντε εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ’ ἑαυτὸν, λέγει δι’ ἑαυτοῦ· πῶς οἶδεν μέγα τοῦτο ὄν; ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ’ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο. Τί δὲ ἐστὶ τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς· εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζεν, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησεν; ἢ καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; τί οὖν ἐστιν; ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ· ἐκπεπολεμωμένοι ἦσαν οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους· τὸν δεσπότην ὁρῶντες τὸν ἑαυτὸν ὑβριζόμενον· τὰ μὲν οὖν ἐν τοῖς οὐρανοῖς οὕτως μετέστησεν· ἐκεῖ τὸν ἄνθρωπον ἤγαγεν αὐτοῖς, τὸν ἐχθρὸν, τὸν μισούμενον· οὐ μένοντα ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν· ἀνήγαγεν πρὸς αὐτοὺς αὐτὸν τὸν ἐχθρὸν καὶ πολέμιον· τοῦτο εἰρήνη βαθεία. Ἄγγελοι ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐράνῳ ἐφάνη. δοκεῖ δέ μοι ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ υἱὸς ἐκεῖ ἀνελήφθη. καὶ τὸ μὲν πρὶν ἐπὶ γῆς ἐφαίνοντο ἄγγελοι πρὸς τιμωρίαν ἀποστελλόμενοι ἐπὶ τῶν Ἰσραηλιτῶν · ἐπὶ τοῦ Δαβὶδ , ἐπὶ τῶν Σοδομιτῶν · ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος . νῦν δὲ ἐξ ἐναντίας ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτούς· καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. καὶ θέα μοι τὸ παράδοξον· τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγεν· ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι· διὰ τοῦτο εὐχαριστοῦμεν λέγοντες· δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τουτέστιν καταλλαγή. Σευηριανὸς δέ φησιν, ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα θεοῦ ἡ ἐκκλησία λέγεται· ηὐδόκησεν οὖν ὁ θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τουτέστιν τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ ἐν τῷ Χριστῷ , οἷα ἐν κεφαλῇ ἰδίᾳ, οἰκῆσαι· τουτέστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι· ἀλλὰ μὴ ἀγγέλων· ηὐδόκησε γὰρ δι’ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι’ ἀγγέλων· καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ . ΚΕΦ. Δ. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ πίστεως. Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους ἐνώπιον αὐτοῦ. Ἐνταῦθα δείκνυσιν ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς, κατήλλαξε· καὶ ἵνα μὴ νομίσῃς διὰ τοῦ εἰπεῖν ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους, ἀνάγκης εἶναι, προσεπάγει τὸ ἀπηλλοτριωμένους, ἀντὶ τοῦ οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ καὶ ἀναξίους ὄντας, ἀπήλλαξεν, μὴ δὲ προσδοκῶντας ἐπανελθεῖν· εἶτα οὐχὶ μέχρι τῆς προαιρέσεως μόνης ἡ ἀλλοτρίωσις, ἀλλὰ τί; καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς· καὶ ἔχθροι ἦτε φησίν, καὶ τὰ τῶν ἐχθρῶν ἐπράτ τετε· νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι, φησίν, τῆς σαρκὸς αὐτοῦ· πάλιν τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς· ὅτι ἐν τῷ σώματι· οὐχὶ ἁπλῶς πληγεὶς οὐδὲ μαστιγωθεὶς, ἀλλὰ καὶ ἀποθανών· καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ· διὰ τοῦτο πάλιν τοῦ σταυροῦ μέμνηται εἰς τὸ παραστῆσαι, φησίν, ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ τοῖς εὐδοκιμηκόσι κατέστησεν· καὶ τὸ δὴ μέγα, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ ἔδωκεν, καὶ τὸ ἀνέγκλητον. ἐπίτασις τοῦ ἀμώμου τὸ ἀνέγκλητον· ὅταν μηδὲ μέχρι καταγνώσεως ἢ ἐγκλήματος ᾖ τί