ἀλλ' ἑώρα τὸ γενόμενον θαῦμα τῶν Ἰουδαίων ὁ δῆμος, ἑώρα τοῖς ὄμμασι τοῦ φθόνου τὸ θαῦμα, ἑώρα τὴν θεραπείαν ὡς τιμωρίαν οἰκείαν· εἶδεν γοῦν τὸν παράλυτον σὺν ξένῳ θαύματι μετὰ τῆς κλίνης χορεύοντα· καὶ ὃ δέον προσκυνεῖν τὸν ἐργασάμενον, τὴν τοῦ σαββάτου φυλακὴν προβάλλεται λέγων· τίς ἐστιν ὁ εἰπών σοι· ἔγειρε ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; ἀλλ' ὅρα τοῦ παραλύτου ῥητορείαν ῥητορίαν ἀκατάγνωστον· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνος μοι εἶπεν ἆρον τὸν κράββατόν σου καὶ περιπάτει· ὑπήκουσα προστάττοντι, ᾧ ὃ καὶ τὸ πάθος ὑπήκουσεν· εἶδον τὴν νόσον κελευομένην καὶ φεύγουσαν κἀγὼ κελευσθεὶς ἐπειθόμην· πῶς γὰρ οὐκ ἂν ἐπείσθην, ᾧ ὃ μηδὲ τὸ πάθος ἀντεῖπεν;