Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐν τῇ Νικαέων ἐκ πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ρωμαίων κόσμου ἐπαρχιῶν καὶ Περσίδος , ἐκ τε τῆς τοῦ θεοῦ χάριτος καὶ θεσπίσματος τοῦ θεοφιλοῦς καὶ εὐσεβοῦς βασιλέως Κωνσταντίνου τοῦ ἡμετέρου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεομάχου Ἀρείου , πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκίᾳ διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀρχιεπισκόπου γενομένου τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ εἰς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον, ἥτινι ἱερᾷ βίβλῳ ἐντυχὼν καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ οἷός τε ἤμην – οὐδὲ γάρ τις ἀνθρώπων τὸ ἄφατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνήμης διὰ στόματος φέρειν δυνήσεται –, πλεῖστα δὲ ὅσα ἐπεσημηνάμην, τά τε τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἧς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος, τάς τε τῶν μισθωτῶν Ἀρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους ἀντιρρήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ γραφικῶν διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπιλύσεις