Β ούλομαι σήμερον ἀγαπητοὶ τὴν κυριακὴν ἐγκωμιάσαι ἡμέραν. τὴν ὑπὸ πολλῶν μὲν τιμωμένην, ὑπὸ πολλῶν δὲ ὑβρι ζωμένην· μᾶλλον δὲ τὴν ὑπὸ θεοῦ θῦ τιμωμένην ὑπὸ δὲ τῶν ἀνθρώπων ἀνών ὑβριζομένην· διατί ὑβρίζεις ὢ ἄνθρωπε ἄνε τὴν ὑπὸ θεοῦ θῦ τιμωμένην ἡμέραν· διατί παρέρχη ὅρους αἰω νίους οὓς ἔθετο ὁ θεὸς θς · διατί λύεις αὐτοῦ τοὺς νόμους· ἐξε δύσω τὸν παλαιὸν ἄνθρωπον ἄνον καὶ τὰς πράξεις αὐτοῦ, διατί αὐτὸν ἐνδύσασθαι σπεύδεις· ἔργασαι οὖν ἐν τῇ κυριακῇ ἡμέρᾳ, οὐ τὰ τῆς κοιλίας· ἀλλὰ τὰ τῆς βασιλείας τῆς οὐρανίου οὐνίου · μὴ εἰ σέρχου ἐν αὐτῇ εἰς χώραν ἢ εἰς ἀμπελῶνας· ἀλλἀ τρέχε ἐν αὐτῇ, εἰς ἐκκλησίας καὶ εἰς μαρτύρια· μὴ σπείρης ἐν αὐτῇ σπέρματα γήινα· ἀλλ' ἔργασαι ἐν αὐτῇ ἔργα πνευματι πνι κὰ· μὴ τυπτήσης ἐν αὐτῇ βοῦν ἀροτριοῦντα· ἀλλὰ τύπτησον ἐν αὐτῇ εὐχόμενος τὴν ἑαυτοῦ ψυχήν· μίμησαι τὸν τε λώνην ἐκείνον τὸν τυπτήσαντα καρδίαν ἑαυτοῦ, καὶ ἀνοίξαντα θύραν φιλ ανθρωπίας ανίας · τὸν ἀνελθόντα εἰς τὸ εἰς τὸ ἱερὸν ἁμαρτωλὸν, καὶ κατελθόντα δὲ δικαιωμένον· τὸν ἀνελθόντα τετραυματισμένον, καὶ κατελθόντα τεθεραπευμένον· ἀνῆλθε φορῶν ἁμαρτίας, καὶ κατῆλ θεν ἐνδεδυμένος δικαιοσύνην· ἀνῆλθε μεμελαμωμένος ὡς κόραξ, καὶ κατῆλθεν λευκὸς ὡς περιστερά· ἀνῆλθε λυπούμενος εἰς τὸ ἱερὸν, καὶ κατῆλθεν εἰς τὸν ἴδιον οἶκον χαιρόμενος· κίνησον οὖν καὶ αὐτὸς ἀγαπητὲ τὰς χεῖρας σου ἐν τῇ κυριακῇ ἡμέρᾳ· οὐχ ἵνα σαρκικὰ συνάξεις χρήματα, ἀλλ' ἵνα πνευματι πνι κὰ θερίσης ἀγαθά· εὐλόγησε γὰρ ὁ θεὸς θς τὴν ἡμέραν τῆς κυριακῆς καὶ ἡγίασεν αὐτὴν· εὐλογίας οὖν χρήζει οὐχὶ ἐργασίας· ἁγιωσύνης δέεται οὐχὶ ἐπιθυμίας· εὐλόγησον αὐτὴν διὰ τῆς ὑμνολογίας, ἵνα ὁ θεὸς θς εὐλογήσησε διὰ τῆς φιλ ανθρωπίας ανίας · ἁ γίασον αὐτὴν διὰ τῆς σωφροσύνης, ἵνα ἁγιάσησε διὰ τῆς κοινωνίας· μίαν ἡμέραν ὀφείλεις ἀργῆσαι διὰ τὸν θεὸν θν κατ' ἑβδομάδα ἀγαπητέ· ποίαν ἐξ αὐτῶν θέλεις ἀργήσαι εἰπέ μοι· τὴν τῶν ἰουδαίων, ἢ τὴν τῶν ἑλλήνων· ἢ τῶν χριστιανῶν· τρία τάγματα εἰσὶν ἐν τῶ κόσμω· ἰουδαίων· ἑλλήνων· χριστιανῶν· ἰουδαῖοι, ἀργοῦσιν ἐν τῷ σαββάτῳ· ἕλληνες ἀργοῦσιν ἐν τῇ πέμπτῃ· χριστιανοὶ ἀργοῦσιν ἐν τῇ κυριακῇ· μετὰ ποίων οὖν τούτων θέλεις ἀργῆσαι εἰπέ μοι· μετὰ ἰουδαίων, ἀλλ' οὐκ εἶ περιτετμημένος· μετὰ ἑλλήνων, ἀλλ' οὐκ εἶ εἰδωλολάτρης· ἐκεῖνοι ἀσεβεῖς ὄντες ἀγαπητὲ, τὰς ἑαυτῶν ἀργοῦσιν ἡμέρας· καὶ σὺ χριστιανὸς ὢν τὴν ἑαυτοῦ κατα φρονεῖς ἡμέραν; πεῖσον τὸν ἕλληνα ἐργάσασθαι ἐν τῆ πέμπτη, καὶ ἡσυχάζω· πεῖσον τὸν ἰουδαῖον ἐργάσασθαι ἐν σαββάτω, καὶ οὐ λαλῶ· ἐκεῖνοι παρὰ γνώμην θεοῦ θῦ τὰς ἑαυτῶν ἀργοῦσιν ἡμέρας· πολλῶ οὖν μᾶλλον ἡμεῖς οἱ κατὰ γνώ θεοῦ θῦ ποιεῖν τοῦτο ὀφείλομεν: παρανομεῖς οὖν ἀγαπητὲ, ἐὰν τὰς ἑπτὰ ἡμέρας ἐργάσει· καὶ ὅτι παρανομία ἐστὶν, μαρτυρεῖ ὁ θεὸς θς διδάσκων· ἐν ταῖς ἓξ ἡμέραις ποιήσεις φησὶ τὰ ἔργα σου· ἐν δὲ τῆ ἑβδόμη, οὐ ποιήσεις πᾶν ἔργον· ἀναπαύσεως γάρ ἐστιν λογικῶν τε καὶ ἀλόγων· ἀναπαυέτω ἐν αὐτῇ ἀ γαπητὲ ὁ βοῦς σου καὶ ὁ παῖς σου καὶ ἡ παιδίσκη σου· καὶ ὁ ὄνος σου καὶ οἱ μίσθιοί σου· δὸς αὐτοῖς ἐν τῆ κυ ριακῆ ἀνάπαυσιν· ἵνα ἀναπαῆς ἐν τῆ μεγάλη ἡμέρα τῆς ἀνστάσεως· εὐλογήσει ὁ βοῦς σου καὶ ἡ ὄνος σου τὸν δώσαντα αὐτοῖς τὴν κυριακὴν εἰς ἀνάπαυσιν· καὶ ὅτι λαλεῖ τὰ ἄλογα ζῶα ὅτε θέλει ὁ θεὸς θς , βαρεῖται τὸν βαλαὰμ βαστάξασα ἡ ὄνος· τί με τύπτεις φησὶν ἀ δίκως· ἄγγελον ὁρῶ ἑστῶτα ἐν τῇ ὁδῷ· κατέχοντα μάχαιραν δίστομον· κατελθὼν προσκύνησον φησὶν· μή ποτε σφαγῶμεν ἀμφότεροι· ἐλάλησεν ἡ ὄνος ἵνα ἡ συναγωγὴ σιωπήσει· ἀνεώχθη τὸ στόμα τῆς ὄνου, ἵνα τὸ στόμα τῶν ἰουδαίων καὶ αἱρετικῶν ἐμφραγῆ· ἐνεφράγη γάρ φησιν στόμα λαλοῦντων ἄδικα. ἐλάλησεν ἡ ὄνος, ἐπειδὴ ἀδίκως ἐτύπτετο· μὴ τυπτήσης τὸν βοῦν σου ἐργαζόμενον ἐν τῇ κυριακῇ· ἵνα μὴ στραφεὶς εἴπη πρὸς σὲ· τί με τύπτεις· οὐκ ἔξεστί σοι ἐργάζεσθαι σήμερον· ἀλλὰ τάχα ἀειδῶς ἔχετε ταῦτά μου λέγοντος ἀγαπητοὶ, μὴ ἔχετε ἀειδῶς· εἰ γὰρ καὶ αὐστηρὰ τὰ φάρμακα, ἀλλ' ὀφέλειμα εἰς θεραπείαν· εἰ καὶ ὀξεία τα σίδηρα ἀλλὰ τὰ σεσιπότα κόπτει μέλη· αὐστηρὸς καὶ τῶ παι δίῳ ὁ διδάσκαλος· ἀλλὰ παρ' αὐτοῦ κτᾶται σοφίαν· φοβερὸς καὶ τῷ ἀθλητῆ ὁ ἀντίπαλος· ἀλλὰ διατοῦτο λαμβάνει στέφανον καὶ βραβεῖον· σκληρὰ φαίνεται καὶ τοῖς ἀκροαταῖς τὰ διδάγματα· ἀλλὰ διατούτων ὁδη γοῦνται πρὸς τὴν ἀλήθειαν· μὴ οὖν παραβῆς ἐντολὴν θεοῦ θῦ , διὰ τὸ ἐργάσασθαι ἐν τῇ κυριακῇ ἡμέρα· μὴ κατα