Ἐν τοῖς καιροῖς τῶν ἁγίων ἀποστόλων , ἐν οἷς καὶ ἡ τοῦ λόγου θεότης καὶ ἔνσαρκος οἰκονομία δι’ αὐτῶν τοῖς ἀνθρώποις ἠγγέλλετο, τότε ὁ τῆς οἰκουμένης κῆρυξ καὶ ἀπόστολος паулъ διερχόμενος τὰ ἔθνη κατήντησεν εἴς τινα μέρη τῆς Ἰσαυρίας , καθὼς καὶ οἱ εὐκτήριοι τόποι τὴν ἐπιστασίαν αὐτοῦ σημαίνουσιν. καὶ μαθών, ὅτι πᾶσαι αἱ πόλεις αὐτῶν καὶ αἱ περίχωροι ἐμμανῶς ἔχουσιν ὑπὲρ πάντα τὰ ἔθνη πρὸς τὴν τῶν εἰδώλων ἀπάτην καὶ περὶ τὰς μιαρὰς αὐτῶν θυσίας , ἀνελθεῖν καὶ ἐπὶ τὰ ἀνατολικὰ гориьинїмъ μέρη ἐπείγετο. ἀλλ’ ἐκωλύθη ὑπὸ τοῦ πνεύματος διὰ τὴν πολλὴν αὐτῶν ἀπιστίαν καὶ ἀπανθρωπίαν· ἐγνωκὼς ὡς οὐκ ἀποδέξονται τὸ κήρυγμα διὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν τοῖς χοίροις ἐξέκλινεν ἀπ’ αὐτῶν , ἀναγκαῖον ἡγησάμενος ἄλλοις πρότερον ἀπεκδεχομένοις κηρύξαι τὸν λόγον ἀνεμποδίστως κατὰ ἀποκάλυψιν τοῦ πνεύματος. ἐπειδὴ οὖν πᾶς ὁ προσπαρακείμενος Ταῦρος ἐπεπύκνωτο τῆς τῶν κωμῶν πολυανδρίας ἐπ’ ὄρεσι κειμένων ἀλσώδεσιν ἀλσωδῶν , ὅθεν τύραννοι καὶ αὐτόνομοι ὑπῆρχον (ἀπὸ γὰρ τῶν τόπων τὸν τρόπον ὠμότερον κεκτημένοι οὐ ῥᾴδιον ἐπὶ τὸ τῆς εὐσεβείας μυστήριον ἐλθεῖν ἐπείθοντο), ὅθεν bis ὅθεν suspectum ὑπερετέθη τότε κηρυχθῆναι αὐτοῖς τὸ εὐαγγέλιον. ἐπὶ πολὺ γὰρ ἡ ἄνομος αὐτῶν καὶ δαιμονιώδης διενέμετο εἰδωλομανία.