οὕτω μὲν οὖν ὁ θεραπευθεὶς τὴν τῶν Ἰουδαίων ἐπεστόμησε λύσσαν, ἴδωμεν δὲ οἷα ὁ θεραπεύσας ἐγκαλούμενος φθέγγεται· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι· μία λέξις καὶ Ἰουδαίων τὴν βασκανίαν καὶ αἱρετικῶν τὴν βλασφημίαν ἀνέκοψεν. ἔδειξεν οὖν τὸν υἱὸν συνθαυματουργοῦντα τῷ φύσαντι· εἰ γὰρ ἐμέ, φησί, τῶν ἔργων ἐπέχεις, θὲς ὅρους ἐργαζομένῳ πνεύματι· ἔπεχε αὐτοῦ τὰ περὶ τὴν κτίσιν ἐν σαββάτῳ προστάγματα, παῦσον ἡλίου τὸν ἐν σαββάτῳ δρόμον, στῆσον σελήνης μαρμαρυγὰς οὐκ αἰσχυνομένας τὸν νόμον, ἐπίσχες ἀστέρων ἐπιστολάς, κώλυσον ἀστέρων τροπὰς, στῆσον καρπῶν ἀνατολάς, ἀνάσχε ἀναχέτησον In P Zeilenwechsel ἀναχέ|τησον, in der Zeile darüber steht στῆσον. ποταμῶν ὁρμάς, στῆσον τὴν τῶν στοιχέων ἐνέργειαν· πάντα γὰρ ταῦτα τῶν τοῦ θεοῦ προσταγμάτων γνωρίσματα. εἰ δὲ δεσπότης ἐκεῖνο μετὰ τοῦ νόμου τῆς κτίσεως , γνωρίζετε καὶ νῦν τῷ γεγεννηκότι ὁμοούσιον· αὐτῷ ἡ δόξα εἰς τὸν αἰῶνα, ἀμήν.