Ἀρκεῖ τάχα ταῦτα, ἀγαπητοὶ, πρὸς νουθεσίαν καὶ φόβον πολλῶν. Εἰ γὰρ ταῦτα οὐκ ἀρκεῖ, καὶ πείθει τοὺς ἀκούοντας, οὐδὲ τὰ πλείονα τούτων ἀκούσονται. φρονίμῳ γὰρ, φησὶν, ἀνδρὶ εἷς λόγος αὐτάρκης, μωρῷ δὲ ἐξηγούμενος οὐ πείσεις τὴν καρδίαν αὐτοῦ ἕως θανάτου. Θέλεις μὴ ἐπελθεῖν σοι κακὸν; τὴν κυριακὴν μὴ ὑβρίσῃς, τῶν πονηρῶν ἔργων ἀπόστηθι, τῇ εὐχῇ σχόλασον, τὸ στόμα σου ἀπὸ αἰσχρολογίας κατάπαυσον, μετὰ ἀνδρῶν εὐλαβῶν συναθροίσθητι, καὶ σὺν αὐτοῖς τῷ Θεῷ εὐχαρίστησον, δοξολογίαν ἀνάπεμψον. αὐτὴ γὰρ ἡ ἡμέρα, πολλαχῶς εἴρηται, εἰς τὴν εὐχὴν καὶ ἀνάπαυσιν ἐδόθη σοι. αὐτὴ οὖν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, καὶ τῷ ἐν αὐτῇ ἀναστάντι δόξαν ἀναπέμψωμεν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν, ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.