Μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας, ἐν ἡμέρᾳ τῆς ἁγίας κυριακῆς, καθεζομένου τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου προσελθὼν ὁ Ἀλέξανδρος λέγει αὐτῷ· δέομαί σου, κύριέ μου, τίνος ἕνεκεν ἡμῖν ἐστιν ἀναγκαῖον φυλάττειν τὴν κυριακὴν, καὶ μὴ ἐργάζεσθαι, καὶ ποῖον κέρδος ἔχομεν μὴ ἐργαζόμενοι; Ὁ δὲ μακάριος ἤρξατο λέγειν· ἄκουσον, τέκνον, καὶ ἐρῶ σοι, τίνος χάριν παραδέδοται τὸ φυλάσσειν ἡμᾶς τὴν κυριακὴν καὶ μὴ ἐργάζεσθαι. Ὅτε παρέδωκεν ὁ κύριος τὸ μυστήριον τοῖς μαθηταῖς , λαβὼν τὸν ἄρτον, εὐλόγησεν, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, λέγων, λάβετε, φάγετε, τοῦτο μοῦ ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν. Ὁμοίως καὶ τὸ ποτήριον δέδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο ἐστὶ τὸ αἷμα μοῦ, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν, καὶ πολλῶν, ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησίν, φησι. Ἀνάμνησις τοίνυν τοῦ κυρίου ἐστὶν ἡ τῆς κυριακῆς ἁγία ἡμέρα. Διὰ γὰρ τοῦτο καὶ κυριακὴ ἐκλήθη, ὡς κυρία τῶν ἡμερῶν. Πρὸ γὰρ τοῦ δεσποτικοῦ πάθους οὐκ ἐλέγετο κυριακὴ, ἀλλὰ πρώτη ἡμέρα. Ἐν ταύτῃ τῇ ἡμέρᾳ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως, ἤγων τῆς κοσμοποιΐας, ἤρξατο ὁ κύριος. καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως ἐδωρήσατο τῷ κόσμῳ, ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὡς ἔφημεν, καὶ τῶν ἁγίων μυστηρίων, ἐκέλευσεν ἐπιτελεῖσθαι. ἀρχὴ οὖν πάσης ἀγαθοσύνης γέγονεν ὑμῖν ἡ τοιαύτη ἡμέρα, ἀρχὴ κτίσεως κόσμου, ἀρχὴ ἀναστάσεως, ἀρχὴ ἑβδομάδος. τρεῖς ἀρχὰς ἔχουσα ἡ ἡμέρα αὕτη, τριάδος τῆς ὑπεραγίας τὴν ἀρχὴν ὑποφαίνει. Ἑπτὰ τοίνυν ἡμέρας ἡ ἑβδομὰς ἔχουσα, τὰς ἓξ δέδωκεν ἡμῖν ὁ Θεὸς, ἐργάζεσθαι, καὶ τὴν μίαν δέδωκεν ἡμῖν, εἰς εὐχὴν καὶ ἀνάπαυσιν, καὶ λύσιν κακῶν, καὶ ἵνα, εἴτε ἐν ταῖς ἓξ ἡμέραις ἁμαρτήματα πεποιήκαμεν, ὑπὲρ τούτων ἐν τῇ τῆς κυριακῆς ἡμέρα τῷ Θεῷ ἐξιλασκώμεθα. Ὄρθρισον οὖν ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, πρόσελθε τῷ δεσπότῃ, ἐξομολόγησαι αὐτῷ τὰ ἁμαρτήματά σου, μετανόησον ἐν εὐχῇ καὶ καρδίᾳ συντετριμμένῃ, παράμεινον ἐν τῇ θείᾳ καὶ ἱερᾷ λειτουργίᾳ, πλήρωσόν σου τὴν εὐχὴν, μηδαμῶς πρὸ τῆς ἀπολύσεως ἐξερχόμενος. Ἴδε σοῦ τὸν δεσπότην μελιζόμενον, καὶ διαδιδόμενον, καὶ μὴ δαπανώμενον. καὶ εἰ μὲν ἔχεις καθαρόν σου τὸ συνειδὸς, πρόσελθε, καὶ κοινώνησον τοῦ σώματος, καὶ αἵματος τοῦ κυρίου. εἰ δὲ κατακρίνει σὲ τὸ συνειδὸς ἐν πονηροῖς καὶ ἀτόποις ἔργοις, τὴν μὲν κοινωνίαν παραίτησαι, μέχρις ἂν διορθώσῃ ἑαυτὴν διὰ μετανοίας, τὴν δὲ εὐχὴν παράμεινον, καὶ μὴ ἐξέλθῃς τῆς ἐκκλησίας, ἐὰν μὴ ἀπολυθῇς. Μνήσθητι Ἰούδα , τοῦ προδότου. ἐκείνου γὰρ ἀρχὴ τῆς ἀπωλείας, τὸ μὴ παραμεῖναι μετὰ πάντων ἐν τῇ εὐχῇ, γέγονε. λαβὼν δὲ, φησὶν, τὸν ἄρτον, πρῶτος πάντων ἐξῆλθεν, καὶ εὐθέως εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, καὶ ἐσπούδασεν εἰς τὸ προδοῦναι τὸν κύριον. Ἐὰν οὖν πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, μιμητὴς γέγονας τοῦ Ἰούδα . Μὴ τοίνυν διὰ βραχεῖαν ὥραν μέλλεις μετὰ τοῦ Ἰούδα κατακρίνεσθαι; οὐδὲν σὲ βλάπτει ἡ παραμονή. οὐ χιόνας ἔχει ἡ ἐκκλησία ἔνδον, οὐ πῦρ, οὐχ ἕτερον κολαστήριον οὐδὲν, ἀλλ’ ἡ μόνον ὑπομονῆς ἐστι χρεία ῥοπῆς μιᾶς, καὶ ἀπήρτισταί σου ἡ εὐχή. Δι’ οὐδὲν δ’ ἕτερον φυλάττομεν τὴν ἡμέραν τῆς κυριακῆς, ἀλλ’ ἵνα τοῦ ἔργου ἀπεχόμεθα, καὶ τῇ εὐχῇ σχολάσωμεν· εἰ δὲ τοῦ ἔργου ἀπέχεις, εἰς τὴν ἐκκλησίαν δὲ οὐκ εἰσέρχῃ, οὐδὲν ἐκέρδανας. τοὐναντίον μὲν οὖν οὐ μικρῶς ἑαυτὸν κατέβλαψας. Πολλοὶ δὲ ἐκδέχονται τὴν κυριακὴν, ἀλλ’ οὐκ ἑνὶ σκοπῷ πάντες. Οἱ δὲ φοβούμενοι τὸν Θεὸν ἐκδέχονται τὴν κυριακὴν, ἵνα τὴν εὐχὴν τῷ Θεῷ ἀναπέμψωσι, καὶ τοῦ τιμίου σώματος καὶ αἵματος ἀπολαύσωσιν· οἱ δὲ ῥᾴθυμοι καὶ ἀμελεῖς ἐκδέχονται τὴν κυριακὴν, ἵνα τοῦ ἔργου ἀπεχόμενοι τοῖς κακοῖς σχολάσωσι. καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα. ἔξελθε ἐν τῇ μέσῃ ἐν ἄλλῃ ἡμέρᾳ, καὶ οὐδὲν εὑρήσεις. ἔξελθε ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς, καὶ εὑρήσεις τοὺς μὲν κιθαρίζοντας, ἄλλους ἐπικροτοῦντας καὶ ὀρχουμένους, ἄλλους καθεζομένους, καὶ σκώπτοντας τὸν πλησίον, καὶ λοιδοροῦντας, ἄλλους παλαίοντας, ἑτέρους διαπληκτιζομένους πρὸς ἀλλήλους, ἄλλους ἐπὶ κακῷ διανεύοντας, καὶ εἴ που κιθάρα καὶ ὄρχησις, ἐκεῖ πάντες τρέχουσι. Καλεῖ εἰς τὴν ἐκκλησίαν ὁ κήρυξ, καὶ πάντες ὄκνον προβάλλονται, καὶ ἀδυναμίαν. Γέγονε κιθάρας ἦχος ἢ αὐλοῦ, ἢ κρότος ὀρχήσεως, καὶ πάντες, ὡς ὑπόπτεροι, ἐκεῖ προφθάνουσι. Τί θεωροῦσιν οἱ ἐρχόμενοι εἰς τὴν ἐκκλησίαν; ἐγώ σοι λέγω, τὸν δεσπότην χριστὸν ἐπὶ τῆς ἱερᾶς τραπέζης ἀνακείμενον, τῶν σεραφὶμ τὸν τρισάγιον ὕμνον ᾀδόμενον, πνεύματος ἁγίου παρουσίαν καὶ ἐπιφοίτησιν, τὸν προφήτην καὶ βασιλέα Δαβὶδ κελαδούμενον, τὸν εὐλογημένον ἀπόστολον Παῦλον , τὴν οἰκείαν ἐνηχοῦντα διδασκαλίαν ταῖς τῶν ἁπάντων ἀκοαῖς, τὸν τῶν ἀγγέλων ὕμνον, τὸ ἀκατάπαυστον ἀλληλούϊα, εὐαγγελικὰς φωνὰς, δεσποτικὰ παραγγέλματα, τὴν τῶν ὁσίων ἐπισκόπων καὶ πρεσβυτέρων νουθεσίαν τε καὶ παραίνεσιν, ὅλα πνευματικὰ, ὅλα οὐράνια, ὅλα σωτηρίας καὶ βασιλείας πρόξενα. Ταῦτα ἀκούει, ταῦτα ὁρᾷ, ὁ εἰς τὴν ἐκκλησίαν ἐρχόμενος. Τί θεωροῦσιν οἱ εἰς τὰ θέατρα τρέχοντες; γυναῖκας πορνευομένας, ᾄσματα διαβολικὰ, φωνὰς αἰσχρότητος πλήρεις, καὶ ἀταξίας, γυναῖκας ὀρχουμένας, μᾶλλον δὲ δαιμονιζομένας. Τί γὰρ καὶ ποιεῖ ἡ ὀρχουμένη; οὐδὲν ἕτερον, ἀλλ’ ἢ αὐθαιρέτως δαιμονίζεται. ὁμοίως δὲ καὶ ὁ κιθαρῳδὸς, ὥσπερ τις δαίμων, τῷ ξύλῳ προσμάχεται. Ταῦτα τὰ θεάματα τῶν θεάτρων ὅλα δαιμονικὰ, ὅλα ἀπωλείας πρόξενα, ὅλα δαιμονίων ἐπιτηδεύματα. διὰ τοῦτο καὶ ὁ μισθὸς αὐτῶν πονηρός. Τοιοῦτον ἦν τὸ συμπόσιον τοῦ Ἡρώδου , καὶ εἰσελθοῦσα ἡ Ἡρωδιὰς ὠρχήσατο, καὶ τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ ἀπέτεμε, καὶ τὰ καταχθόνια τοῦ ᾅδου ἐκληρονόμησεν. Οἱ οὖν τῆς ἐκείνης ἀγαπῶντες κακότεχνον ὄρχησιν, μετ’ αὐτῆς ἔχουσι τὴν μερίδα, καὶ τὴν κατάκρισιν. Ἀρκέσθητι οὖν, ἀγαπητὲ, ἐν ταῖς ἓξ ἡμέραις εἰς τὰ βιωτικὰ πράγματα ἀσχολούμενος, καὶ παῦσαι κακοπραγίας ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς. Οἶδα πολλοὺς, πρὸς ἀλλήλους πράγματα ἔχοντας, καὶ φιλονεικοῦντας, λέγοντας· ἔρχεται ἡ κυριακὴ, καὶ τὴν δίκην λέγομεν. Ἄθλιε καὶ ταλαίπωρε, εὔξασθαι προσετάγης τῇ κυριακῇ, οὐχὶ δὲ καὶ δικαστήρια συνιστᾷν; ἔρχεται οὖν ἡ κυριακὴ, καὶ ὁ ἔχων τὴν δίκην, ὅλην τὴν νύκτα ἐκείνῳ σκέπτεται, κατὰ τοῦ πλησίον αὐτοῦ, καὶ ὅτε ὁ ὄρθρος ἀνατείλῃ, ὁπλίζεται κατ’ αὐτοῦ. Συνήθεια δὲ αὕτη κεκράτηκε παρὰ τοῖς πολλοῖς, ἵνα, ὅτε ἀπὸ τῆς ἐκκλησίας ἐξέλθωσι, προκάθηνται ἔξω, καὶ πρῶτος πολλάκις ὁ πρεσβύτερος τοῦτο ποιεῖ, καὶ προβάλλουσι πρὸς ἀλλήλους πράγματα, διαπληκτισμοὺς, ὕβρεις, λοιδορίας, καὶ ὅσα τοιαῦτα, καὶ τὰ τούτων χείρονα. εἶτα πάλιν εἰσέρχονται εἰς τὴν ἐκκλησίαν, καὶ ἀλλήλους ὑποβλέπονται, ὥσπερ θηρία τρίζοντες τοὺς ὀδόντας αὐτῶν. οὐαὶ δὲ τῷ πρεσβυτέρῳ τῷ τὰ τοιαῦτα κινοῦντι, ἢ δικάζοντι ἐν ἡμέρᾳ κυριακῆς, καὶ μὴ ἀποδιδόντι τῷ κυρίῳ τὰς εὐχὰς ἐν τῇ τεταγμένῃ ὥρᾳ. ἐὰν δὲ καὶ πρὸ τῆς ἀπολύσεως γεύσηταί τις τῶν λαϊκῶν, μεγάλης κρίσεως καὶ τιμωρίας ἔνοχός ἐστιν. ἐὰν δὲ καὶ γευσάμενος κοινωνήσῃ τοῖς μυστηρίοις, μετὰ τοῦ προδότου Ἰούδα ἡ μερὶς αὐτοῦ ἐστιν . Πολλοὺς οἶδα ἐν τῇ τοῦ ἁγίου πάσχα ἡμέρᾳ γευσαμένους καὶ κοινωνήσαντας, καὶ οὐαὶ τῇ ψυχῇ αὐτῶν, καὶ μάλιστα, εἰ ἐν ἡλικία τελείᾳ ὦσι, ὅτι ἀντὶ τοῦ λύειν τὰ ἁμαρτήματα, μᾶλλον ἐπιφορτίζουσι ταῦτα. Ἀλλὰ καὶ ὁ πονηρὰ ἔργα ἑαυτῷ συνειδὼς, καὶ πρὶν ἢ ταῦτα διὰ τῆς μετανοίας ἀπονίψασθαι, κοινωνῶν, τῆς αὐτῆς ἐστι κατακρίσεως. ὅσῳ γὰρ μείζων ἐστὶν ἡ ἡμέρα, μείζων ἐστὶ καὶ ἡ ἁμαρτία. Ὅσοι δὲ καὶ ἀνέγκλητοι ὑπάρχουσιν, ὀφείλουσι καρτερεῖν μέχρι τῆς ἀπολύσεως, καὶ οὕτω κοινωνεῖν. οὐαὶ τοῖς ἐν τῇ κυριακῇ κιθαρίζουσιν, ἢ ὀρχουμένοις, ἢ δικαζομένοις, ἢ δικάζουσιν, ἢ ἐργαζομένοις, ἢ ὀμνύουσιν, ἢ ὁρκίζουσιν, ὅτι ἐν πυρὶ ἀσβέστῳ κατακριθήσονται, καὶ τὸ μέρος αὐτῶν μετὰ τῶν ὑποκριτῶν ἐστιν. αὕτη γὰρ ἡ ἡμέρα εἰς εὐχὴν καὶ λύσιν κακῶν ἐδόθη ἡμῖν, εἰς μετάνοιαν καὶ σωτηρίαν, εἰς ἀνάπαυσιν μισθίων καὶ δούλων. Αὕτη γὰρ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. εὐφρανθῶμεν δὲ οὐ κραιπάλῃ καὶ μέθῃ σκοτούμενοι, ἀλλ’ ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν ἐντρυφῶντες. Ἔδωκεν ἡμῖν ὁ Θεὸς ταύτην τὴν ἡμέραν, ἐν ᾖ ἤρξατο ποιῆσαι τὸν κόσμον, ἐν ᾗ τὸ τοῦ θανάτου κράτος κατέλυσε, καὶ ἐπωνόμασε ταύτην