ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ· ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ: κ αὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ ιηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώ λε νιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ιηλ · σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε κύριος κσ τὸν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε· σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν, καὶ τὸ ταύτης τέλος ἀκόλουθον ἦν. ἕως τὰ τῆς κτίσεως ἐνηργεῖτο ἐπὶ τῆς Ἱερουσαλὴμ ιλημ , ἕως τότε φυλάττειν τὰ σάββατα. ἐλθούσης δὲ τῆς ἑτέρας γενεᾶς καὶ τοῦ κτιζομένου λαοῦ, κατὰ τὸ λεγόμενον· γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον κν , ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος· ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν· τίς δέ ἐστιν, ἢ καθ’ ἣν ἀνέστη ὁ κύριος κσ · ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις· περὶ ἧς εἶπεν ὁ Παῦλος· ὥστε εἴ τις ἐν Χριστῷ χω καινὴ κτίσις· τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ θεὸς θσ κατέ παυσε· διὰ τοῦτο καὶ τὸ σάββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις, τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν· ἀλλ’ ἕως ἄρτι ἐργάζεται· ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαββάτων· ἃ οὔτε τέλος λαμβάνει ἡ καινὴ κτίσις· ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει· διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ, ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως· τῇ δὲ καινῇ κτίσει, οὐκ ἐνετείλατο φυλάττειν σάββατον· ἵνα τὴν μὲν ἀρχὴν, ἐν τῇ κυριακῇ γινώσκῃ· ἀτελεύτητον δὲ ἐπίστηται τὴν ταύτης χάριν· διὰ τοῦτο δὲ καὶ τὴν ἀρχὴν τουτέστι τὴν κυριακὴν ἐδήλωσεν, ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς· ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν. ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέ στειλεν ὁ θεὸς θσ τὸν υἱὸν αὐτοῦ· καὶ πάλιν· ἐπὶ συντελείᾳ τῶν αἰώνων. οὐκοῦν ἡ μὲν πρώτη πεπλήρωται καὶ τετελείωται οὐκ ἄλλοτε, ἢ ὡς οἱ προφῆται ἔλεγον· ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός πνσ μου. τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται ὡς ὁ Ἱερεμίας φησίν· ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος κσ · τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε· διὰ τοῦτο μετὰ τὸ σάββατον ἀνέστη ὁ Κύριος κσ · οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ανουσ , ἐδίδου τὸ σάββατον ὁ θεὸς θσ , ὁ λέγων· ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις· καὶ ὁ προστάττων ἐν τοῖς Ἀριθμοῖς· καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων, προσάξετε δύο ἀμνοὺς ἐνιαυσιαίους ἀμώμους· καὶ δύο δέκατας σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν· καὶ ὁλο καύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· καὶ ἐπιθήσετε ἐπὶ τὸ θῦμα λίβανον καθαρὸν καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ κω , τῇ ἡμέρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου κυ διαπαντὸς. ἐνώπιον τῶν υἱῶν Ισραὴλ ιηλ διαθήκην αἰώνιον. εἰ γὰρ ἔμελεν αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι καὶ προσάγειν καὶ σφάζειν ἐκέλευε τοὺς Λευΐτας· εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἀργία ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία καθαρί ζει· ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στερίσκονται προσάγοντες καὶ σφάζοντες καὶ προτιθοῦντες ἐν τῷ σαββάτῳ· τοσοῦτον γὰρ ἀ ν π έχουσι τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσφερόντων· οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ σάββατον· ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ· παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης· ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ διαμαρτύρεται λέγων ὁ θεός θσ · καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ· καὶ ἀνὰ μέσον αὐτῶν· τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ κύριος κσ ὁ ἁγιάζων αὐτούς· γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν, ἀναγκαιο τέραν τῆς ἀργίας· διὰ τοῦτο ὁ κύριος κσ ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· εἰ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ σαββάτῳ ᾐτιᾶτο· ὅτι τὸ ἴδιον τοῦ σαββάτου οὐκ ἔχετε· ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις· διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλ πίζειν οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες, ἑπτὰ ἡμέρας· ἐν αἷς ἐπτὰ, καὶ τὸ σάββατον ἐμπίπτει· εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες· ἀλλ’ ἠπίστατο ὅτι καὶ σαλ πίζοντες ἐσαββάτιζον· οὐκ ἀργοῦντες ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον κν · ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκη γὰρ ἔχει καὶ τῷ σαββάτῳ περιτέμνειν· καὶ ὅμως σαββατίζει· ἐργαζόμενος μὲν, γιν ώσκων δὲ τὸν θεόν θν · ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων ὅμως διὰ τὴν ἄφεσιν τῶ ν ἁμαρτιῶν· καὶ τὴν τῆς θεογνωσίας χάριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος· μᾶλλον δὲ ὁ κύριος κσ τοῦ νόμου ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλάλησε κύριος κσ πρὸς Μωσῆν λέγων· καὶ τῇ δεκάτῃ τοῦ μ ο η νὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ· κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ κω · πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· καὶ μετ’ ὀλίγα. καὶ ἔσται πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας· καὶ σαββατιεῖτε τὰ σάββατα ὑμῶν. οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἄφεσις τῶν ἁμαρτιῶν ὅτε τις ἀπ’ αὐτῶν καταπαύει· οὐδὲ ἡ ἀργία ἐστὶ τὸ σάββατον· ἀλλ’ ἡ ἐξομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν, οὐ γὰρ ὡρισμένως τῷ σαββάτῳ εἴρηκεν· ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ· ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν σαββάτῳ. καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν, σάββατον οὐχ ἀπλῶς· ἀλλὰ σάββατα σαββάτων ὀνομάζει· εἰ δὲ ταύτην σάββατον ὀνομάζει· ἐν δὲ σαββάτῳ ἐργά ζεθαι κελεύει, οὐκ ἄρα ἀργίας προηγουμένως νόμος ἐστὶ τὸ σάββατον· ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ· καὶ ἀργίας ἀπὸ κακίας πάσης· οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν· ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτί σεως· ἐνετείλατο γὰρ ὁ θεὸς θσ λέγων· ἵνα γινώσκητε ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε κύριος κσ ὁ θεὸς θσ ἡμῶν ἀπὸ τῶν ἔργων ὧν ἤρξατο ποιῆσαι· ἤθελε δὲ αὐτοὺς γινώσκοντας τὸ τέλος ταύτης, ἀρχὴν ζητεῖν ἑτέρας· τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ σάββατον· ἀρχὴ δὲ τῆς δευτέρας, ἡ κυριακὴ· ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν· ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν, οὖσαν μνήμην τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως· οὐ γὰρ ἄλλην ἐπέκτισεν· ἀλλὰ τὴν παλαιὰν ἀνεκαί νισε· καὶ ἣν ἤρξατο ποιεῖν, ἐτελείωσε· διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετελέσθη καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, κατέπαυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ὁ λόγος, φησίν· ἦλθον τελειῶσαι τὸ ἔργον· Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους· ἅπερ ἐλθὼν ἐπετελείωσε· φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην ιω · τὰ ἔργα ἃ δέδωκέ μοι ὁ πατὴρ πηρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ. ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ ἀπέθνησκεν ὁ ἄνθρωπος ανος · τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ· διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαι νίσει· ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ κύριος κσ · ἀνθ’ ἡλίου γὰρ θεὸς θσ ἀνατέλλει καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ σριω πάθει οὐκ ἔφανεν ἥλιος· σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως· ἀρχὴν δὲ ἑτέρας τὴν ἐκ τοῦ πατρὸς πρσ ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φησίν· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτοῦ· καὶ πάλιν· ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ ἥλιος δικαιοσύνης· οὐ γὰρ πάντων ἡμέρα αὕτη· ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ· ζώντων δὲ τῷ κυρίῳ κω . διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ, περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννησιν πάντων· ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου, ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα, ἀπεκδιδυσκόμεθα· καὶ ἀνακαινούμεθα τῇ κυριακῇ· ὅτε ὁ παλαιὸς ἀπεκδυθεὶς, ἀνε γεννήθη τῇ ἀναστάσει· τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ χυ · συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην· ἐν ᾧ καὶ συνηγέρθητε· τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως, τύπος ἦν ἡ περιτομή· ἣν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα. ἵν’ εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ, ἔλαβε τὴν περιτομὴν· σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως· διὰ τοῦτο ἐλθόντος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον· ἡ μὲν γὰρ περιτομὴ, σημεῖον ἦν. τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκδιδυσκο μένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία· καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύει τὸ σάββατον, οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ανον , ἔπαυσε τὴν περιτομήν· ἀμφότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται· καὶ ἡ ἀρχὴ τῆς κτίσεως· καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου ανου · διὰ τοῦτο ἡ ὀγδόη τὸ σάββατον ἔλυσε· καὶ οὐ τὸ σάββατον τὴν ὀγδόην. ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος ανοσ · ἐν δὲ τῷ σαββάτῳ οὐκ ἤρκει ἡ περιτομή· ἡ γὰρ ὀγδόη ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσε τὴν πρώτην. ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδόσθαι· τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἔθνησκε καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιννύειν προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν· ἵν’ ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνηθῶσι· καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ, τοῦ ὅλου ἦν σκιά· τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ, φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ θεοῦ θυ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου· εἶπε κύριος κσ τῷ Ἰησοῦ υἱῷ Ναυῆ· ἐν τῇ σήμερον ἡμέρᾳ· ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν· καὶ ἐκάλεσε φησὶν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα· εἰ γὰρ ἡ περιτομὴ ἀφαί ρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι· τοῦτο δὲ ἀφεῖλεν ὁ θεὸς θσ . ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγγελίας εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ κύριος κσ τέκνα λογίζωνται· τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα ἵνα ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων· καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος· τοῦτο δὲ ἐγίνετο τότε, εἰς τύπον τοῦ διὰ Χριστοῦ χυ βαπτίσματος· τότε γὰρ ἐκ μέρους ἐγίνετο ὡς ἐν σκιᾷ· νῦν δὲ ὥσπερ εἶπεν ὁ ἀπό στολος· ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα διὰ τοῦ λουτροῦ ἀναγεννώ μενοι· ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν· ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος· ἣν διὰ τοῦ λουτροῦ ἀπεκδι δυσκόμεθα, ζήσωμεν· ὥσπερ δὲ εἶπεν ὁ κύριος κσ τῷ Ἰησοῦ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ’ ὑμῶν, οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτιζομένων· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδισμὸν τῆς γηΐνης γενέσεως· καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ.