Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαντος τοῦ Ἀδὰμ , ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ. Διὰ τοῦτο, τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα· Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. Ἀνθ’ ἡλίου γὰρ θεὸς ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ πάθει οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ σωτῆρος ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φησίν· Ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· καὶ πάλιν· Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ ἥλιος δικαιοσύνης. Οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ κυρίῳ. Διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων. Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ἀπεκδιδυσκόμεθα, καὶ ἀνακαινούμεθα τῇ κυριακῇ, ὅτε ὁ παλαιὸς, ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολοσσαεῖς · Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ συνηγέρθητε. Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν’ εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν, σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. Διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ τῆς κτίσεώς ἐστι, καὶ παύει τὸ σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμφότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε, καὶ οὐ τὸ σάββατον τὴν ὀγδόην. Ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος· ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤργει ἡ περιτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσε τὴν πρώτην.