πεπραγμένον ἡμῖν. ἀλλ’ ἐπειδὴ τὸ ὅλον αὐτῷ τέθεικεν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν· διὰ τοῦτο ἐπήγαγεν, Εἴγε ἐπιμένετε τῇ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου. Τὴν ῥαθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει· καὶ οὐχ ἁπλῶς εἶπεν ἐπιμένετε· ἔστιν γὰρ ἐπιμένειν σαλευόμενον, διχοστατοῦντα· εἴγε ἐπιμένετε, φησίν, τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι, ὅρα οὐδὲ φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίτονον· ἀλλὰ πίστιν καὶ ἐλπίδα. τουτέστιν ἐὰν μένητε πιστεύοντες ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων· ἐπὶ μὲν γὰρ τῆς ἀρετῆς, οὐκ ἔνι μὴ μετασαλευθῆναι κἂν μικρόν· ἐπὶ δὲ τῆς πίστεως καὶ τῆς ἐλπίδος δυνατόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ εὐαγγελίου ἀλλ’ ἢ ὁ Χριστός ; αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος, οὐχὶ ἄγγελοι· ὥστε ὁ ἑτέροις ἐπιγράφων μετακεκίνηται· οὗ ἠκούσατε, φησίν· καὶ πάλιν αὐτοὺς φέρει μάρτυρας· εἶτα τὴν οἰκουμένην ἅπασαν. οὐ λέγει τοῦ κηρυττομένου, ἀλλ’ ἤδη πιστευθέντος καὶ κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συνετέλει· μέγα γὰρ ἦν αὐτοῦ τὸ ἀξίωμα λοιπὸν πανταχοῦ δεομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου. Θεόδωρος φησίν· τοῦτο γὰρ ἦν ἔρ γον αὐτοῦ, τὸ κηρύττειν εἰς τὰ ἔθνη τὸ Εὐαγγέλιον ἔξω τῆς τῶν νομικῶν παρατηρήσεως. ΚΕΦ. Ε. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παράστασιν θεοῦ. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ , ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ὥστε φησίν, ἥδομαι καὶ πάσχων ὑπὲρ ὑμῶν· καὶ ἐπειδὴ προλαβὼν ὑπὲρ τῆς ὑμετέρας εὐεργεσίας ἔπαθεν ὁ Χριστὸς , ὥστε σῶμα ἑαυτοῦ ὑμᾶς ἀποφῆναι διὰ τῆς ἀναστάσεως· τὰ προσλείποντα ταῖς θλίψεσιν αὐτοῦ ταῖς ὑπὲρ ὑμῶν ἀναπληρῶ. τί δὲ ἦν τὸ προσλεῖπον; τὸ μαθόντας ὑμᾶς τίνα ἔστι τὰ ὑπὲρ ὑμῶν κατορθωθέντα, παρ’ αὐτοῦ δέξασθαι τὴν περὶ αὐτῶν ἐπαγγελίαν· τοῦτο δὲ ἄνευ πόνων καὶ θλίψεων γενέσθαι οὐδαμῶς οἷόν τε ἦν· ὑπὲρ δὴ τούτων πάσχω, περιϊὼν καὶ κηρύττων ἅπασι τὰ κατορθωθέντα· ὥστε ὑμᾶς πιστεύσαντας τῇ διαθέσει τῆς ψυχῆς, τὴν πρὸς αὐτὸν οἰκείωσιν δέξασθαι· τούτων γὰρ ἐγὼ κατέστην διάκονος. ( Χρυσοστόμου .) Ὁ μακάριος δὲ Ἰωάννης φησίν, καὶ διάκονος φησίν, ἀντὶ τοῦ οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρω· ἀλλὰ τὰ ἑτέρων καταγγέλλων, οὕτω πιστεύω ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ὁρῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ ἀλλ’ ὑπὲρ ὑμῶν· καὶ ἀνταναπληρῶ, φησίν, τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. δοκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο· ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο· ἀλλὰ καὶ φιλοστοργίας τῆς περὶ τὸν Χριστόν · οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου τὰ πάθη· τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. καὶ ἃ ἐγὼ πάσχω, δι’ ἐκείνου πάσχω, φησίν· ὥστε μὴ ἐμοὶ χάριν ἔχετε, ἀλλ’ ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα· ὥσπερ ἂν εἴ τις πεμφθεὶς πρός τινα ἀξιώσειεν λέγων, παραβαλῶ σε ὑπὲρ ἐμοῦ· ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγει ὅτι διὰ τόνδε ταῦτα ποιῶ· ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν, ἕτοιμός ἐστι θλιβῆναι δι’ ὑμᾶς· ἐφιλονείκησεν καὶ ἐβιάσατο δεῖξαι ἑαυτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος. καὶ πρὸς ἐκεῖνο ἀποτείνεται ὅτι οὐ δι’ ἡμῶν προσάγεσθε, ἀλλὰ δι’ αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν. καὶ ταυτόν ἐστιν ὥσπερ ἂν εἰ τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς καὶ ἐν τῷ πολέμῳ στήκοι· εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξαιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. διὰ γὰρ τοῦτο καὶ ὑστερήματα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι ὑπὲρ ὑμῶν· καὶ μετὰ θάνατον γὰρ πάσχει· εἶκε ἔτι ἐλλείμματα ἔμεινεν. οὐ τοίνυν ἑαυτὸν ἐπαίρων λέγει ταῦτα, ἀλλὰ τὸν Χριστόν · δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα· καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσιν τῷ ἐπαγαγεῖν ὑπὲρ τοῦ σώματος αὐτοῦ. ὅρα πῶς ἡμᾶς συνῆψεν αὐτῷ. τί τοίνυν ἐπεισάγετε διὰ μέσου ἀγγέλους; Κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ. Ἤτοι τοῦτό φησιν, ὅτι οὕτως ἠθέλησεν αὐτοῦ ἀπελθόντος ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι διακεῖσθε· αὐτὸς γάρ ἐστιν ὁ παθών· αὐτὸς ὁ πρεσβεύων. ἢ τοῦτό φησιν, ὅτι ἐμὲ τὸν μάλιστα πάντων διώκτην, διὰ τοῦτο εἴασεν διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύττων. ἢ οἰκονομίαν φησίν, ὅτι οὐκ ἔργα ἐζήτησεν, οὐδὲ πράξεις, οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα· οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. εἰς ὑμᾶς, φησίν, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ· περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους, τῷ εἰπεῖν πληρῶσαι· τὸ γὰρ ἔθνη ἀπερριμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς τοῦ θεοῦ. ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα φησίν· δείξας δὴ τὸ μεῖζον τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα· τότε τὸ σαφέστερον ἐπάγει· ὅτι καὶ τοῦτο τοῦ θεοῦ ἐστιν τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς· καὶ δείκνυσιν ἐνταῦθα οὐ φανερῶς ὅτι καὶ τοῦτο οἰκονομίας τὸ νῦν λεχθῆναι ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας· ἀλλ’ ὥστε δεκτικοὺς γενέσθαι· ὁ γὰρ θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ· ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν· καὶ τοῦτο αἴτιον τοῦ παραγενέσθαι νῦν τὸν Χριστὸν , ἀλλὰ μὴ πάλαι. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τὶ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ . Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν, τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τίς αὐτὸ ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τίς κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ θεοῦ υἱὸς ᾔδει. καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἶπεν, ἀλλ’ ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστιν, καὶ ἄνωθεν ταῦτα ὁ θεὸς ἐβούλετο, καὶ οὕτω διατετύπωτο. διατί δὲ οὐκέτι λέγει· ἀπὸ τῶν αἰώνων, φησίν· ἐξ ἀρχῆς, ὥσπερ ἂν εἴποι τίς· καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ θεός· καί που κεκρυμμένον; ἐν τῷ Χριστῷ · νυνὶ δὲ ἐφανερώθη, φησί, τοῖς ἁγίοις αὐτοῦ. ὥστε τῆς οἰκονομίας ἐστι τοῦ θεοῦ τῶν ὅλων· καὶ ἔτι καὶ νῦν κέκρυπται, εἴγε τοῖς ἁγίοις ἐφανερώθη μόνοις. μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασιν. διατί μόνοις; οἷς ἠθέλησεν φησίν· ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν· τὸ δὲ θέλειν αὐτοῦ οὐκ ἄλογον· χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι φρονεῖν· εἶπεν οἷς ἠθέλησε γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Σεμνῶς εἶπεν· καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων· ὅτι καὶ τοῦτο ἐπιτάσεως, ἀορίστως εἰπεῖν τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν. μάλιστα γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται· καθὼς καὶ ἀλλαχοῦ φησί· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν. φαίνεται μὲν γὰρ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα· τὸ γὰρ ἀθρόον ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα, ἁπλῶς, διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης, χωρὶς ἔργων, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. ὅτι ὁ πάντων ἀνώτερος, καὶ ἀγγέλων καὶ ἀρχῶν κρατῶν καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονεν, καὶ μυρία ἔπαθεν, καὶ ἀνέστη καὶ ἀναλήφθη. Ταῦτα πάντα μυστηρίου ἦν· καὶ μετ’ ἐγκωμίου τίθησι λέγων· ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. εἰ δὲ ἐν ὑμῖν ἐστιν, τί ἀγγέλους ζητεῖτε τοῦ μυστηρίου τούτου; ἔστι γὰρ καὶ ἄλλο μυστήριον· ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν· ὅ ἐστι θαυμαστόν· ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο· ὅς ἐστι Χριστὸς ἐν ὑμῖν· ἡ ἐλπὶς τῆς δόξης ὃν ἡμεῖς καταγγέλλομεν ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ ἄγγελοι διδάσκοντες, φησί, καὶ νουθετοῦντες· οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ τοῦτο τῆς τοῦ θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. ἐπειδὴ τὸ διδάσκοντες μέγα ἦν, ἐπήγαγεν, νουθετοῦντες· ὅπερ ἦν πατρὸς μᾶλλον ἢ διδασκάλου. ἐν πάσῃ σοφίᾳ· ὥστε σοφίας δεῖ πάσης· τουτέστιν πάντα ἐν σοφίᾳ λέγοντες· τὸ γὰρ τοιαῦτα δυνηθῆναι μαθεῖν, οὐ τοῦ τύχοντος ἐστίν. Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ . Τί λέγεις; πάντα ἄνθρωπον; ναί, φησι, τοῦτο σπουδαζόμεν, τέλειον ἐν Χριστῷ Ἰησοῦ · οὐκ ἐν νόμῳ, οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον ἐν Χριστῷ · τουτέστιν ἐν τῇ γνώσει τοῦ Χριστοῦ . εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἀγρυπνίας. ( Σευηριανός .) Καὶ ἕτερος φησίν, πλοῦτος ἡμῖν, φησίν, Χριστὸς ἐδόθη· μὴ γενώμεθα πτωχοὶ, εἰς ἀγγέλων προστασίας τραπέντες. ( Θεόδωρος .) Καὶ ἄλλος ὁμοίως, οὗτος ὁ μέγας πλοῦτος ὁ Χριστὸς , καὶ τὸ ἐπ’ αὐτῷ πιστεύειν· οὗτος γὰρ ἡ τῆς μελλούσης δόξης ἐλπίς· ὁ καὶ τὴν αἰτίαν ἡμῖν τοῦ προσδοκᾶν ἐκεῖνα χαρισάμενος. μυστήριον δὲ καλεῖ τὴν περὶ τὰ ἔθνη χάριν, ὡς ἂν ἄδηλον οὖσαν τοῖς πρὸ τούτου. ἐπίγνωσιν δὲ μυστηρίου τὴν μετουσίαν αὐτῆς· εἶτα δείκνυσι θεῖον ὂν κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησίν, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει, ὃ ἴσχυρόν με ποιεῖ εἰς τοῦτο, δηλονότι τοῦτο βούλεται. ΚΕΦ. ϛ. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ ἀπατηλῇ τοὺς ἐν Χριστῷ τὴν σοφίαν ἔχοντας. Θέλω γὰρ ὑμᾶς εἰδέναι, ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ . Χρυσοστόμου . Δείκνυσι τὴν πρὸς αὐτοὺς ἐνταῦθα φιλοστοργίαν· εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω· ἀλλὰ διατί καὶ ὅσοι οὐχ ἑωράκασι, φησίν, τὸ πρόσωπόν μου ἐν σαρκί; θείως δείκνυ σιν ἐνταῦθα ὅτι ἑώρων αὐτὸν συνεχῶς ἐν πνεύματι· μαρτυρεῖ αὐτοῖς ἀγάπην πολλήν. Ἵνα παρακληθῶσι αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ καὶ πατρὸς καὶ Χριστοῦ , ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα ἔχω, φησίν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ, εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως· τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφορημένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγάπης· εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ πατρὸς καὶ τοῦ Χριστοῦ · ὥστε τοῦ θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοί εἰσι καὶ ἀπὸ ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν θησαυροὶ εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ πάντες, τὸ μηδὲν ἀγνοεῖν· τῷ δὲ ἀπόκρυφοι τὸ μόνον εἰδέναι. ( Θεόδωρος .) Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἶναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἂν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὅποτ’ ἂν φαίνεται καὶ αὐτός. Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογί ζηται ἐν πιθανολογίᾳ. Χρυσοστόμου . Ὁρᾷς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῇτε· παραλογίζηται, φησίν, ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν. Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τάξιν τὴν εὐταξίαν φησίν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· στερέωμα εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει· οὐ μόνον, φησίν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεέν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἂν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ’ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· ὡς οὖν παρελάβετε. οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσάγουσα πρὸς τὸν πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει ἐκείνη ἡ ὁδὸς ἐκεῖ. ἐρριζώμενοι· τουτέστιν πεπήγοτες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθάνοντες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέχοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας. τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· καθὼς ἐδιδάχθητε. πάλιν τὸ καθώς· περισσεύοντες, φησίν, ἐν εὐχαριστίᾳ. οὐ λέγω ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἢ ἐμάθετε. Βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν. Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπεισίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. βλέπετε μή τις ὑμᾶς· καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, διὰ τῆς φιλοσοφίας, φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς φιλοσοφίας, προσέθηκεν καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν . τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοιχεῖα κόσμου, ἥλιον καὶ σελήνην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; καὶ οὐκ εἶπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν · πρότερον διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ· καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι , παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς; Οὐ κατὰ Χριστόν · ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Τουτέστιν εἴτι ἔστι, θεὸς ἐν αὐτῷ κατοικεῖ· ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι. ( Σευηριανός .) Ἄλλος φησίν, ὅτι τὴν ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. τὸ δὲ σωματικῶς ἐν ταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Ἐκκλησία; ( Κυρίλλου .) Ἢ περὶ τοῦ πατρὸς τινὲς φασίν· καὶ λέγει ὅτι τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. καὶ πάλιν ὁ ἀπόστολος ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ τὸ ὅλον λέγεται πλήρωμα. ἔπειτα τὸ σωματικῶς· τί ἐβούλετο; ὡς ἐν κεφαλῇ. τί δὲ πάλιν τὸ αὐτὸ λέγει· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι; τί οὖν ἐστιν; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ · ὡς ὅταν λέγῃ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς· καὶ εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· καὶ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται; καὶ συγκληρονόμους καλῶν· εἶτα περὶ τοῦ ἀξιώματος· καὶ αὐτός ἐστι, φησίν, ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπήγαγεν.