Τὴν ἀκρίβειαν τῶν χρόνων τῆς γενομένης αἰχμαλωσίας τοῖς υἱοῖς Ἰσραὴλ ἐπιδεῖξαι βουλόμενος καὶ τὰς τοῦ μακαρίου Δανιὴλ τῶν ὁραμάτων προφητείας, τήν τε τούτου ἐν Βαβυλῶνι ἐκ παιδὸς ἀνατρο φήν, πρόσειμι καὶ αὐτὸς μαρτυρήσων ὁσίῳ καὶ δικαίῳ ἀνδρὶ προφήτῃ καὶ μάρτυρι Χριστοῦ γεγενημένῳ, ὃς οὐ μόνον τὰ τοῦ βασιλέως Ναβουχοδονόσορ ὁράματα τοῖς τότε καιροῖς ἀπεκάλυψεν, ἀλλὰ καὶ ὁμοίους ἑαυτῷ παῖδας ἐκδιδάξας, μάρτυρας πιστοὺς ἐν κόσμῳ προ ήγαγεν. οὗτος δὴ γίνεται μὲν κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ μακαρίου Ἱερεμίου , τῆς δὲ βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου , [ὃς] ... ἅμα τοῖς λοιποῖς αἰχμαλώτοις ληφθεὶς ἄγεται μετ’ αὐτῶν εἰς Βαβυλῶνα . οὗτος, νέος παῖς ὑπάρχων, πεπαλαιωμένους πρεσβυ τέρους κακῆς ὀρέξεως ἐπιθυμητὰς γενομένους ἤλεγξεν, ἐνδεικνύ μενος ἐν τούτῳ τὸν ἐπουράνιον κριτήν, ὃς ἤμελλεν νεανίσκος δώδεκα ὑπάρ χων ἐτῶν ἐλέγχειν ἐν ναῷ πρεσβυτέρους παραβάτας τοῦ νόμου γεγενημένους. αὕτη μὲν οὖν ἡ ἱστορία ἀνεγνωσμένη γεγένηται πάλαι ἐν Βαβυλῶνι ὑπὸ πρεσβυτέρων ἀνόμων κριτῶν, οἳ νόμον θεοῦ ἐπιλελησμένοι καὶ ἐπιθυμίᾳ σαρκικῇ δεδουλωμένοι ἐπί βουλοι ἐγένοντο γυναικὸς σώφρονος, ἀδίκως δίκαιον αἷμα ἀναιρεῖν ἐπιχειροῦντες. ἔδει τοίνυν ταῦτα οὕτως πληροῦσθαι ἐπ’ αὐτοῖς, ἵνα καὶ τὸ τῶν δικαίων ἐκλεκτὸν γένος πρόδηλον πᾶσιν γενηθῇ καὶ τὸ σῶφρον τῆς μακαρίας Σουσάννης φανερῶς ἐπιδειχθῇ καὶ ὁ δίκαιος καὶ ὅσιος προφήτης Δανιήλ νέος προφήτης τῷ λαῷ ἀποδειχθῇ.