Μετὰ τὴν ἀπόλυσιν τῆς ἁγίας ἐκκλησίας· καθεζομένου τοῦ μακαριωτάτου ἐπισκόπου Εὐσεβίου , προσελθὼν Ἀλέξανδρος , λέγει αὐτῷ· δέομαί σου κύριέ μου· τίνος ἕνεκεν ἀναγκαῖον φυλάττην τὴν ἁγίαν κυριακὴν καὶ μὴ ἐργάζεσθαι· ποῖον κέρδος ποιῶμεν μὴ ἐργαζόμενοι· ὁ δὲ μακάριος Εὐσέβιος λέγει· ἄκουσον τέκνον καὶ ἐρῶ σοι περὶ πάντων τῶν γινομένων ἐν τῇ ἁγίᾳ κυριακῇ· εἴτε ἀγαθῶν εἴτε πονηρῶν· καὶ τὸ φυλάττειν ἡμᾶς τὴν ἁγίαν κυριακὴν καὶ μὴ ἐργάζεσθαι, ὅτε παρεδίδου ὁ κύριος· τὸν τύπον τοῦ μυστηρίου· λαβὼν τὸν ἄρτον ηὐλόγησεν· καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· λάβετε φάγετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ σῶμα μου τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ὁμοίως καὶ τὸ ποτήριον συνκεράσας καὶ εὐλογήσας, ἔδωκε λέγων· τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησίν. Ἀνάμνησις οὖν ἐστιν τοῦ κυρίου ἡ ἡμέρα αὕτη. διατοῦτο καὶ κυριακὴ ἐκλήθη· πρὸ γὰρ τοῦ δεσποτικοῦ πάθους, οὐκ ἐλέγετο κυριακῆ· ἀλλὰ πρώτη ἡμέρα· ἀρχὴς τῆς ἑβδομάδος, εἷς ἐδωρήσατο τῷ κόσμῳ· καὶ ἐν τῇ τῶν μυστηρίων ἀναμνήση ἐκέλευσεν ἐπιτελεῖσθαι· πρὸς τιμὴν τῆς τῶν μυστηρίων ἱερουργίας· καὶ τῆς ἀναστάσεως τὴν ἀρχὴν ἐκελεύσθημεν μὴ ἐργάζεσθαι, ἀρχὴ οὖν πάσης ἀγαθωσύνης γέγονεν ἡ ἡμέρα αὕτη· ἀρχὴ κτίσεως κόσμου· ἀρχὴ ἀναστάσεως· ἀρχὴ εὐδομάδος· τρεῖς ἀρχὰς ἔχουσα ἡ ἡμέρα αὕτη· τριάδος ἀγαθῆς μηνύει τὴν ἀρχὴν· Ἑπτὰ ἡμέρας ἔχει ἡ ἑβδομάς· τὰς ἓξ ἡμέρας ἔδωκεν ἡμῖν αὐτὰς ὁ Θεὸς εἰς τὸ ἐργάζεσθαι· καὶ τὴν μίαν ἔδωκεν ἡμῖν εἰς ἀνάπαυσιν καὶ εὐχὴν καὶ λύσιν κακῶν· ἵνα ταῖς ἓξ ἡμέραις ἡ ἐποίησας ἁμάρτημα ἐν τοῖς βιωτικοῖς πράγμασιν· ἐρχομένης τῆς κυριακῆς, ὀρθρήσης ἐπὶ τὴν ἐκκλησίαν· καὶ προσελθῶν τῷ δεσπότῃ χριστῷ ἐξομολόγησαι ἐν δάκρυσιν· καὶ ἀνάγγειλον αὐτῷ τὰ ἁμαρτήματά σου· μετανόησον ἐν εὐχὴ· παράμεινον τῇ προσφερομένῃ θυσίᾳ· μνήσθητι ἐν τῇ προσκομιδῇ καὶ τῶν προαπελθόντων αἰώνων καὶ ἀδελφῶν καὶ φίλων καὶ συγγενῶν· τοῦτο γὰρ ποιῶν, μεγάλην ἀνάπαυσιν παρέχεις τοῖς προαπελθοῦσιν· πλήρωσον οὖν τὴν εὐχήν· ἴδε τὸν δεσπότην μελιζόμενον καὶ μὴ μιούμενον· διαδιδόμενον· καὶ μὴ δαπανόμενον· καὶ εἰ μεν ἔχεις καθαρόν τὸ ἀγγεῖον τῆς ψυχῆς σου, πρόσελθε καὶ κοινώνησον τοῖς μυστηρίοις τοῦ Χριστοῦ· εἰ δὲ καταγινώσκεις σου τὸ συνειδὸς· τὴν μὲν κοινωνίαν παραίτησαι, μέχρις οὗ διορθώσης σεαυτὸν διὰ μετανοίας· τῇ δὲ εὐχῇ παράμεινον· καὶ μὴ ἐξέλθῃς ἕως οὗ ἀπολυθῇς· μνήσθητι Ἰούδα τοῦ προδότου· καὶ μὴ ἐξέλθῃς τῆς ἐκκλησίας· ἐκείνου γάρ ἐστιν ἡ ἀρχὴ τῆς ἀπωλείας τοῦ μὴ παραμεῖναι μετὰ πάντων ἐν τῇ εὐχῇ· λαβὼν γὰρ Ἰούδας τὸν ἄρτον ἐν τῷ στόματι· εὐθέως ἐξῆλθεν· καὶ ἐχώρησεν εἰς αὐτὸν ὁ Σατανᾶς· καὶ ἐσπούδασεν εἰς τὴν προδοσίαν· οὕτως καὶ νῦν· ἐὰν πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, τὰς ἐκείνου εὐθύνας ἀπαιτήσαι ὁ θεός· μὴ οὖν δι' ὀλίγην ὥραν, μέλλεις κατακρίνεσθαι μετὰ Ἰούδα τοῦ προσότου· οὐδὲν σὲ βαρῇ ἡ παραμονή· οὐκ ἔχει ὁ ναὸς τοῦ θεοῦ πῦρ· οὔτε ξίφος· οὔτε ἕτερον κολαστήριον, ἀλλὰ ὑπομονὴν μιᾶς ὥρας· δι οὐδὲν οὖν φυλάττειν ὀφείλωμεν τὴν κυριακὴν· ἃ μὴ τοῦ ἔργου ἀπεχόμενοι· σχολάσωμεν τῇ εὐχῇ· καὶ ἐν τοῖς μαρτυρίοις πυκνῶς ἀπιώμεν· οὐ γὰρ μόνον ἐστὶν ἀπέχεσθαι τοῦ ἔργου· ἀλλὰ καὶ τοῦ κακοῦ ἔργου ἀποχὴν ποιῶμεν· πολοὶ ἐκδέχονται τὴν κυριακὴν ἐν πολλῇ ἐπιθυμίᾳ· ἀλλ’ οὐκ ἑνὶ σκοπῶσι πάντες· οἱ μὲν γὰρ ἐκδέχονται φοβούμενοι τὸν θεὸν, ἵνα εὐχὴν ἀναπέμψωσι τῷ Θεῷ· καὶ τοῦ τιμίου σώματος καὶ αἵματος μεταλάβωσιν· οἱ δὲ ῥάθυμοι ἵνα τοῦ ἔργου ἀπεχόμενοι, τοῖς κακοῖς σχολάσουσιν· οἶδα ἐγὼ καὶ οὐ ψεύδομαι· μαρτυρεῖ τὰ πράγματα· ἐπεὶ ἔξελθε ἐν τῇ μέσῃ ἐν ἄλλῃ ἡμέρᾳ, καὶ οὐδένα εὑρήσεις· ἔξελθε τῇ κυριακῇ καὶ εὑρίσης· τοὺς μὲν κιθαρίζοντας· ἄλλους ἐπικροτοῦντας· ἄλλους καθεζομένους καὶ σκοπούντας τὸν πλησίον· καὶ ἄλλους τοὺς φιλῶντας· καὶ ἄλλους διανεύοντας τοῖς ὀφθαλμοῖς ἐπὶ κακόν· καὶ ὅπου ὀρχίονται, ἐκεῖ καὶ συντρέχουσιν· καλεῖ ὁ κήρυξ εἰς τὴν ἐκκλησίαν, καὶ πάντες ὄκνον προβάλλονται· γέγονε φωνῆ αὐλοῦ ἢ κιθάρας ἡχούσης, καὶ πάντες ὡς ὑπόπτεροι φθάνουσιν· τί θεωροῦσιν εἱσερχόμενοι εἰς τὴν ἐκκλησίαν· τί θεωροῦσιν; ἐγὼ λέγω· θεωροῦσιν τὸν δεσπότην χριστὸν ἐπὶ τῆς τραπέζης ἀνακείμενον· καὶ τὰ σεραφὶμ τὸν τρισάγιον ὕμνον ἄδοντα· πνεύματος ἁγίου παρουσίαν· τὸν βασιλέα Δαβὶδ κελαδοῦντα· Παύλου τοῦ εὐλογημένου ἀποστόλου τὴν γλυκίαν διδασκαλίαν ἐνιχοῦσαν εἰς τὰς πάντων ἀκοᾶς· τῶν ἀγγέλων βοώντων τὸ ἀκατάπαυστον ἀλληλούϊα· εὐαγγελικᾶς φωνᾶς· τὴν διδαχὴν καὶ παραίνεσιν τῶν θείων καὶ ὀρθοδόξων ἐπισκόπων καὶ πρεσβυτέρων· ὅλα πνευματικὰ· ὅλα οὐράνια· ὅλα σωτηριώδη· ὁ ἐρχόμενος εἰς τὴν ἐκκλησίαν ταῦτα ἀκούει. ὁ δὲ ἐρχόμενος εἰς τὸ θέατρον, τί θεωρεῖ· ἄσματα διαβολικᾶ· φωνὰς οἰκτρᾶς· κρότους· συρισμοῦς· γυναῖκας ὀρχουμένας· μᾶλλον δὲ δαιμονιζομένας· Τί γὰρ ποιεῖ ἡ ὀρχουμένη· εἰ μὴ αὐτοπροαίρετος δαιμονίζεται· ὁ δὲ κιθαροδῶς· ὥσπερ δαίμων τῷ ξύλῳ προσμάχεται· ταῦτα τὰ ἄσματα τῶν θεάτρων· ὅλα δαιμονικᾶ· ὅλα δαιμόνων ἐπιτηδεύματα· διατοῦτο καὶ ὁ μισθὸς αὐτῶν πονηρός· τοιοῦτον γὰρ ἦν καὶ τὸ συμέδριον τοῦ Ἡρώδου ποτέ· εἰσελθοῦσα γὰρ ἡ Ἡροδιὰς ὀρχήσατο· καὶ τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ ἀπέτεμεν· διατοῦτο ἐκληρο νόμησεν τὰ καταχθόνια τοῦ ἄδου· οἱ οὖν ἀγαπῶντες τὴν ἐκείνης κακότεχνον ὄρχησιν, μετ’ ἐκείνης ἔχουσι τὸ μέρος· Ἀρκέσθητι οὖν τὰς ἓξ ἡμέρας ἀσχολούμενος ἐν τοῖς κακοῖς ἔργοις· καὶ ἐν τῇ ἡμέρᾳ τῆς εὐχῆς παῦσαι κακοπραγῶν. καὶ οἶδα πολλοὺς πρὸς ἀλλήλους πράγματα ἔχοντας καὶ λέγουσιν· ἔρχετε κυριακῆ καὶ λέγομεν τὴν δίκην· Ἄθλιε καὶ ταλαίπωρε ἄνθρωπε, τῇ κυριακῇ εὔχεσθαι προσετάχθης· μὴ γὰρ δίκας λέγειν; ἔρχεται κυριακῆ καὶ ὁ ἔχων τὸ πρᾶγμα ὅλην τὴν νύκτα κατασκέπτεται τὸν πλησίον· καὶ μόνον ἔλθη ὁ ὄρθρος κατοπλίζετε καὶ ἔρχεται