Αὕτη γὰρ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. εὐφρανθῶμεν δὲ οὐ κραιπάλῃ καὶ μέθῃ σκοτούμενοι, ἀλλ’ ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν ἐντρυφῶντες. Ἔδωκεν ἡμῖν ὁ Θεὸς ταύτην τὴν ἡμέραν, ἐν ᾖ ἤρξατο ποιῆσαι τὸν κόσμον, ἐν ᾗ τὸ τοῦ θανάτου κράτος κατέλυσε, καὶ ἐπωνόμασε ταύτην κυριακὴν, ἵνα καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος τῆς ἡμέρας αἰδεσθέντες φυλάξωμεν τὰς ἐντολὰς τοῦ κυρίου. Εἰσέρχεται μίσθιος εἰς τὸν οἶκόν σου, καὶ ὑποτίθησιν ἑαυτὸν τοῖς ἔργοις σου, καὶ ἐν ταῖς ἓξ ἡμέραις οὐ τολμᾷ ἀνανεῦσαι καὶ ἰδεῖν τὸν ἥλιον, πόθεν ἦλθεν, καὶ ποῦ ὑπάγει, ἀλλὰ κατακοπτόμενος ἐν τοῖς ἔργοις σοῦ συντρίβεται καὶ συγκλαίεται ὁ οἴκτιστος, ἐν ἱδρῶτί τε καὶ καμάτῳ, καὶ οὐδαμῶς συγχωρεῖται οὔτε ἀνανεῦσαι, οὔτε ἀναπαύεσθαι, καθάπερ ἔφημεν, ἀλλ’ ἢ μόνον ἐκδέχεται τὴν κυριακὴν, ἵνα κἂν τὸν κονιορτὸν ἀπὸ τοῦ σώματος αὐτοῦ ἀποτινάξηται, καὶ οὐ συγχωρεῖς αὐτῷ πολλάκις. καὶ ποίαν ἀπολογίαν ἕξεις, εἰπέ μοι. Ἐισί τινες οἱ χάριν εὐποιΐας δῆθεν, ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς λέγοντες, δεῦτε, σήμερον βοηθήσωμεν τοῖς πένησιν ἐν τοῖς ἔργοις αὐτῶν, καὶ οὐκ οἴδασιν, ὅτι ἐξ ὧν βούλονται ἀγαθοποιῆσαι, πλέον ἐξαμαρτάνουσι. θέλεις βοηθῆσαι τοῖς πένησι, μὴ κλέψῃς τοῦ Θεοῦ τὴν ἡμέραν, ἀλλὰ τὴν σὴν παράσχου τοῖς πένησιν ἐργασίαν, ἐξ ὧν ἔλαβες τοῦ ἐργάζεσθαι, ὅτε τὰ σὰ ἔργα ὀφείλουσι γενέσθαι. τότε μετάδος βοηθείας τοῖς πένησιν. Ὅτε δὲ οἱ δοῦλοί σου, καὶ οἱ μίσθιοι, καὶ οἱ βόες ἀναπαύεσθαι ὀφείλουσιν, ἀποστερεῖς αὐτῶν τὴν ἀνάπαυσιν, καὶ τοῖς πένησι δίδως. οἶδεν ὁ Θεὸς, τίνος ὁ κάματος. μὴ παρέλθῃς τὴν ἐντολὴν τοῦ κυρίου, μὴ κλέψῃς τὴν ἡμέραν αὐτοῦ, μὴ ἀποστερήσῃς τοῖς δούλοις, καὶ τοῖς μισθίοις σου τὴν ἀνάπαυσιν, μὴ χωρισθῇς τῆς εὐχῆς, μὴ ἀποστῇς τῆς ἐκκλησίας. οὐδὲν γὰρ τῆς ἐκκλησίας ἀνώτερον, τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστὶν, τοῦ ἡλίου λαμπρωτέρα, τῆς σελήνης, καὶ τῶν ἄστρων φωτεινοτέρα, τοῦ κόσμου ὅλου ἐντιμοτέρα. Οἶδα πολλοὺς, ὅτι παρέρχεται ἡ ἑβδομὰς ὁλόκληρος, καὶ οὐκ εἰσέρχονται εἰς τὴν ἐκκλησίαν, πολλάκις δὲ καὶ μὲν ὅλως. ἐὰν δὲ ἐπέλθῃ αὐτοῖς κακόν τι, διὰ τὴν κακοπραγίαν αὐτῶν, ἐπαιτιῶνται τὸν Θεὸν, καὶ οὐκ ἑαυτοὺς, λέγοντες· διὰ τί συνεχώρησεν ὁ Θεὸς τοῦτο γενέσθαι; καὶ οὐκ οἴδασιν, ὅτι ὅσον ἀπὸ τῆς ἐκκλησίας αὐτοὶ μακρύνονται, καὶ ὁ Θεὸς ἐξ αὐτῶν, καθὼς καὶ ὁ προφήτης φησίν· οἱ μακρύνοντες ἀπὸ σοῦ, ἀπολοῦνται.