Δεῖ οὖν ἡμᾶς, τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιουμένους, ἐκδέχεσθαι ἀκριβῶς τὰ προκείμενα πρὸς πεισμονὴν τῶν ἀκροατῶν· τίνες δὲ καὶ ὁποῖαι αἱ αἰχμαλωσίαι γεγένηνται τῷ λαῷ καὶ ἐπὶ τίνων βασιλέων μὴ παραλείψωμεν. πέντε γὰρ οὗτοι υἱοὶ γίνονται τοῦ μακαρίου Ἰωσίου , Ἰωάχας , Ἐλιακεὶμ ὁ καὶ Ἰωακείμ , Ἰωάνναν , Σεδεκίας ὁ καὶ Ἰεχονίας , καὶ Σαλούμ . καὶ ὁ μὲν Ἰωάχας μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ χρίεται ὑπὸ τοῦ λαοῦ εἰς βασιλέα, ὢν ἐτῶν εἰκοσιτριῶν. ἐπὶ τοῦτον ἀναβαίνει Φαραὼ Νεχαὼ ἐν τῷ μηνὶ τῷ τρίτῳ τῆς βασιλείας αὐτοῦ καὶ λαβὼν αὐτόν, δέσμιον ἄγει αὐτὸν εἰς Αἴγυπτον καὶ ἐπιτίθησιν φόρον τῇ γῇ ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα τάλαντα χρυσίου καὶ καθιστᾷ ἀντ’ αὐτοῦ Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἐπὶ τῆς γῆς, ὃν καὶ μετωνόμασεν Ἰωακείμ . οὗτος βασιλεύει ἔτη ἕνδεκα. ἐπὶ τοῦτον ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος , καὶ λαβὼν αὐτόν δέσμιον, ἄγει αὐτὸν εἰς Βαβυλῶνα καὶ μέρος τι τῶν σκευῶν οἴκου κυρίου τῶν ἐν Ἱερουσαλήμ .