πρὸς τὴν ἐκκλησίαν· τοιαύτη δέ ἐστιν ἡ συνήθεια μάλιστα ἐν ταῖς κόμαις· ἔρχονται γὰρ εἰς τὴν ἐκκλησίαν καὶ προκαθέζονται ἔξω· καὶ πρῶτος ὁ πρεσβύτερος τοῦτο ποιεῖ· καὶ προβάλλουσιν πράγματα καὶ δίκας· ὕβρις τὲ καὶ δαρμοῖς· καὶ οὕτως μετὰ ταῦτα εἰσέρχονται εἰς τὴν ἐκκλησίαν· καὶ εἰσὶν ὥσπερ θήρες ὑποβλεπόμενοι ἀλλήλους· καὶ τρίζοντες κα ταλλήλων τοὺς ὀδόντας· οὐαὶ δὲ ἐκείνῳ τῷ πρεσβυτέρῳ τῷ μὴ ἀποδιδόντι πρῶτον τὰς εὐχὰς τῷ θεῷ εἰς τὴν τεταγμένην ὥραν· ἐὰν γὰρ παρέλθη ἡ τεταγμένη ὥρα ἐν ᾗ ἤμελλεν πληροῦσθαι ἡ εὐχὴ καὶ ἀναχωρήσωσι τινὲς καὶ φάγωσιν ἐκ τῆς ἐκκλησίας· ἡ ἁμαρτία αὐτῶν εἰς τὸν ἱερέα ἀπέρχεται· ἐὰν γὰρ προ τῆς ἀπολύσεως τῆς ἐκκλησίας καὶ τῆς ὡρισμένης ὥρας τῆς εὐχῆς προγεύσηται, τῆς μεγάλης κρίσεως ἔνοχος ἐστίν· ἐὰν δὲ καὶ γευσάμενος τις κοινωνήσει, ἔχει τὸ μέρος μετὰ τῶν νεκρὰ ἐσθιόντων· πολλοὺς γὰρ οἶδα ἐν αυτῇ τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα γευσαμένους καὶ κοιμηθέντας, καὶ κοινωνήσαντας· καὶ οὐαὶ αὐτοὺς· ὅτι ἀντι τοῦ λύσιν τὰ ἁμαρτήματα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῃ μεγάλῃ καὶ ἁγίᾳ, μᾶλλον ἔτι πρπτιθοῦσιν δι ἑαυτῶν τὰς ἁμαρτίας· καὶ ἐὰν ἔστιν τίς κοινωνικὸς καὶ ἐὰν οὐκέστιν· ὀφείλη τὴν ὥραν φυλάξασθαι μέχρι τῆς ἀπολύσεως τῆς ἐκκλησίας· οὐαὶ τοὺς ἐν κυριακῇ κιθαρίζοντας· ἢ ὀρχουμένους· ἢ δικάζοντας· ἢ δικαζομένους· ἢ ὀμνύοντας· ἢ ὁρκίζοντας· ὅτι ἐν πυρὶ γεέννης κατακριθήσονται· καὶ τὸ μέρος αὐτῶν μετὰ τῶν παρανομούντων ἔσται· αὕτη γὰρ ἡ ἡμέρα εἰς εὐχὴν καὶ λύσιν κακῶν ἐδόθη ἡμῖν· ἐδώθη γὰρ εἰς μετάνοιαν καὶ σωτηρίαν· καὶ εἰς ἀνάπαυσιν μισθίων καὶ δούλων. Αὕτη γὰρ ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· εὐφρανθῶμεν δὲ· οὐ μέθῃ· οὐ κρεπάλῃ σκοτούμενοι· ἀλλ’ ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν ἐντρυφῶντες· καὶ ἐν ταῖς μελωδίαις τοῦ προφήτου Δαβὶδ ἀγαλλόμενοι· βλέπετε τὴν ἀκρίβειαν τοῦ προφήτου· πῶς μόνην τήν κυριακὴν ἐμνημόνευσεν ὁ κύριος· οὐκ εἶπεν αὕται αἱ ἡμέραι ἃς ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα μόνον· ἀλλὰ περὶ αὐτῆς τῆς μιᾶς εἶπεν καὶ μόνης· οὐχὶ τὰς ἄλλας αὐτὸς ἐποίησεν; δῆλον ὅτι· ἀλλὰ ταύτην μόνην ὁ προφήτης ἐμνημόνευσεν· τῶν δὲ ἓξ οὐκ εμνημόνευσεν ὁ Δαβὶδ · ἐπειδὴ ἐκείνας ἡμῖν ἔδωκεν ὁ θεὸς εἰς ἐργάζεσθαι καὶ κοπιὰν τὰ ἔργα τῆς γῆς· τῇ δὲ ἑβδομῇ ἡμέρᾳ ἀνάπαυσις ἐδόθη τοῖς ἀνθρώποις· ὅτε οὖν ἐδίδου ὁ θεὸς τὸν νόμον τῷ Μωυσῆ · προσέταξεν τοῖς ἑβραίοις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἔχειν ἀνάπαυσιν· ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· διατοῦτο καὶ τούτοις ἐκέλευσεν καταπαύσαι τὰ ἔργα καὶ ἀναπαεῖναι· ἀλλ' ἐπειδὴ παρόργησαν αὐτὸν καὶ οὐκ ενέμειναν τοῖς προστάγμασιν αὐτοῦ, ὤμωσεν αὐτοῖς διατοῦ προφήτου λέγων· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου · τὸ σάββατον γὰρ ἀνάπαυσιν ἐκάλεσεν· ὅτε οὖν ἦλθεν ὁ κύριος ἐπὶ τῆς γῆς, γεννηθῆς ἐκ τῆς ἁγίας παρθένου· ἀνεκαινοποίησεν ὅλον τὸν νόμον· αὐτὸς γὰρ ἦν καὶ τοῦ νόμου ποιητῆς· εἶδεν γὰρ ὅτι βαρὺς ὁ νόμος καὶ οὐδεὶς δύναται φυλάξαι· ἐξήβαλεν τὸν νόμον, καὶ εἰσήγαγε τὴν χάριν· καὶ πάντα ἡμῖν καινᾶ ἔδωκεν· καθὼς μαρτυρεῖ ὁ ἀπόστολος· εἴ τις ἐν χριστῷ καινῆ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν ἰδοὺ γέγονε τὰ πάντα καινά· ἐπεὶ οὖν γέγονε τὰ πάντα καινὰ, ἔδει καὶ τὴν τοῦ σαββάτου νομωθεσίαν καταλύσαι· καὶ ἀντεισενεγκεῖν ἡμῖν ἄλλην ἡμέραν· πρὸς τὸ οὖν ἀναπαύεσθαι καὶ εὔχεσθαι ἔδωκεν ἡμῖν τὴν πρώτην ἡμέραν, ἐν ᾗ ἤρξατο ποιεῖν τὸν κόσμον· καὶ ὀνόμασεν αὐτὴν κυριακήν· εἰσέρχετε μίσθιος εἰς τὸν οἶκόν σου καὶ ὑποτίθησιν τὸν ὥμον αὐτοῦ ἐν τοῖς ἔργοις σου· συνκλᾶται ἐν ἡδρῶτι καὶ καμάτῳ· καὶ τὰς ἓξ ἡμέρας οὐ τολμᾷ ἀνανεῦσαι καὶ ἰδεῖν τὸν ἥλιον ποῦ πορεύεται· ἀλλὰ συντρίβετε ἐν τοῖς ἔργοις σου καὶ οὐ συγχωρεῖτε οὔτε κἂν ἀνανεῦσαι· καὶ ἐκδέχετε τὴν κυριακὴν μετὰ πολλῆς ἐπιθυμίας, ἵνα κὰν τὸν κονιορτὸν ἐκ τοῦ σώματος αὐτοῦ ἐκτινάξη καὶ ἀναπαῆ· καὶ οὐ συγχωρεῖς αὐτῷ· καὶ ποίαν συγγνώμην ἕξεις εἰπέ μοι· Εἰσὶν γὰρ τινὲς οἳ χάριν εὐποιΐας δῆθεν τὴν ἡμέραν τῆς κυριακῆς λέγοντες· δεῦτε σήμερον βοηθήσωμεν τοῖς πένησιν ἐν τοῖς ἔργοις· καὶ οὐκ οἴδασιν ὅτι ἐξ ὧν θέλουν καλὸν ποιεῖν, μᾶλλον ἁμαρτάνουσιν· τίς γὰρ ὁ βλέπων τὰ ἀλλό τρια καὶ μεταδιδοὺς πένησιν μισθὸν ἐκομίσατο· ὥσπερ γὰρ τὰ ἀπὸ ἀρπαγῆς γινόμενα μισθὸν οὐκ έχει παρα τῷ θεῷ· οὕτως καὶ ὁ τὴν ἡμέραν τοῦ θεοῦ βλέπων· καὶ εἰς βοήθειαν καραχρώμενος μισθὸν οὐκ ἔχει· θέλεις βοηθῆσαι τοῖς πένησιν, μὴ κλέψῃς τὴν ἡμέραν τοῦ Θεοῦ· ἀλλ' ἐξ ὧν ἔλαβες σήμερον σὺ· καὶ οἱ δοῦλοί σου καὶ οἱ βόες σου, τότε δῶς τοῖς πένησιν τὴν βοήθειάν σου· ἴδε τὴν ἐκείνων ἀνάπαυσιν ἀποστερεῖς· καὶ δίδης τοῖς πένησι τὴν βοήθειαν τίνος ὁ κάματος· μὴ παρέλθῃς τὴν ἐντολὴν· μὴ παρακούσῃς τῆς γραφῆς· μὴ κλέψῃς τὴν ἡμέραν τοῦ θεοῦ· μὴ ἀποστερῇς τοῖς δούλοις καὶ τοῖς μισθίοις σου τὴν ἀνάπαυσιν· μὴ χωρισθῇς τῆς ἐκκλησίας μὴ δὲ τῆς εὐχῆς· τοῦ οὐρανοῦ γάρ ἐστιν ὑψηλοτέρα ἡ ἐκκλησια· τοῦ ἡλίου φαιδροτερα· καὶ τοῦ κόσμου ὅλου τιμωτέρα· οἶδα πολλοὺς ὅτι παρέρχεται εὐδομᾶς ὁλόκληρος· καὶ οὐκ ἀπέρχονται εἰς τὴν ἐκκλησίαν· καὶ ἐὰν ἐπέλθῃ αὐτοὺς κακὸν, λέγουσι διατί παρεχώρησεν τοῦ το ὁ Θεὸς γενέσθαι; ὅσον ἂν μακρύνεις τοῦ ἀπελθεῖν εἰς τὴν ἐκκλησίαν, τοσοῦτον καὶ ὁ Θεὸς μακρυνεῖ ἀποσοῦ· ἀρκεῖ ταῦτα πρὸς νουθεσίαν καὶ φόβον θεοῦ· εἰ δὲ ταῦτα οὐκ ἀρκεῖ· οὐδὲ πείθει τοὺς ἀκούοντας· οὐδὲ τὰ πλείονα τούτων· φρονίμῳ γὰρ εἷς λόγος αὐταρκές ἐστιν· μωρῷ δὲ ὁ ἐξηγούμενος οὐ πείθει τὴν καρδίαν αὐτοῦ· θέλεις μὴ ἐπελθεῖν σοι κακὸν, τῇ κυριακῇ τῆς ἐκκλησίας μὴ χωρισθῇς· τὸ στόμα σου ἀπὸ μωρωλογίας κατάπαυσον· αὐτὴ γὰρ ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ · ἐν Χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.