ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ. αὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ ιηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθή κη αἰώνιος ἐν ἐμοὶ, καὶ τοῖς υἱοῖς Ἰσραὴλ ιηλ σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἐν ἓξ ἡ μέραις ἐποίησε κύριος κσ τὸν οὐρανὸν ουνον καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε. ση μεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν· καὶ τὸ ταύτης τέλος ἀκόλουθον ἦν· ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο ἡ ἐπὶ τῆς Ἱερουσαλὴμ ιλημ , ἕως τότε φυλάττειν τὰ σάββατα. ἐλθού σης δὲ τῆς ἑτέρας γενεᾶς, καὶ τοῦ κτιζομένου λαοῦ κατὰ τὸ λεγόμενον. γραφή τω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον κν · ἀνάγκη μη κέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος, ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέ ρας κτίσεως ζητεῖν· τίς δέ ἐστιν, ἢ καθ’ ἣν ἀνέστη ὁ κύριος κσ · ἔκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ και νὴ κτίσις· τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ θεὸς θσ κατέπαυσε· διὰ τοῦτο καὶ τὸ σά ββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτί σις, τέλος οὐ κτίσις οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν, ἀλλ’ ἕως ἄρτι ἐργάζεται· ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν σάββατα σαββάτων, ἃ οὒτε τέλος λαμβάνει ἡ καινὴ κτίσις. ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει· διὰ γὰρ τοῦτο ἐδόθη τὸ σάββατον τῷ προτέρῳ λαῷ· ἵνα γινώσκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως. τῇ δὲ καινῇ κτίσει οὐκ ἐνετείλα το φυλάττειν σάββατον, ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ κυριακῇ γινώσκῃ. ἀτελεύ τητον δὲ ἐπίσταται τὴν ταύτης χάριν· διὰ τοῦτο δὲ καὶ τὴν ἀρχὴν τουτέστι τὴν κυριακὴν ἐδήλωσεν, ἵνα τὸ τέλος τῆς παρελθούσης γινώσκῃς· ὁ γοῦν ἀπόστολος περὶ τῆς προτέρας γράφων φησίν· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου· ἐξαπέστειλεν ὁ θεὸς θσ τὸν υἱὸν αὐτοῦ· καὶ πάλιν ἐπὶ συντελείᾳ τῶν αἰώνων· οὐκοῦν ἡ μὲν πρώτη πεπλήρωται, καὶ τετελείωται οὐκ ἄλλοτε, ἢ ὡς οἱ προφῆται ἔλεγον· ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκ χεῶ ἀπὸ τοῦ πνεύματός πνσ μου· τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται ὡς Ἱ ερεμίας φησίν, ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος κσ · τέλος δὲ ἐχούσης τῆς πρώτης ἀ κολούθως ἑτέρας ἀρχὴ γέγονε, διὰ τοῦτο μετὰ τὸ σάββατον ἀνέστη ὁ κύριος κσ · οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ανουσ ἐδίδου τὸ σάββατον ὁ θεὸς θσ ὁ λέγων, ὁδοὶ ἀεργῶν ἐστρωμμέναι ἀκάνθαις· καὶ ὁ προστάττων ἐν τοῖς ἀριθμοῖς· καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους· καὶ δύ ο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν, καὶ ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· καὶ πάλιν πρὸ ὀλίγων, λέγει ἐν τοῖς ἀνωτέρω· καὶ ἐπιθήσετ ε αι ἐπὶ τὸ θέ λημα λίβανον καθαρὸν καὶ ἅλας· καὶ ἔσονται εἰς ἀνάμνησιν ἄρτου προκεί μενα τῷ κυρίῳ κω · τῇ ἡμέρᾳ τῶν σαββάτων προτεθήσεται ἔναντι κυρίου κυ διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ ιηλ διαθήκην αἰώνιον· εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι καὶ προσάγειν καὶ σφάζειν ἐκέλευε τοὺς Λευίτας. εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία καθαρίζει· ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στερίσκονται, προσάγοντες καὶ σφάζοντες καὶ προστιθέντες ἐν τῷ σαββάτῳ· τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται ὑπὲρ τῶν προσφερόντων· οὐκοῦν οὐκ ἀρτίαν σημαίνει τὸ σάββατον, ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ, παῦλαι δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης· ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ διαμαρτύρεται λέγων ὁ θεός θσ · καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς· τοῦ εἶναι, εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς, διότι ἐγὼ κύριος κσ ὁ ἁγιάζων αὐτούς· γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνε κεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας· διὰ τοῦτο ὁ κύριος κσ ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· εἰ ἐγνώκειτε, τί ἐστιν, ἔλεον θέλω καὶ οὐ θυσίαν· ἀργοῦν τας γὰρ αὐτοὺς ἐν τῷ σαββάτῳ ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ σαββάτου οὐκ ἔχετε ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις· διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλ πίζειν, οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες, ἑπτὰ ἡμέραις· ἐν αἷς ἐπτὰ, καὶ τὸ σάββατον ἐμπίπτει· εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ σάββατον· διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες. ἀλλ’ ἠπίστατο ὅτι καὶ σαλπίζοντες, ἐσαββάτιζον· οὐκ ἀργοῦντες ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον κν · ὥσπερ καὶ περὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ· σαββάτῳ περιτέμνειν· καὶ ὅμως σαββατίζει· ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν θεόν θν · ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων· ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ κύριος κσ τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλάλησε κύριος κσ πρὸς Μωσῆν λέγων· καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασ μοῦ. κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσά ξετε ὁλοκαυτώματα τῷ κυρίῳ κω · πᾶν ἔργον οὐ ποιήσετε αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· καὶ μετ’ ὀλίγα. καὶ ἔσται πᾶσα ψυχὴ ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· πᾶν ἔργον οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, ἀπὸ ἐννάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας, καὶ σα ββατιεῖτε τὰ σάββατα ὑμῶν. οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον, ἀλλ’ ἡ ἄ φεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ’ αὐτῶν καταπαύει· οὐδὲ ἡ ἀργία ἐστὶ τὸ σάββα τον, ἀλλ’ ἡ ἐξομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν· οὐ γὰρ ὡρισμένως τῷ σα ββάτῳ εἴρηκεν, ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ, ἣν σημαίνει ἀπαντᾷν μὴ ἐν σαββά τῳ. καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν, σάββατον οὐχ ἀπλῶς· ἀλλὰ σάββατα σαββάτων ὀνομάζει. εἰ δὲ ταύτην σάββατον ὀνομάζει· ἐν δὲ σαββά τῳ ἐργάζεσθαι κελεύει· οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ σάββατον. ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης· οὐ διὰ τὴν ἀργίαν οὖν τὸ σάββατον δέδωκεν· ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως· ἐνετείλατο γὰρ ὁ θεὸς θσ λέγων· ἵνα γινώσκητε ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε κύριος κσ ὁ θεὸς θσ ὑμῶν, ἀπὸ τῶν ἔργων ὧν ἤρξατο ποιῆσαι. ἤθελε δὲ αὐ τοὺς γινώσκοντας τὸ τέλος ταύτης, ἀρχὴν ζητεῖν ἑτέρας. τέλος μὲν οὖν τῆς προ τέρας κτίσεως ἦν τὸ σάββατον· ἀρχὴ δὲ τῆς δευτέρας, ἡ κυριακὴ, ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο φύσιν καὶ ἀνεκαίνισεν· ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ σαββάτου τὴν ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, οὕτως τὴν κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως. οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν, ἐτελείωσε· διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ, τὰ γενόμενα συνετελέσθη· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέ παυσεν ἀπὸ πάντων· ἐν δὲ τῷ εὐαγγελίῳ ἐλθὼν ὁ λόγος φησίν· ἦλθον τελειῶσαι τὸ ἔργον. Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους· ἅπερ ἐλθὼν ἐ πετελείωσε· φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ πατὴρ πηρ , ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ· ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ ἁμαρτήσαντος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος ανοσ . τέλειον δὲ γέγονε, ζωοποιηθέν τος αὐτοῦ. διὰ τοῦτο τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει· ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ πνεῦμα πνα · αὕτη ἡμέρα ἣν ἐ ποίησεν ὁ κύριος κσ · ἀνθ’ ἡλίου γὰρ ὁ θεὸς θσ ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτηρίῳ πάθει, οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως· ἀρχὴν δὲ ἑτέρας τὴν ἐκ τοῦ σωτῆρος σρσ ἀνατέλλουσαν, ἣν ἑ ωρακὼς ὁ προφήτης, φησίν, ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ πάλιν ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν, ἀνατελεῖ ἥλιος δικαιοσύνης· οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ κυρίῳ κω . διὰ τοῦτων γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι ἐκέλευσεν ὁ νόμος καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίουσα τὴν μετὰ τὴν ἑβδόμην ἀ να γ έν νησιν πάντων. ἡ γὰρ περι ττομὴ οὐδὲν ἄλλο ἐδήλου, ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀποθανόντα, ἀπεκδιδυσκόμεθα καὶ ἀ πο να θα και νούμεθα τῇ κυριακῇ· ὅ τε ὁ παλαιὸς ἀπεκδυθεὶς· ἀνεγεννήθη τῇ ἀναστάσει. τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν· ἐν τῇ πρὸς Κολασσαεῖς· ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς· ἐν τῇ περιττομῇ τοῦ Χριστοῦ χυ . συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην. ἐν ᾧ καὶ συνηγέρθητε. τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκδύσεως τύπος ἦν ἡ περιττομή, ἣ ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν’ εἰδεῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύσεως παλαιότητός ἐστι σημεῖον· πιστεύσας γὰρ Ἀβραὰμ, ἔλαβε τὴν περι τομὴν, σημεῖον οὖσαν τῆς διὰ τοῦ βαπτίσματος ἀναγενήσεως· διὰ τοῦτο ἐλθόν τος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. ἡ μὲν γὰρ περιτομὴ σημεῖον ἦν· τὸ δέ γε λουτρὸν τῆς παλιγγενεσίας, τὸ σημαινόμενον· ὅλου γὰρ τοῦ παλαιοῦ ἀπεκ διδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. καὶ ὥσπερ ἡ κυριακὴ ἀρχὴ κτίσεώς ἐστι καὶ παύσει τὸ σάββατον, οὕτως ἡ αὐτὴ ἀναγεννήσασα τὸν ἄνθρωπον ανον , ἔπαυ σε τὴν περιτομήν· ἀμφότερα γὰρ ἐν τῇ ὀγδώῃ κατόρθωται. καὶ ἡ ἀρχὴ τῆς κτίσεως καὶ ἡ ἀναγένησις τοῦ ἀνθρώπου ανου . διὰ τοῦτο ἡ ὀγδώη τὸ σάββατον ἔλυσε, καὶ οὐ τὸ σάβ βατον τὴν ὀγδώην. ἐν μὲν γὰρ σαββάτῳ περιετέμνετο ὁ ἄνθρωπος ανοσ · εἰ δὲ τῷ σαββά τῳ οὐκ ἤργει ἡ περιτομή. ἡ γὰρ ὀγδώη ἀρχὴ οὖσα τῆς ἀνακτίσεως κατέπαυσε τὴν πρώτην·