Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου:· κε καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ ιηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐ τῶν· διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ιηλ · σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἐν ἓξ ἡμέ ραις ἐποίησε κύριος κσ τὸν οὐρανὸν ουνον καὶ τὴν γῆν· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε, σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν· καὶ τὸ ταύτης τέλος ἀκόλουθον ἦν· ἕως τὰ τῆς κτίσεως ἐ νεργεῖτο ἡ ἐπὶ τῆς Ἱερουσαλὴμ ιλημ , ἕως τότε φυλάττειν τὰ σάββατα· ἐλθούσης δὲ τῆς ἑτέρας γενε ᾶς· καὶ τοῦ κτιζομένου λαοῦ κατὰ τὸ λεγόμενον· γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον κν , ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτί σεως τέλος· ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτί σεως ζητεῖν· τίς δέ ἐστιν ἢ, καθ’ ἣν ἀνέστη ὁ κύριος κσ · ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις· περὶ ἧς εἶπεν ὁ Παῦλος· ὥστε εἴ τις ἐν Χριστῷ χω και νὴ κτίσις· τὴν μὲν οὖν προτέραν κτίσιν ποι ῶν ὁ θεὸς θσ κατέπαυσε· διὰ τοῦτο καὶ τὸ σάββα τον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενε ᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις, τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν· ἀλλ’ ἕως ἄρτι ἐρ γάζεται· ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ· ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαββάτων· ἃ οὔτε τέλος λαμβάνει ἡ καινὴ κτίσις· ἀλλὰ φανεροῦται καὶ διόλου ἑορ τάζει· διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ· ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως· τῇ δὲ καινῇ κτίσει, οὐκ ἐ νετείλατο φυλάττειν σάββατον· ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ κυριακῇ γινώσκῃ· ἀτελεύτητον δὲ ἐπίσταται τὴν ταύτης χάριν· διὰ τοῦτο δὲ καὶ τὴν ἀρχὴν τουτέστι τὴν κυριακὴν ἐδήλωσεν ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς· ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φη σίν· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξα πέστειλεν ὁ θεὸς θσ τὸν υἱὸν υν αὐτοῦ· καὶ πάλιν ἐπὶ συν τελείᾳ τῶν αἰώνων· οὐκοῦν ἡ μὲν πρώτη πε πλήρωται καὶ τετελείωται· οὐκ ἄλλοτε ἢ ὡς οἱ προφῆται ἔλεγον· ἐν ταῖς ἐσχάταις ἡμέ ραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός πνσ μου· τέλος δὲ ἐχου σῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται ὡς ὁ Ἱερεμίας φησίν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος κσ · τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκο λούθως ἑτέρας ἀρχὴ γέγονε· διὰ τοῦτο μετὰ τὸ σάββατον ἀνέστη ὁ κύριος κσ · οὐ γὰρ προηγουμέ νως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ανουσ ἐδίδου τὸ σάββατον ὁ θεὸς θσ · ὁ λέγων· ὁδοὶ ἀεργῶν ἐστρωμμέναι ἀκάνθαις· καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· καὶ τῇ ἡμέρᾳ τῶν σαββά των προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους· καὶ δύο δέκατα σεμιδάλεως ἀνα πεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν· καὶ ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββά τοις· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παν τός· καὶ πάλιν πρὸ ὀλίγων λέγει· ἐν τοῖς ἀ νωτέρω καὶ ἐπιθήσετε ἐπὶ τὸ θέλημα· λίβα νον καθαρὸν καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ κω · τῇ ἡμέ ρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου κυ διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ ιηλ δια θήκην αἰώνιον· εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ ἀρ γίας, οὐκ ἂν προτιθέναι καὶ προσάγειν καὶ σφάζειν ἐκέλευε τοὺς Λευίτας· εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄ ρα ἡ ἀργία καθαρίζει· ἢ διὰ τί μόνοι οἱ Λευῗ ται τοῦ ἁγιασμοῦ στερίσκονται προσάγοντες καὶ σφάζοντες καὶ προστιθέντες ἐν τῷ σαβ βάτῳ· τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημ μελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσ φερόντων. οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ σάββατον· ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ· παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύ της· ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ διαμαρτύρεται λέγων ὁ θεός θσ · καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς· τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ· καὶ ἀνὰ μέσον αὐτῶν· τοῦ γνῶναι αὐ τοὺς διότι ἐγὼ κύριος κσ ὁ ἁγιάζων αὐτούς· γνώ σεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας· διὰ τοῦτο ὁ κύριος κσ ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· εἰ ἐγνώκειτε τί ἐστιν, ἔ λεον θέλω καὶ οὐ θυσίαν· ἀργοῦντας γὰρ αὐ τοὺς ἐν τῷ σαββάτῳ ᾐτιᾶτο· ὅτι τὸ ἴδι ον τοῦ σαββάτου οὐκ ἔχετε· ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις· διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες ἑπτὰ ἡμέ ραις· ἐν αἷς ἐπτὰ, καὶ τὸ σάββατον ἐμπί πτει· εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ σάββατον· διὰ τί ἐργάζεσθαι προστάτ τονται σαλπίζοντες· ἀλλ’ ἠπίστατο ὅτι καὶ σαλπίζοντες, ἐσαββάτιζον· οὐκ ἀργοῦντες ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον κν · ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομέ νου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ σαββάτῳ περιτέμνειν· καὶ ὅμως σαβ βατίζει ἐργαζόμενος μὲν. γινώσκων δὲ τὸν θεόν θν · ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων· ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁ μαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χά ριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος· μᾶλλον δὲ ὁ κύριος κσ τοῦ νόμου· ὡς ἐν τῷ Λευϊτι κῷ· καὶ ἐλάλησε κύριος κσ πρὸς Μωσῆν λέγων· Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ· κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ κω πᾶν ἔρ γον οὐ ποιήσετε ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ με τ’ ὀλίγα· καὶ ἔσται πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑ μῶν· σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ τα πεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐννάτης τοῦ μηνὸς· ἀπὸ ἑσπέρας ἕως ἑσπέρας· καὶ σαβ βατιεῖτε τὰ σάββατα ὑμῶν· οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἄφεσις τῶν ἁ μαρτιῶν ὅτε τις ἀπ’ αὐτῶν καταπαύει· οὐ δὲ ἡ ἀργία ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἐξομολόγη σις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν· οὐ γὰρ ὡρισ μένως τῷ σαββάτῳ εἴρηκεν· ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ· ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν σαββά τῳ· καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν· σάββατον οὐχ ἀπλῶς· ἀλλὰ σάββατα σαββάτων ὀνομάζει· εἰ δὲ ταύτην σάββατον ὀνομάζει· ἐν δὲ σαββάτῳ ἐργά ζεσθαι κελεύει, οὐκ ἄρα ἀργίας προηγουμέ νως ἐστὶ νόμος τὸ σάββατον· ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης· οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν· ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς, τὴν κατά παυσιν τῆς κτίσεως· ἐνετείλατο γὰρ ὁ θεὸς θσ λέγων· ἵνα γινώσκητε ὅτι ἐν ταύτῃ τῇ ἡμέ ρᾳ· κατέπαυσε κύριος κσ ὁ θεὸς θσ ἡμῶν ἀπὸ τῶν ἔρ γων ὧν ἤρξατο ποιῆσαι· ἤθελε δὲ αὐτοὺς γι νώσκοντας τὸ τέλος ταύτης, ἀρχὴν ζητεῖν ἑ τέρας· τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ σάββατον· ἀρχὴ δὲ τῆς δευτέρας, ἡ κυριακὴ· ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν· ὥσπερ οὖν ἐνετείλατο φυ λάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως· οὐ γὰρ ἄλλην ἐπέκτι σεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε· καὶ ἣν ἤρ ξατο ποιεῖν, ἐτελείωσε· διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ, τὰ γενόμενα συνετελέσθη· καὶ τῇ ἡμέ ρᾳ τῇ ἑβδόμῃ, κατέπαυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ὁ λόγος φησίν· ἦλ θον τελειῶσαι τὸ ἔργον· Ὁ γὰρ ἀπὸ πάν των καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέ λους· ἅπερ ἐλθὼν ἐπετελείωσε· φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην ιω · τὰ ἔργα ἃ δέδωκέ μοι ὁ πατὴρ πηρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ. ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον. εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ ἀ πέθνησκεν ὁ ἄνθρωπος ανοσ · τέλειον δὲ γέγονε ζωοποι ηθέντος αὐτοῦ· διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέ ραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθη σι τῇ ἀνακαινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προ αναφωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡμέρα ἣν ἐ ποίησεν ὁ κύριος κσ · ἀνθ’ ἡλίου γὰρ θεὸς θσ ἀνατέλλει· καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ σριω πάθει, οὐκ ἔφανεν ἥ λιος· σημαίνων τέλος μὲν, τῆς προτέρας κτίσεως· ἀρχὴν δὲ ἑτέρας τὴν ἐκ τοῦ σωτῆρος σρσ ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης, φησίν· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ· καὶ πάλιν ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν. ἀ νατελεῖ ἥλιος δικαιοσύνης· οὐ γὰρ πάντων ἡμέρα αὕτη ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁ μαρτίᾳ ζώντων δὲ τῷ κυρίῳ κω · διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νό μος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ· σημαί νουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων· ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα, ἀπεκδιδυσκόμεθα· καὶ ἀνακαινούμεθα τῇ κυριακῇ· ὅτε ὁ πα λαιὸς ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀνα στάσει· τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς· ἐν ᾧ. καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ· ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτο μῇ τοῦ Χριστοῦ χυ συνταφέντες αὐτῷ ἐν τῷ βαπ τίσματι εἰς τὸν ᾅδην· ἐν ᾧ καὶ συνηγέρθη τε· τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀ πεκδύσεως τύπος ἦν ἡ περιτομή, ἣν ἐν ἐ κείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα· ἵν’ εἰδεῖεν οἱ πε ριτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιό τητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν· σημεῖον οὖσαν τῆς δι ὰ τοῦ βαπτίσματος ἀναγεννήσεως· Διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέ παυται τὸ σημεῖον· ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν· τὸ δέ γε λουτρὸν τῆς παλιγγε νεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ πα λαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία· καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύει τὸ σάββατον, οὕ τως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ανον , ἔπαυ σε τὴν περιτομήν· ἀμφότερα γὰρ ἐν τῇ ὀγδό ῃ κατώρθωται· καὶ ἡ ἀρχὴ τῆς κτίσεως· καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου ανου · διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε· καὶ οὐ τὸ σάββατον τὴν ὀ γδόην· ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος ανοσ · ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤργει ἡ πε ριτομή· ἡ γὰρ ὀγδόη ἀρχὴ οὖσα τῆς ἀνα κτίσεως, κατέπαυε τὴν πρώτην· ἡγοῦ μαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδό σθαι· τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἔθνησκε καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γε νέσεως προσετάχθησαν ἐκτιννύειν· προ διδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν· ἵν’ ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν δια σωθῆναι δυνηθῶσι· καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ, τοῦ ὅλου ἦν σκιά· τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ ιου τῷ τοῦ Ναυῆ, φανερῶς ὁ λό γος σημαίνει· τοῦ γὰρ Ἰησοῦ ιυ κατὰ πρόσταξιν τοῦ θεοῦ θυ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγά λοις πέραν τοῦ Ἰορδάνου, εἶπε κύριος κσ τῷ Ἰησοῦ ιυ υἱῷ Ναυῆ· ἐν τῇ σήμερον ἡμέρᾳ, ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν· καὶ ἐ κάλεσε φησὶ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Γάλγαλα· εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ ἀκρο βυστία Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώ ρισμά ἐστι· τοῦτο δὲ ἀφεῖλεν ὁ θεὸς , ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν· ἀλλὰ τῆς ἐπαγγελίας εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ κύριος κσ τέκνα λογίζωνται· τούτων δὲ οὕτως ὄντων, φαί νεται καθόλου ἡ περιτομὴ δοθεῖσα, ἵνα ἀ φαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων. καὶ μηκέτι ὑπε ύ θυνοι ὦμεν. τῷ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἀφῃ ρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος· τοῦτο δὲ ἐγίνετο τότε, εἰς τύπον τοῦ διὰ Χριστοῦ χυ βαπτίσματος· τότε γὰρ ἐκ μέρους ἐγίνετο ὡς ἐν σκιᾷ· νῦν δὲ ὥσπερ ὁ ἀπόστολος ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι· ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκω μεν· ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκ δύσεως τοῦ σώματος ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν· ὥσπερ δὲ εἶπεν ὁ κύριος κσ τῷ Ἰησοῦ ιυ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπ του ἐν τῇ σήμερον ἡμέρᾳ, ἀφ’ ὑμῶν, οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτιζομένων, ἐν τῇ ἡμέρᾳ ταύ τῃ ἀφεῖλον τὸν ὀνειδισμὸν τῆς γηΐνης γενέσεως· καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ.