οὗτος κατάκλειστος γενόμενος ὡς φίλος τοῦ Φαραὼ καὶ ὑπ’ αὐτοῦ βασιλεὺς κατασταθείς, ἐξάγεται τῷ τριακοστῷ ἔτει ὑπὸ Εὐιλὰτ Μαρωδὰχ βασιλέως Βαβυλῶνος . καὶ ἔκειρεν αὐτοῦ τὴν κεφα λὴν καὶ ἦν αὐτοῦ σύμβουλος καὶ ἤσθιεν τράπεζαν μετ’ αὐτοῦ ἕως ἡμέρας ἧς ἀπέθανεν . Τούτου οὖν μεταχθέντος, βασιλεύει ὁ υἱὸς αὐτοῦ Ἰωακεὶμ ἔτη τρία. καὶ ἐπὶ τοῦτον ἀνέβη Ναβουχοδονόσορ καὶ μετοικίζει αὐτόν τε καὶ ἐκ τοῦ λαοῦ δέκα χιλιάδας ἀνδρῶν εἰς Βαβυλῶνα καὶ καθιστᾷ ἀντ’ αὐτοῦ Ἰεχονίαν τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ὃν καὶ μετωνόμασεν Σεδεκίαν, μεθ’ οὗ ὅρκια καὶ συνθήκας ποιησάμενος ἄπεισιν εἰς Βαβυλῶνα . οὗτος βασιλεύσας ἔτη ἕνδεκα ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἐπέδωκεν ἑαυτὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου . ἐν δὲ τῷ δωδεκάτῳ ἔτει ἦλθεν ἐπ’ αὐτὸν Ναβουχοδονόσορ καὶ πᾶσα ἡ δύναμις τῶν Χαλδαίων καὶ περιεχαράκωσαν τὴν πόλιν καὶ περι εκάθισαν αὐτὴν κυκλόθεν καὶ συνέσχαν αὐτὴν πάντοθεν· ὅθεν οἱ μὲν πλείονες αὐτῶν λιμῷ διεφθάρησαν, οἱ δὲ ἐν ῥομφαίᾳ ἀπώλοντο, τινὲς δὲ ἀπ’ αὐτῶν αἰχμάλωτοι ἐλήφθησαν. ἡ δὲ πόλις ἐνεπυρίσθη ἐν πυρὶ καὶ ὁ ναὸς καὶ τὸ τεῖχος καθῃρέθη.