κυριακὴν, ἵνα καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος τῆς ἡμέρας αἰδεσθέντες φυλάξωμεν τὰς ἐντολὰς τοῦ κυρίου. Εἰσέρχεται μίσθιος εἰς τὸν οἶκόν σου, καὶ ὑποτίθησιν ἑαυτὸν τοῖς ἔργοις σου, καὶ ἐν ταῖς ἓξ ἡμέραις οὐ τολμᾷ ἀνανεῦσαι καὶ ἰδεῖν τὸν ἥλιον, πόθεν ἦλθεν, καὶ ποῦ ὑπάγει, ἀλλὰ κατακοπτόμενος ἐν τοῖς ἔργοις σοῦ συντρίβεται καὶ συγκλαίεται ὁ οἴκτιστος, ἐν ἱδρῶτί τε καὶ καμάτῳ, καὶ οὐδαμῶς συγχωρεῖται οὔτε ἀνανεῦσαι, οὔτε ἀναπαύεσθαι, καθάπερ ἔφημεν, ἀλλ’ ἢ μόνον ἐκδέχεται τὴν κυριακὴν, ἵνα κἂν τὸν κονιορτὸν ἀπὸ τοῦ σώματος αὐτοῦ ἀποτινάξηται, καὶ οὐ συγχωρεῖς αὐτῷ πολλάκις. καὶ ποίαν ἀπολογίαν ἕξεις, εἰπέ μοι. Ἐισί τινες οἱ χάριν εὐποιΐας δῆθεν, ἐν τῇ ἡμέρᾳ τῆς κυριακῆς λέγοντες, δεῦτε, σήμερον βοηθήσωμεν τοῖς πένησιν ἐν τοῖς ἔργοις αὐτῶν, καὶ οὐκ οἴδασιν, ὅτι ἐξ ὧν βούλονται ἀγαθοποιῆσαι, πλέον ἐξαμαρτάνουσι. θέλεις βοηθῆσαι τοῖς πένησι, μὴ κλέψῃς τοῦ Θεοῦ τὴν ἡμέραν, ἀλλὰ τὴν σὴν παράσχου τοῖς πένησιν ἐργασίαν, ἐξ ὧν ἔλαβες τοῦ ἐργάζεσθαι, ὅτε τὰ σὰ ἔργα ὀφείλουσι γενέσθαι. τότε μετάδος βοηθείας τοῖς πένησιν. Ὅτε δὲ οἱ δοῦλοί σου, καὶ οἱ μίσθιοι, καὶ οἱ βόες ἀναπαύεσθαι ὀφείλουσιν, ἀποστερεῖς αὐτῶν τὴν ἀνάπαυσιν, καὶ τοῖς πένησι δίδως. οἶδεν ὁ Θεὸς, τίνος ὁ κάματος. μὴ παρέλθῃς τὴν ἐντολὴν τοῦ κυρίου, μὴ κλέψῃς τὴν ἡμέραν αὐτοῦ, μὴ ἀποστερήσῃς τοῖς δούλοις, καὶ τοῖς μισθίοις σου τὴν ἀνάπαυσιν, μὴ χωρισθῇς τῆς εὐχῆς, μὴ ἀποστῇς τῆς ἐκκλησίας. οὐδὲν γὰρ τῆς ἐκκλησίας ἀνώτερον, τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστὶν, τοῦ ἡλίου λαμπρωτέρα, τῆς σελήνης, καὶ τῶν ἄστρων φωτεινοτέρα, τοῦ κόσμου ὅλου ἐντιμοτέρα. Οἶδα πολλοὺς, ὅτι παρέρχεται ἡ ἑβδομὰς ὁλόκληρος, καὶ οὐκ εἰσέρχονται εἰς τὴν ἐκκλησίαν, πολλάκις δὲ καὶ μὲν ὅλως. ἐὰν δὲ ἐπέλθῃ αὐτοῖς κακόν τι, διὰ τὴν κακοπραγίαν αὐτῶν, ἐπαιτιῶνται τὸν Θεὸν, καὶ οὐκ ἑαυτοὺς, λέγοντες· διὰ τί συνεχώρησεν ὁ Θεὸς τοῦτο γενέσθαι; καὶ οὐκ οἴδασιν, ὅτι ὅσον ἀπὸ τῆς ἐκκλησίας αὐτοὶ μακρύνονται, καὶ ὁ Θεὸς ἐξ αὐτῶν, καθὼς καὶ ὁ προφήτης φησίν· οἱ μακρύνοντες ἀπὸ σοῦ, ἀπολοῦνται.