ὅ που περ ἂν ἐν τοῖς εὐαγγελι κοῖς λειμῶσι περιενέγκω τὸ βλέμμα, ποικίλων μοι θαυμάτων ὑπαντῶσιν εὐ θὺς πηγαὶ· καὶ τῆς δεσποτι κῆς φιλανθρωπίας φιλανίας . κυμαίνοντα βλέπω τὰ ῥεῖθρα. καὶ πο λύτροπος θαυμάτων ἀνα φύεται πλοῦτος· οὐ γὰρ μό νον σωμάτων ἐξελαύνονται πάθη, ἀλλὰ καὶ ψυχαὶ νο σοῦσαι, θεραπείαν πορί ζονται· ἀφανεῖς νόσοι, φαι νομένοις ἐλαύνονται θαύμασι· διὰ τοῦτο λάζαρον ἐκ τάφου πρὸς βίον ὑπο στρέφει καλούμενος· δια τοῦτο τυφλὸς μετὰ τὴν φύσιν ἀνέβλεπεν· ἵνα αἰ σχυνθέντες ἰουδαῖοι τὸ θαῦμα, πρὸς τὸν θαυμα τουργὸν ἀναβλέψωσι· δια τοῦτο παράλυτος τῶ χρό νω τοῦ πάθους τὸν τάφον μιμούμενος, ὑγιὴς πα ρ' ἐλπίδα μετὰ τῆς κλίνης ἐχόρευε· καὶ μικροῦ δεῖν ἰσό χρονον τὸ πάθος τοῦ πά σχοντος· λυθῆσαι γὰρ τὼν μελῶν αἱ ἁρμονίαι. καὶ χα λασθεῖσαι τῶν νεύρων αἱ δι αστάσεις, ἀκίνητον προσέ ρριψαν φυλάττειν τῆ κλίνη τὸν κύριον κν · ὁ δὲ τοῖς ἀλύτοις τῆς φύσεως δεσμοῖς πι εζόμενος, ἔμενεν ἐν τῶ πάθει τὴν ζωὴν καταλύων· οὐκ ἤρκεσε μία δωδεκὰς ἐτῶν τῶ νοσήματι. οὐδὲ εἰκοστὸν ἔτος ἀναλῶσαν, ἐκορέσθη τὸ πάθος· ἀλλὰ καὶ τρίτη δεκαετερὶς ἐνι κήθη πρὸς γῆρας ὁ πάσχων, ἀφήκετο· καὶ προϊὼν τὸ πάθος ἐνέαζεν· οὐκ ἦν θεραπείας ἐλπὶς· οὐκ ἦν λύσιν προσδοκῆσαι τῆς παραλύσεως· καὶ οὐκ ἄχρι τούτων ἡ συμφορὰ τῶ νοσοῦντι, ἀλλ' ἐδιπλασί αζεν αὐτῶ τὴν ἀθυμίαν, ἡ τῶν ἄλλων ἀρρώστων θεραπεία· γείτων γάρ τις ὑπῆρχεν ἡ κολυμβήθρα· μίαν τοῦ ἔτους ἡμέραν πρὸς ἰατρείαν ἡπλωμένη τοῖς πάσχουσι· σπανίζον δι' ἔτους καρποφοροῦσα τὸ δῶρον, ἕνα μόνον τοῖς δρεπομένοις ἀναδιδοῦ σα τὴν χάριν· τὸν πρῶτον εἰσδραμόντα θεραπεύ σασα, κενοὺς ἐλπίδων τοὺς ἄλλους ἀπέπεμπεν. καὶ τῆ περὶ τὴν θεραπείαν πλεονεξία, τὴν εὐεργε σίαν διέβαλλον· θατέρων δὲ τὸν ἕτερον προαρ πάζειν φιλονεικοῦντες πρὸς τὴν τοῦ ὕδατος κίνησιν· ἐπτεροῦντο μὲν ἅπαντες. εἷς δὲ τὸν ἀ πὸ τῆς κολυμβήθρας καρπὸν ἐλάμβανε· μόνον δὲ οὗτος τῶ πάθει τούτους πάντας νικῶν, μόνος ἐξ ἁ πάντων τῆς θεραπείας ἐκβέβλητο· ἀεὶ μὲν ὀξυδορ κῶν πρὸς τὴν τοῦ ὕδατος κίνησιν· ἀμώμητον δὲ φέ ρων δι' ἀτονίαν τὴν αἴσθησιν· καὶ τῶ μὲν πόθω τῆς ὑγίας τὸν χρόνον θηρεύων· βρα δύτητι δὲ μένων, ἄλλοις μηνυτὴς τῆς θεραπείας ἐγίνετο· καὶ ἦν αὐτῶ ὀδύνη προσθήκη, τῶν θεραπευο μένων ἡ θέα· διατοῦτο π ρὸ τῶν ἄλλων ἁπάντων ἀρρώστων, τῶ παραλύτω παρέστη ὁ σωτὴρ σὴρ · καὶ πρότερον αὐτῶ περὶ θεραπείας λόγον κινεῖ· πρότερον αὐτοῦ τὰς ἐλπίδας σφίγγει λυθήσας καὶ τότε τὰ μέλη συναρ μόζει λυθέντα· θέλεις ὑγιῶν γενέσθαι; ἐκκαίει πρὸς πόθον ὑγίας τὸν κάμνοντα· τί οὖν ὁ παράλυτος· οὐκ ἐτρα χύνθη πρὸς τὴν φωνὴν. οὐ κ ἠγανάκτησε πρὸς τὴν ἐ ρώτησιν· οὐκ εἶπε πεπικρα μένως· βλέπεις ἄνθρωπε ἄνε τοσοῦ τον ὄντα τὸν χρόνον τῆς νόσου. καὶ περὶ τῆς ὑγίας ἐρωτὰς; ἠρωνεύεις τὸ πά θος γελῶν, ὃ ποθῶ; γελᾶς μοι τὴν νόσον; οὐκ ακαίρως τῶ θέλειν ἐπιζητῶ; οὐκ εἶπε ταῦτα ὁ παράλυτος· ἀλλ' εὐ θέως ῥαθυμίαν ἐγκαλούμενος πρὸς τὸν παρόντα δεσπό την ἀπολογεῖται· κύριε κε · ἄνθρωπον ἄνον οὐκ ἔχω· ἵνα ὅταν ταρα χθῆ τὸ ὕδωρ βάλλει με εἰς τὴν κολυμβήθραν· ἐλεει νολογεῖται πρὸς τὸν σωτῆρα σρα · τάχα που νομίσας ὑπηρέτην εὑρεκέναι τοῦ πάθους· ἠγνών δὲ ἆρα ὡς ἰατροῦ παρόντος, κολυμβήθρας εἰς θεραπείαν οὐ δεηθή σεται· τί οὖν ὁ κύριος κς · ἔγειρε ἆρον τὸν κράββατόν σου καὶ πε ριπάτει· ἀπόφασις ἐξίη δε σπότου, καὶ συνεξίει τοῦ παραλύτου τὸ πάθος· ἀν τίδος ὦ παράλυτε τῆ κλίνη, τοῦ καμάτου τὴν χάριν· ἐπι μαρτυρείτω τῆ μεταστάσει τοῦ πάθους, μεταστάσα τὸν τόπον ἡ κλίνη· μᾶλλον δὲ βοάτω μετέωρος τὴν θερα πείαν τοῦ φέροντος· καὶ πα ρὰ σοῦ φερομένης· κήρυξ γενέσθω τοῦ θαύματος· συνοι κιζέσθω σοι πάλιν ἡ κλίνη· ἵνα τῆ ταύτης θέα, ὑπόμνημα ἔχεις τοῦ θεραπεύσαντος· ἀλλ' ἑώρα τὸ γενόμενον θαῦ μα τῶν ἰουδαίων ὁ δῆμος. ἑ ώρα τοῖς ὄμμασι τοῦ φθόνου τὸ θαῦμα· ἑώρα τὴν θερα πείαν, ὡς τιμωρίαν οἰκείαν· εἶδεν γοῦν τὸν παράλυτον σὺν ξένω θαύματι μετὰ τῆς κλίνης χορεύοντα· καὶ ὃ δέον προσκυνεῖν τὸν ἐργασάμενον, τὴν τοῦ σαββάτου φυλακὴν προβάλλεται λέγων· τίς ἐστιν ὁ εἰπών σοι· ἔγειρε ἆρον τὸν κρά ββατόν σου καὶ περιπάτει· ἀλλ' ὅρα τοῦ παραλύτου ῥη τορίαν ἀκατάγνωστον· ὁ ποιή σας με ὑγιῆ, ἐκεῖνος μοι εἶπεν ἆρον τὸν κράββατόν σου καὶ πε ριπάτει· ὑπήκουσα προστάττοντι, ὃ καὶ τὸ πάθος ὑπήκουσεν· εἶδον τὴν νόσον κελευομένην καὶ φεύγουσαν· κἀγὼ κελευσθεὶς ἐπειθόμην· πῶς γὰρ οὐκ ἂν ἐ πείσθην. ὃ μὴ δὲ τὸ πάθος ἀντεῖπεν. οὕτω μὲν οὖν ὁ θεραπευθεὶς τὴν τῶν ἰουδαίων ἐπεστόμησε λύσσαν· ἴδωμεν δὲ οἷα ὁ θε ραπεύσας ἐγκαλούμενος φθέγγεται· ὁ πατήρ πήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι· μία λέξις, καὶ ἰουδαίων τὴν βασ κανίαν, καὶ αἱρετικῶν τὴν βλασ φημίαν ἀνέκοψεν· ἔδειξεν οὖν τὸν υἱὸν συνθαυματουρ γοῦντα τῶ φύσαντι· εἰ γὰρ ἐ μὲ φησὶ τῶν ἔργων ἐπέχεις, θὲς ὅρους ἐργαζομένω πνεύματι πνι · ἔπε χε αὐτοῦ τὰ περὶ τὴν κτίσιν ἐν σαββάτω προστάγματα· παῦσον ἡλ ί ου τὸν ἐν σαββάτω δρόμον· στῆσον σελήνης μαρ μαρυγὰς, οὐκ αἰσχυνομένας τὸν νόμον· ἐπίσχες ἀστέρων ἐπι στολὰς· κώλυσον ἀστέρων τροπὰς· στῆσον καρπῶν ἀνατολὰς· ἀναχέ τησον ποταμῶν ὁρμὰς· στῆσον τὴν τῶν στοιχέων ἐνέργειαν· πάντα γὰρ ταῦτα τῶν τοῦ θεοῦ θῦ προσταγμάτων γνωρίσματα· εἰ δὲ δεσπότης ἐκεῖνο μετὰ τοῦ νόμου τῆς κτίσεως. γνωρίζετε καὶ νῦν τῶ γεγε ννηκότει ὁμοούσιον· αὐτῶ ἡ δόξα εἰς τὸν αἰῶνα ἀμὴν:-