ἄ νωθεν μὲν ὁ προφήτης εὐαγγε λιζόμενος ἡμῖν τὴν τῶν προ κειμένων θαυμάτων ἀπόδει ξιν ἔγραφεν· ἰσχύσατε χεῖρες παρειμέναι καὶ γόνατα παρα λελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ ψυχῆ· ἰσχύσα τε μὴ φοβεῖσθε· ἰδοὺ γὰρ ὁ θεὸς ξς ἡμῶν κρίσιν ἀποδίδωσιν· καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθή σονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούουσι· τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μoγγηλάλων. Jes 35,3-6 εἶδες ὡς ἐν εἰκόνι τὸν παράλυτον προανατυπούμενον. βλέπε αὐ τὸν ἄρτι ὑπὸ τοῦ σωτῆρος σρς θερα πευόμενον· βλέπε νῦν πλη ρούμενα τὰ προφητευόμε να· ἰδοὺ γὰρ φησὶν ἔρχονται πρὸς αὐτὸν φέροντες παρα λυτικὸν· καὶ μὴ δυνάμενοι προ σεγγίζειν αὐτῶ διὰ τὸν ὄχλον. ὀρύξαντες τὸν τόπον ὅπου ἦν. χαλῶσι τὸν πάραλυτικόν· ὦ τῆς πίστεως τῶν προσενεγ κάντων· ἄλλοι προσήνεγκαν καὶ ἄλλος σώζεται· οὐκ ἔσχεν ἑαυτὸν ὁ παραλυτικὸς νο σῶν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα· ὁ σωτὴρ σηρ θαυμάσας τῶν προσε νεγκάντων τὴν πίστιν λέγει· διὰ δὲ τὴν πίστιν τῶν προσε νεγκάντων σε τέκνον. ἀφέσον ται σου αἱ ἁμαρτίαι· ὦ τῆς φιλανθρωπίας φιλανιας τοῦ ἰατροῦ· οὐ μόνον ἐθεραπεύθη ὁ νοσῶν. ἀλλὰ καὶ τέκνον αὐτὸν ἐκάλεσε λέ γων· τέκνον ἀφέσονται σου αἱ ἁμαρτίαι· ὥσπερ γὰρ ἰα τροὶ πρώτον τὰ αἰτιατῶν νο σημάτων προαναιροῦσιν καὶ οὕτω τὴν ἰατρείαν ἐπάγουσιν. τοῦτο καὶ ὁ χριστὸς χς ἐποίει· ἔδει γὰρ αἰτίαν τῆς νόσου τυγχάνουσαν τὴν ἁμαρτίαν προανακοπῆ ναι καὶ οὕτω προαναστείλας τὸ κρυπτόμενον. θεραπεύει τὸ φαινόμενον· ἀλλὰ πάλιν οἱ φιλεγκλήμονες φαρισαῖοι γογγύζουσι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας· ὁ δὲ σωτὴρ σηρ δημοσιεύων αὐτῶν τὴν κακὴν ἔννοιαν. θεραπεύει καὶ τὸ φαινόμενον λέγων· τί ἔστιν εὐκοπώτερον εἰπεῖν ἀφέσονται σου αἱ ἁμαρτίαι. ἢ εἰπεῖν ἔγειρε καὶ περιπάτει· κρεῖττον ἦν ἡ ψυχὴ τοῦ σώματος διατοῦτο πρῶ τον αὐτὴν ἔπειτα τὸ σῶμα ἐ θεραπευσεν· τί οὖν οἱ πάντολ μοι ἰουδαῖοι· πάλιν ἐγκαλοῦσι ὅτι ἐν σαββάτῶ τὸν παράλυ τον ἐθεράπευσεν· ἐγκαλεῖς τῶ ἰατρῶ ἐν σαββάτω θεραπεύον τι. ἐγκάλεσόν σου τῆ γυναικὶ ὅτι ἐν σαββάτω ἐγέννησεν. ἐγκάλει καὶ τῶ ἡλίω ἐν σαββά τω ἀνατέλλοντι· ἐγκάλεσον καὶ τῶ οὐρανῶ ουνω ἐν σαββάτω τὸν ὑετὸν καταπέμποντι· ἴσως καὶ τῆ γῆ ἐγκαλέσεις ἐν σαββάτω τὸν καρπόν σοι ἀνατελλούση· εἰ δὲ τοῖς κτίσμασιν οὐκ ἐγκαλεῖς. τί κατὰ τοῦ κτίστου βοᾶς ἐν σαβ βάτω τὴν εὐεργεσίαν ποιή σαντι· ἀλλ' ἐκεῖνοι μὲν ἀχάρι στοι τυγχάνοντες. τῆς βασιλεί ας ἑαυτοὺς ἀπεστέρησαν· ἡ μεῖς δὲ τὸν εὐεργέτην ἐπιγι νώσκοντες. θαυμάζομεν θε ραπεύοντα· δοξολογοῦμεν εὐεργετοῦντα. ὅτι αὐτῶ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἁπάντας αἰῶνας τῶν αἰώνων ἀμήν - τοῦ χρυσοστόμου εἰς τὸν παράλυτον ἤγουν εἰς τὴν β κυριακὴν τῶν ἁγίων νηστείων