φρόνει ταύτης τῆς ἐντολῆς· ἐν αὐτῆ γὰρ κρέμμαται ὁ οὐρανὸς οὐνὸς καὶ ἡ γῆ· μὴ λύσης μίαν τῶν ἐντολῶν· πήρωσις γὰρ ἀπὸ μέρους τῶ ἰσραὴλ ιὴλ γέγονε· μὴ καταφρόνει τῆς μικρὰς ζύμης· μικρὰ γάρ φησιν ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· μικρὰ ἐφάνη ἀγαπητὲ καὶ τῷ ἀδὰμ ἡ βρώσις τοῦ ξύλου· ἀλλ' ἐξέδυσεν αὐτὸν τῆς μεγάλης ἐκείνης δόξης· ἄλλος τίς πάλιν ἵνα ἄψηται ἀκαίρως τῆς κιβωτοῦ, ἀπέθεν ἄορως· ἄλλος τίς πάλιν κρύψας γλῶσσαν χρυσὴν μικρὰν, μετὰ τῶν ἑαυτοῦ ἐνεπρίσθη· ἄλλος τίς πάλιν ἵνα γεύσηται ἀκαίρως τῶν θυσιῶν, ἀπεξηράνθη ἡ χεὶρ αὐτοῦ· ἄλλοι πάλιν δύο. ἵνα ἀκαίρως προσενέγκωσι θυμιατήρια, ὑπὸ τῆς γῆς κατεπόθησαν· ἠνύχθη γάρ φησιν ἡ γῆ καὶ κατέπιεδαθᾶν καὶ ἀβηρών· ἵνα δὲ τὸ ἴδιον πληρώσουσιν ἔργον, ἐβράδυναν· διατοῦτο οὐκ ἐδέ χθη αὐτῶν ἡ θυσία· παράμεινον οὖν ἀγαπητὲ ἐν τῇ ἁγία κυριακῇ τῇ ἐκκλησίᾳ· μάθε πῶς πτωχεύουσιν αἱ σχολαὶ τῶν παιδίων ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς· μάθε πῶς ἡσυχάζουσιν αἱ συναγωγαὶ τῶν στρατιωτῶν ἐν τῆ κυριακῇ· μάθε πῶς πενθοῦσιν οἱ θρόνοι τῶν ἀρχόντων ἐν τῇ κυριακῇ· κακείνων μὲν πενθοῦσιν οἱ θρόνοι τοῦ δὲ χριστοῦ χῦ λάμπει ὁ θρόνος· οὐδεὶς βλέπει παῖδα τεταμένον ὑπὸ διδασκάλου ἐν τῇ ἡμέρα τῆς κυριακῆς· οὐδεὶς ὁρᾶ τυπτόμενον τινὰ ὑπὸ χιλιάρχου ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς· οὐδεὶς εὑρίσκει καταδεδικασμένον ἐν τῇ ἁγία κυριακῇ· ἐκδέχονται πάντες τὴν κυριακὴν, ὡς ἐκδέχονται οἱ ἐν φυλακαῖς τὴν ἀπόλυσιν· ὡς μόσχοι ἐν πάλοις δεδεμένοι ἐκδέχονται πάντες τὴν κυ ριακὴν, ὡς ἐκδέχονται αἱ σχολαὶ τῶν παίδων τὴν ἀπόλυσιν· ἐκδέχονται πάντες τὴν κυριακὴν, ὡς ἐκδέχονται τὰ ἀρνία ἐν ταῖς μάνδραις τὴν ἀπόλυσιν· ἐκδέχονται πάντες τὴν κυριακὴν, ὡς ἐκδέχονται οἱ νεκροὶ τὴν ἀνά στασιν· μετὰ χαρᾶς οὖν καὶ ἀγαλλιάσεως τὴν ἡμέραν ἀγαπητοὶ τῆς κυριακῆς φυλάξωμεν· προσφέροντες ἐν αὐτῇ θυσίαν ζῶσαν ἁγίαν· ἔργα δικαιοσύνης· καρποὺς φιλοπτωχίας· εὐχάς· ἀναγνώσεις· δοξάζοντες πατέρα πρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πνα · τὴν μίαν βασιλείαν καὶ θεότητα. νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμὴν:-