Εἰ δὲ πάλιν κατανοεῖς ὅτι συνεγίνου μετὰ γυναικὸς τῇ νυκτὶ ἐκείνῃ, μὴ προσέλθῃς τοῦ καταλαβεῖν. Καιρὸς γάρ ἐστιν τὸ πάντοτε. Ὁ γὰρ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ τὸ αἷμα τοὺ κυρίου, κρίμα αὐτῷ ἐσθίει καὶ πίνει. Ἄνθρωπος δὲ Χριστιανὸς μένων ἀκοινώνητος χωρὶς ἀνάγκης παρεσυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. Τὸ αὐτὸ καὶ ἡ γυνὴ χωρὶς ἁμαρτίας καὶ σωματικῆς ἀσθενείας ἐὰν χωρίσῃ αὐτὴν ἐκ τῆς ἁγίας ἐκκλησίας χωρὶς ἀνάγκης, καλὸν εἶναι αὐτὴν εἰ οὐκ ἐγεννήθη, οὐαὶ δὲ καὶ τῷ συνόντι μετ’ αὐτῆς, ἤγουν τοῦ ἀνδρὸς αὐτῆς. Ἄπελθε ἐν ἄλλῃ ἡμέρᾳ καὶ οὐκ εὑρήσεις τινὰ ἐν τῇ μέσῃ, καὶ ἄπελθε ἐν ἡμέρᾳ κυριακῆς καὶ εὑρήσεις οἱ μὲν κιθαρίζοντας, ἄλλους ὀρχουμένους, ἄλλους παλαίοντας, ἄλλους κλέπτοντας, ἄλλους δικαζομένους, ἄλλους σύροντας ἀλλήλους, ἄλλους μεθύοντας, ἄλλους διανεύοντας ἐπὶ τὸ κακόν. Καὶ οὐαὶ αὐτοῖς ὄντως, καὶ τίς τολμᾷ λέγειν τὰ ἀγαθὰ τῆς ἁγίας κυριακῆς, οὐαὶ τῷ κλέπτῃ, οὐαὶ τῷ πόρνῳ, οὐαὶ τῷ καταλαλοῦντι ἐν τῇ ἡμέρᾳ τῆς ἁγίας κυριακῆς. Καλεῖ εἰς τὴν ἐκκλησίαν ὁ κήρυξ, λέγω δὴ τὸ ξύλον, καὶ πάντες ὀκνοῦσιν, γέγονεν φωνὴ κιθάρας, καὶ πάντες ὡς ἀπὸ πτερύγων φθάνουσιν. Ἄκουε, ἄνθρωπε, τί θεωροῦσιν οἱ ἐρχόμενοι εἰς τὴν ἐκκλησίαν, τὸν δεσπότην Χριστὸν κελαδοῦντα, τοῦ ἀποστόλου Παύλου τὴν καλὴν διδασκαλίαν, τὰς τῶν πάντων καρδίας ὁμιλοῦντα, βοᾷ ἀκαταπαύστως τὸ ἀλληλούια τὰ Χερουβίμ , τὰ Σεραφίμ , τὰ ᾄσματα τῶν ᾀσμάτων, τὴν παραίνεσιν τῶν ὁσιωτάτων ἐπισκόπων τε καὶ πρεσβυτέρων, ὅλα αἰώνια, ὅλα πνευματικὰ καὶ ὠφέλιμα. ὁ ἐρχόμενος εἰς τὴν ἐκκλησίαν ταῦτα θεωρεῖ, καὶ ὁ ἐρχόμενος ἐν θεάτροις, θεωρεῖ ὅλα διαβολικά· θεωρεῖ γὰρ τὸν γελοιασμόν, τὰς τραγῳδίας, τὸν κιθαρισμόν, τοὺς χοροὺς, τὰ τύμπανα, τὰς οἰνοποσίας, τὰς γαστριμαργίας, ἐκεῖνα γὰρ τοῦ διαβόλου εἰσὶν τὰ τεχνάσματα καὶ τῶν ἐθνῶν παίγνια· γυνὴ γὰρ ὀρχησαμένη οὐδὲν ποιεῖ ἄλλο εἰ μὴ αὐτοπροαιρέτως δαιμονίζεται, ὀρχησαμένη γὰρ Ἡροδιὰς τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ ἀπέτεμεν. Ὢ πονηρὸν ὄρχησμα γυναικός, ὢ πονηρὸν τόλμημα γυναικός, ὢ πονηρὰ γυνὴ ὅπου ἀνεῖλεν τὸν τοιοῦτον ἄνδρα. Καὶ βλέπε, ἄνθρωπε, ὅτι ὁ δεσπότης ἡμῶν Χριστὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων, πῶς ἐμαστιγώθη καὶ ὡς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἀδικία ἐν αὐτῷ, σὺ δέ, ἄνθρωπε, ὢν ἁμαρτίαις δεδουλωμένε, οὐ βαστάζεις τὸν πλησίον σου. Ab hier Athanasius, CPG 2282 Τρία γὰρ ἀπαιτεῖ ὁ θεὸς παρὰ παντὸς Χριστιανοῦ · πίστιν ὀρθήν, ἀλήθειαν ἀπὸ γλώσσης καὶ ἁγνείαν ἀπὸ τοῦ σώματος. Καὶ τὰ ἄλλα ὁμοίως φύλαττε, πρῶτον μὲν μὴ λαλήσῃς, ἄλλ’ ὅτε ἀκούσῃς τινὸς καταλαλοῦντος, φύγε ἀναχώρησον ἵνα μὴ καὶ σὺ ὅμοιος γένῃ τοῦ καταλαλοῦντος, καὶ ἀπέλθῃς εἰς κόλασιν αἰώνιον, εἰς δράκοντας πυρίνους τρώγοντας τὴν γλῶσσαν. Εἶπεν γὰρ ὁ θεὸς διὰ τοῦ προφήτου ὅτι τῶν διανευόντων οἱ ὀφθαλμοὶ ὑπὸ ἀνελεημόνων ἀγγέλων ἐξορύσσονται. Τότε οἱ γελῶντες πικρῶς κλαύσουσιν, τότε οἱ φλυαροῦντες ἐλεεινὰ στενάξουσιν, καταδικαζόμενοι εἰς τὸν πύρινον ποταμόν, εἰς τὸν δυνὸν ᾍδην, εἰς τὸν σκώληκα τὸν ἀκοίμητον, εἰς τὸν πικρὸν κλαυθμόν, εἰς τὸν βρυγμὸν τῶν ὀδόντων.