ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος ανοσ . τέλειον δὲ γέγονε, ζωοποιηθέν τος αὐτοῦ. διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει· ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡμέρα ἣν ἐ ποίησεν ὁ κύριος κσ · ἀνθ’ ἡλίου γὰρ ὁ θεὸς θσ ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ πάθει, οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως· ἀρχὴν δὲ ἑτέρας τὴν ἐκ τοῦ σωτῆρος σρσ ἀνατέλλουσαν, ἣν ἑ ωρακὼς ὁ προφήτης, φησίν, ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ πάλιν ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν, ἀνατελεῖ ἥλιος δικαιοσύνης· οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ κυρίῳ κω . διὰ τοῦτων γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίουσα τὴν μετὰ τὴν ἑβδόμην ἀ να γ έν νησιν πάντων. ἡ γὰρ περι ττομὴ οὐδὲν ἄλλο ἐδήλου, ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα, ἀπεκδιδυσκόμεθα καὶ ἀ πο να θα και νούμεθα τῇ κυριακῇ· ὅ τε ὁ παλαιὸς ἀπεκδυθεὶς· ἀνεγεννήθη τῇ ἀναστάσει. τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν· ἐν τῇ πρὸς Κολασσαεῖς· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς· ἐν τῇ περιττομῇ τοῦ Χριστοῦ χυ . συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην. ἐν ᾧ καὶ συνηγέρθητε. τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιττομή, ἣ ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν’ εἰδεῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ, ἔλαβε τὴν περι τομὴν, σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγενήσεως· διὰ τοῦτο ἐλθόν τος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν· τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκ διδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύσει τὸ σάββατον, οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ανον , ἔπαυ σε τὴν περιτομήν· ἀμφότερα γὰρ ἐν τῇ ὀγδώῃ κατόρθωται. καὶ ἡ ἀρχὴ τῆς κτίσεως καὶ ἡ ἀναγένησις τοῦ ἀνθρώπου ανου . διὰ τοῦτο ἡ ὀγδώη τὸ σάββατον ἔλυσε, καὶ οὐ τὸ σάβ βατον τὴν ὀγδώην. ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος ανοσ · εἰ δὲ τῷ σαββά τῳ οὐκ ἤργει ἡ περιτομή. ἡ γὰρ ὀγδώη ἀρχὴ οὖσα τῆς ἀνακτίσεως κατέπαυσε τὴν πρώτην·