ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ, ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ ιηλ τὰ σάβ βατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ιηλ · σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἐν ἓξ ἡμ ἐποίησε κύριος κσ τὸν τε οὐρανὸν ουνον καὶ τὴν γῆν· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέ παυσε· σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν· καὶ τὸ ταύτης τέλος ἀκόλουθον ἦν ἕως τὰ τῆς κτίσεως ἐνηργεῖτο ἐπὶ τῆς Ἱερουσαλὴμ ιλημ , ἕως τότε φυλάττειν τὰ σάββατα· ἐλθούσης δὲ τῆς ἑτέρας γενεᾶς. καὶ τοῦ κτιζομένου λαοῦ κατὰ τὸ λεγόμενον. γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον κν · ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτί σεως τέλος· ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν. τίς δέ ἐστιν, ἢ καθ’ ἣν ἀνέστη ὁ κύριος κσ · ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις περὶ ἧς εἶπεν ὁ Παῦλος· ὥστε εἴ τις ἐν Χριστῷ χω , καινὴ κτί σις· τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ θεὸς θσ , κατέπαυσε. διὰ τοῦτο καὶ τὸ σάββατον ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις τέλος οὐκ ἔχει. διὰ τοῦτο οὐδὲ κατέπαυσεν· ἀλλ’ ἕως ἄρτι ἐργάζεται· ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ· ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαβ βάτων. ἃ οὔτε τέλος λαμβάνει ἡ καινὴ κτίσις· ἀλλὰ φανε ροῦται καὶ διόλου ἑορτάζει· διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ· ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως· τῇ δὲ καινῇ κτίσει, οὐκ ἐνετείλατο φυλάττειν σάββατον. ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ κυριακῇ γινώσκῃ. ἀτελεύτητον δὲ ἐπί στηται τὴν ταύτης χάριν· διὰ τοῦτο καὶ τὴν ἀρχὴν τουτέστι τὴν κυριακὴν ἐδήλωσεν· ἵνα τὸ τέλος τῆς παρελθούσης γινώ κῃς· ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς θσ τὸν υἱὸν αὐτοῦ· καὶ πάλιν· ἐπὶ συντελείᾳ τῶν αἰώνων· οὐκοῦν ἡ μὲν πρώ τη πεπλήρωται καὶ τετελείωται· οὐκ ἄλλοτε, ἢ ὡς οἱ προφῆται ἔλεγον· ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός πνσ μου. τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται· ὡς Ἱερεμίας φησίν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος κσ . τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε. διὰ τοῦτο μετὰ τὸ σάβ βατον ἀνέστη ὁ κύριος κσ · οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ανουσ · ἐδίδου τὸ σάββατον ὁ θεὸς θσ ὁ λέγων. ὁδοὶ ἀεργῶν, ἐστρωμ μέναι ἀκάνθαις· καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσέταξε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώ μους· καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν· καὶ ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· καὶ ἐπιθήσετε ἐπὶ τὸ θέλημα λίβανον καθαρὸν καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ κω · τῇ ἡμέρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου κυ διαπαντὸς· ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ ιηλ διαθήκην αἰώ νιον· εἰ γὰρ ἔμελεν αὐτῷ περὶ ἀργίας· οὐκ ἂν προτιθέναι καὶ προσά γειν καὶ σφάζειν ἐκέλευε τοὺς Λευλίτας· εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία καθαρίζει· ἢ διὰ τί μόνοι οἱ Λευῗ ται τοῦ ἁγιασμοῦ στερίσκονται· προσάγοντες καὶ σφάζοντες καὶ προτιθέντες ἐν τῷ σαββάτῳ· τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημ μελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσφερόντων· οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ σάββατον· ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ. παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης· ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ δια μαρτύρεται λέγων ὁ θεός θσ · καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν· τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ κύριος κσ ὁ ἁγιάζων αὐτούς· γνώσεως ἄρα καὶ οὐ κ ἀργίας ἕνεκεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν, ἀναγκαιοτέραν τῆς ἀργίας. διὰ τοῦτο ὁ κύριος κσ ἔλεγε τοῖς αἰτιωμέν οις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· εἰ ἐγνώκειτε τί ἐστιν ἔ λεον θέλω καὶ οὐ θυσίαν. ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ σαββάτῳ, ᾐτιᾶτο· ὅτι τὸ ἴδιον τοῦ σαββάτου οὐκ ἔχετε· ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις· διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες ἑπτὰ ἡμέρ ας ἐν αἷς ἐπτὰ καὶ τὸ σάββατον ἐμπίπτει· εἰ τοίνυν ἕνεκα τοῦ ἀργ εῖν ἐδόθη τὸ σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλ πίζοντες· ἀλλ’ ἠπίστατο ὅτι καὶ σαλπίζοντες ἐσαββάτιζον. οὐ κ ἀργοῦντες· ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον κν · ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου. ἀνάγκην γὰρ ἔχει καὶ τῷ σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββατίζει. ἐργαζόμενος μὲν· γινώσκων δὲ τὸν θεόν θν · ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων. ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος. μᾶλλον δὲ ὁ κύριος κσ τοῦ νόμου· ὡς ἐν τῷ Λευϊτικῷ. καὶ ἐλάλησε κύριος κσ πρὸς Μωσῆν λέγων· καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου. ἡμέρα ἐξιλασμοῦ· κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ κω . πᾶν ἔργον οὐ ποιήσετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ μετ’ ὀλίγα· καὶ ἔσται πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐννάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας. καὶ σαββατιεῖτε τὰ ※ [signum ignotum] σάββατα ὑμῶν . οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἄφεσις τῶν ἁμαρτιῶν· ὅτε τις ἀπ’ αὐτῶν καταπαύει. οὐδὲ ἡ ἀργία ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἐξομολόγησις καὶ τὸ τα πεινοῦν τὴν ψυχήν· οὐ γὰρ ὡρισμένως τῷ σαββάτῳ εἴρηκεν· ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ· ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν σαββάτῳ καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν σάβ βατον οὐχ ἀπλῶς. ἀλλὰ σάββατα σαββάτων ὀνομάζει· εἰ δὲ ταύτην σάββατον ὀνομάζει· ἐν δὲ σαββάτῳ ἐργάζεσθαι κελεύει; οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ καὶ ἀργίας ἀπὸ κακίας πάσης· οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν· ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. ἐνετείλα τ ο γὰρ ὁ θεὸς θσ λέγων· ἵνα γινώσκητε ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέ παυσε κύριος κσ ὁ θεὸς θσ ἡμῶν ἀπὸ τῶν ἔργων ὧν ἤρξατο ποιῆσαι. ἤ θελε δὲ αὐτοὺς γινώσκοντας τὸ τέλος ταύτης, ἀρχὴν ζητεῖν ἑτέρας. τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ σάββατον· ἀρχὴ δὲ τῆς δευτέρας, ἡ κυριακὴ· ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν· ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν· μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν. μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως· οὐ γὰρ ἄλλην ἐπέκτισεν· ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε· καὶ ἣν ἤρξατο ποιεῖν ἐτελείωσε. διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετε λέσθη· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ὁ λόγος, φησίν· ἦλθον τελειῶσαι τὸ ἔργον· Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους ἅπερ ἐλθὼν ἐπετελείωσε· φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· τὰ ἔργα ἃ δέ δωκέ μοι ὁ πατὴρ πηρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ· ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον· εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ ἀπέθνησκεν ὁ ἄνθρωπος ανοσ · τέλειον δὲ γέγονε ζωοποιηθέντος αὐτοῦ· διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει· ἣν διὰ τοῦ ψαλμοῦ προανα φωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος κσ . ἀνθ’ ἡλίου γὰρ θεὸς θσ ἀνατέλλει καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ σριω πάθει, οὐκ ἔφανεν ὁ ἥλιος· σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως. ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ σωτῆρος σρσ ἀνατέλλουσαν. ἣν ἑωρακὼς ὁ προφήτης, φησίν· ἰδοὺ ἀνὴρ· ἀνατολὴ ὄνομα αὐτῷ. καὶ πάλιν· ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν, ἀνατελεῖ ἥλιος δικαιο σύνης. οὐ γὰρ πάντων ἡμέρα αὕτη. ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ· ζώντων δὲ τῷ κυρίῳ κω . διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περι τέμνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ. σημαί νουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων. ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου, ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα ἀπεκδιδυσκόμεθα· καὶ ἀνακαινούμεθα τῇ κυριακῇ· ὅτε ὁ παλαιὸς ἀπεκδυθεὶς ἀνεγεννήθη τῇ ἀναστάσει. τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς· ἐν ᾧ καὶ περιετμή θητε περιτομῇ ἀχειροποιήτῳ· ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ χυ · συνταφέντες αὐτῷ ἐν τῷ βα πτίσματι εἰς τὸν ᾅδην· ἐν ᾧ καὶ συνηγέρθητε· τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐ κείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι· δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα· ἵν’ εἰδεῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιό τητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ, ἔλαβε τὴν περιτο μὴν· σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως· διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. ἡ μὲν γὰρ περιτομὴ, σημεῖον ἦν· τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία· καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύει τὸ σάββατον; οὕτως ἡ αὐτὴ ἀναγεννή σασα τὸν ἄνθρωπον ανον , ἔπαυσε τὴν περιτομήν· ἀμφότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται· καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀν θρώπου· διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε· καὶ οὐ τὸ σάβ βατον τὴν ὀγδόην· ἐν μὲν γὰρ σαββάτῳ, περιετέμνετο ἄνθρωπος ανοσ · ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤργει ἡ περιτομή· ἡ γὰρ ὀγδόη ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυε τὴν πρώτην· ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδόσθαι· τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἔθνησκε καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιννύειν· προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν· ἵν’ ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνηθῶσι. καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ, τοῦ ὅλου ἦν σκιά· τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ ιυ τῷ τοῦ Ναυῆ φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ θεοῦ θυ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου, εἶπε κύριος κσ τῷ Ἰησοῦ υἱῷ Ναυῆ· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν· καὶ ἐκά λεσε, φησὶ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Γάλγαλα· εἰ γὰρ ἡ περι τομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ, ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι· τοῦτο δὲ ἀφεῖλεν ὁ θεὸς θσ ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν. ἀλλὰ τῆς ἐπαγγελίας εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ κύριος κσ τέκνα λογίζωνται. τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα· ἵνα ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβρα μιαίων· καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ, γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος· τοῦτο δὲ ἐγίνετο τό τε, εἰς τύπον τοῦ διὰ Χριστοῦ χυ βαπτίσματος· τότε γὰρ ἐκ μέρους ἐγίνετο ὡς ἐν σκιᾷ. νῦν δὲ ὥσπερ εἶπεν ὁ ἀπόστολος· ὅλην τὴν γηΐνην γέ νεσιν ἀπεκδιδυσκόμεθα. διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι· ἵνα μη κέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν· ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν· ὥσπερ δὲ εἶπε κύριος κσ τῷ Ἰησοῦ· ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ’ ὑμῶν, οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτιζομένων, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδισμὸν τῆς γηΐνης γενέσεως, καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ.