Μετὰ τὴν ἀπόλυσιν τῆς ἁγίας κυριακῆς, προκαθίσαντος τοῦ μακαρίου Εὐσεβίου , προσελθὼν Ἀλέξανδρος ὁ βασιλεὺς , λέγει αὐτῷ· Δέομαί σου, ἀγαπητὲ τοῦ θεοῦ Εὐσέβειε , διὰ τί φυλάττωμεν τὴν ἡμέραν τῆς ἁγίας κυριακῆς, καὶ οὐ ἐργαζώμεθα αὐτὴν ὡς ἐργαζόμεθα τὰς ἓξ ἡμέρας; Ὁ δὲ μακάριος Εὐσέβιος λέγει αὐτῷ· ἄκουσον, τέκνον Ἀλέ ξανδρε , καὶ ἐρῶ σοι περὶ πάντων τῶν γινομένων τὴν ἁγίαν κυριακὴν ἀγαθά· Ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς ἑαυτοῦ μαθηταῖς ὁ κύριος ἐπαρέδωκεν τὸ μυστήριον, καὶ λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας δέδωκεν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε, τοῦτο ἐστὶν τὸ σῶμά μου, ὁμοίως καὶ τὸ ποτήριον συνκεράσας εὐλόγησεν καὶ εἶπεν· Πίετε ἐξ αὐτοῦ πάντες καὶ ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ἀνάμνησις γάρ ἐστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ μυστηρίων, καὶ διὰ τοῦτο οὐκ ἐργαζόμεθα τὴν ἡμέραν τῆς ἁγίας κυριακῆς· ἀρχὴ γὰρ ἀγαθωσύνης γέγονεν ἡ ἡμέρα αὕτη· ἀρχὴ κτίσεως κόσμου, ἀρχὴ ἀναστάσεως, ἀρχὴ ἑβδομάδος. τρεῖς ἀρχὰς ἀγαθὰς ἔχει ἡ ἡμέρα τῆς ἁγίας κυριακῆς, καὶ τριάδος ἀναμνήσκει ἡμῶν, προσκυνεῖν τριάδα τὴν ὁμοούσιον καὶ θεότητα. Ἓξ ἡμέρας ἔχει ἡ ἑβδομάς· τὰς ἓξ ἡμέρας ἡμῖν ὁ θεὸς εἰς τὸ ἐργάζεσθαι, τὴν δὲ κυριακὴν ἔδωκεν ἡμῖν ὁ θεὸς εἰς εὐχὴν καὶ ἀνάπαυσιν καὶ λύσιν πάντων κακῶν, ἵνα ἤτοι ἁμαρτίας ἁμαρτήσωμεν, ἐν τῇ ἡμέρᾳ τῆς ἁγίας κυριακῆς καθαρισθῶμεν ἀπὸ τῆς ἁμαρτίας. Ἐρχομένης γὰρ τῆς ἁγίας κυριακῆς, ὄρθρισον, παράμεινον ἕως ἂν πληρωθῇ ὁ ὄρθρος, εἶτα πληρωθέντος τοῦ ὄρθρου, μὴ προσεγγίσῃς ἐν δικαστηρίῳ, λόγον ἀργὸν μὴ εἴποις, καὶ (μὴ) μολύνῃς τὴν ψυχήν σου, καὶ τοὺς ἀκούοντας βλάπτῃς, καὶ μὴ καταλαλήσῃς κατά τινος, καὶ μὴ ὀργίσθῃς κατὰ μικροῦ ἢ κατὰ μεγάλου. Οἱ (ἐπὶ) τῇ κακίᾳ μένουσιν καὶ οὐκ ἐκατηλλάγησαν εἰς πῦρ ἄσβεστον ἀπελεύσονται. Ἔδωκεν ἡμῖν ὁ θεὸς ἕξ ἡμέρας εἰς τὸ ἐργάζεσθαι, ἵνα ἐν αὐταῖς πωλεῖν, ἀγοράζειν, καὶ συνευφραίνεσθαι μετὰ τῆς γυναικός σου τῆς ἐκ νεότητός σου. Χάρισαι καὶ σὺ τῷ θεῷ σου μίαν ἡμέραν πρὸς σωτηρίαν τῆς ψυχῆς σου, λέγω δὴ τὴν ἁγίαν κυριακὴν. Kαὶ μὴ ἐξέλθῃς ἐκ τῆς ἐκκλησίας σου ἐὰν μὴ ἀπόλυσις γένηται· μνήσθητι γὰρ τοῦ προδότου Ἰούδα , καὶ μὴ ἐξέλθῃς, ἐκείνου γὰρ ἡ ἀρχὴ τῆς ἀπωλείας ἐγένετο τοῦ μὴ παραμεῖναι μετὰ πάντων. Λαβὼν γὰρ τὸν ἄρτον ὁ Ἰούδας ἐν τῷ στόματι αὐτοῦ ἐξῆλθεν ἔξω, καὶ ἐχόρευσεν ὁ Σατανᾶς, καὶ ἐσπούδασεν εἰς τὴν προδοσίαν τοῦ σωτῆρος. Ἐὰν οὖν πρὸ τῆς ἀπολύσεως τῆς ἁγίας ἐκκλησίας ἐξέλθῃς, παρεκτὸς ἀνάγκης, μετὰ Ἰούδαν ἐλογίσθης. Καὶ βλέπε, ἀδελφέ· μὴ δι’ ὀλίγην ὥραν μέλλῃς ἀπολέσαι τὴν ψυχήν σου, καὶ αἰωνίως κολάζεσθαι, οὐ μάχαιρα, οὐ κίνδυνος, οὐδὲ ἕτερον κολαστήριον ἐστὶν τὸ δοκοῦντα ἡμᾶς ἐκ τῆς ἁγίας ἐκκλησίας, ἀλλὰ στῆθι οὖν μετὰ φόβου, καὶ ἀκροᾶσαι, αἵπερ λέγουσιν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἐκ τῶν θείων γραφῶν, καὶ γράψαι αὐτὰ εἰς τὰ βάθη τῆς καρδίας σου, ἵνα παραλάβῃς αὐτὰ εἰς νουθέτησιν τοῦ θεοῦ σου. Καὶ μὴ κλαπῇς ποτὲ ἐν τῇ ἐκκλησίᾳ καὶ συνζεύξῃς μετά τινα, ἐπεὶ μισθὸν οὐκ ἔχεις, ἀλλὰ στήθι οὖν μετὰ φόβου, καὶ ἴδε τὸν δεσπότην Χριστὸν διαμελιζόμενον, καὶ μὴ διαιρούμενον, καὶ μεταδιδόμενον εἰς σωτηρίαν πάντων, καὶ εἰ μὲν ἔχεις καθαρὸν τὸ ἀγγεῖον τῆς ψυχῆς σου, πρόσελθε καὶ κοινώνησον, εἰ δὲ καὶ κατανοεῖ ὁ λογισμός σου, ὅτι ἔχεις κακίαν μετά τινος, ἄφες τὰ δῶρα ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ ἄπελθε καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε στρέφου καὶ κοινώνησον.